Ὡς στρατευσάμενος ὁ Ἀχάβου παῖς Ἰώραμος ἐπὶ Μωαβίτας ἐκράτησεν αὐτῶν. ὡς ὁ ὁμώνυμος αὐτῷ Ἰώραμος βασιλεύων τῶν Ἱεροσολυμιτῶν τὴν ἀρχὴν πᾶσαν λαβὼν τούς τε ἀδελφοὺς καὶ τοὺς πατρῴους φίλους ἀπέκτεινεν. ὅτι τῆς Ἰδουμαίας ἀποστάσης καὶ στρατευσάντων ἐπ' αὐτὸν Ἀράβων ἥ τε δύναμις αὐτοῦ πᾶσα διεφθάρη καὶ οἱ παῖδες αὐτοῦ πάρεξ ἑνὸς ὄντος ἔτι νηπίου καὶ πρὸς τούτοις αὐτὸς ἀσεβὴς γενόμενος κακῶς τὸν βίον κατέστρεψεν. στρατεία τοῦ Σύρων καὶ Δαμασκοῦ βασιλέως ἐπὶ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ἰώραμον καὶ πῶς πολιορκηθεὶς οὗτος ἐν Σαμαρείᾳ παραδόξως τὸν κίνδυνον διέφυγεν. ὡς αὐτὸς Ἰώραμος ἀπέθανεν ὑπὸ Ἰηοῦ ἀναιρεθεὶς τοῦ ἱππάρχου καὶ ἡ γενεὰ αὐτοῦ καὶ ὁ τῶν Ἱεροσολύμων βασιλεὺς Ὀχοζίας. ὅτι μετὰ τὴν τούτου τελευτὴν ὁ Ἰηοῦς ἐβασίλευσε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ διατρίβων καὶ οἱ παῖδες αὐτοῦ ἐπὶ γενεὰς τέσσαρας. ὡς γυνή τις Ὀθλία τοὔνομα τῶν Ἱεροσολυμιτῶν ἐβασίλευσεν ἐπὶ ἔτη πέντε καὶ ἀνελὼν αὐτὴν ὁ ἀρχιερεὺς Ἰώδας τὸν Ὀχοζίου παῖδα Ἰωάσην ἀπέδειξε βασιλέα. Ἀζαήλου τοῦ Δαμασκηνῶν βασιλέως ἐπὶ τοὺς Ἰσραηλίτας στρατεία καὶ ὡς πολλὰ κακὰ τήν τε χώραν αὐτῶν διαθεὶς καὶ τὴν Σαμαρέων πόλιν ὀλίγῳ πάλιν ὕστερον χρόνῳ στρατεύσας ἐπὶ τοὺς Ἱεροσολυμίτας καὶ πολλὰ χρήματα λαβὼν παρὰ τοῦ βασιλέως αὐτῶν εἰς Δαμασκὸν ἀνέζευξεν. ὡς Ἀμασίας ὁ τῶν Ἱεροσολυμιτῶν βασιλεὺς στρατευσάμενος ἐπὶ Ἰδουμαίους καὶ Ἀμαληκίτας ἐνίκησεν. ὡς αὐτὸς οὗτος πολεμῶν πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα Ἰώασον ἡττᾶται μέν, ληφθεὶς δὲ αἰχμάλωτος καὶ πολλὰ χρήματα δοὺς ἀπελύθη πάλιν εἰς τὴν ἑαυτοῦ βασιλείαν καὶ ὡς ὁ παῖς αὐτοῦ Ὀζίας τὰ πέριξ ἔθνη ἐχειρώσατο. στρατεία τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως Ἱεροβάμου ἐπὶ Συρίαν καὶ νίκη. ὡς ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πολλὰ χρήματα παρὰ Φακέα τοῦ βασιλέως αὐτῶν εἰσπραξάμενος εἰς τὴν οἰκείαν ὑπέστρεψεν.ὅτι στρατευσάμενος Ῥαασσεὶν ὁ Δαμασκοῦ βασιλεὺς ἐπὶ Ἱεροσολυμίτας ἠνάγκασεν Ἀχάζην τὸν βασιλέα πέμψαντα χρήματα πολλὰ πρὸς τὸν βασιλέα Ἀσσυρίων πεῖσαι τούτοις αὐτὸν ἐπὶ Δαμασκὸν στρατεύσασθαι. ὡς κατὰ κράτος εἷλεν ὁ τῶν Ἀσσυρίων βασιλεὺς Δαμασκὸν καὶ διέφθειρε μὲν αὐτῶν τὸν βασιλέα, τοὺς δὲ ἀνθρώπους ἀναστήσας εἰς Μηδίαν ἕτερα ἔθνη κατῴκισεν ἐν Δαμασκῷ. ὡς Σαλμανάσαρ ὁ τῶν Ἀσσυρίων βασιλεὺς στρατευσάμενος ἐπὶ Σαμάρειαν καὶ πέντε πολιορκήσας ἔτεσιν ἐν αὐτῇ τὸν τῶν Ἰσραηλιτῶν βασιλέα Ὠσῆν παραστησάμενος τὴν πόλιν ἀπέκτεινεν, καὶ ὡς ὁ Ἀσσύριος τὰς δέκα τῶν Ἰσραηλιτῶν φυλὰς εἰς τὴν Μηδίαν κατοικίσας ἐκ τῆς Περσίδος τὸ τῶν Χουθαίων ἔθνος εἰς τὴν ἐκείνων μετήγαγε χώραν, οὓς Ἕλληνες Σαμαρεῖς καλοῦσιν. περιέχει ἡ βίβλος χρόνον ἐτῶν ἑκατὸν καὶ πεντήκοντα καὶ ζ μηνῶν.Ἰωσαφάτῃ δὲ τῷ βασιλεῖ παραγενομένῳ εἰς Ἱεροσόλυμα ἀπὸ τῆς συμμαχίας τῆς πρὸς Ἄχαβον τὸν τῶν Ἰσραηλιτῶν βασιλέα, ἣν Ἄδερι τῷ Σύρων πολεμοῦντι βασιλεῖ παρασχὼν ἦν ὡς προειρήκαμεν, Ἰηοῦς ὁ προφήτης συντυχὼν ᾐτιᾶτο τῆς πρὸς Ἄχαβον συμμαχίας ἄνθρωπον ἀσεβῆ καὶ πονηρόν· τὸν γὰρ θεὸν ἀηδῶς μὲν ἐπὶ τούτῳ διατεθῆναι, ῥύσασθαι μέντοι καίπερ ἡμαρτηκότα διὰ τὴν ἰδίαν αὐτοῦ φύσιν οὖσαν ἀγαθὴν ἔλεγεν ἐκ τῶν πολεμίων.καὶ τότε μὲν ἐπʼ εὐχαριστίας καὶ θυσίας ὁ βασιλεὺς τρέπεται τοῦ θεοῦ· μετὰ ταῦτα δὲ τὴν χώραν ὥρμησεν περιερχόμενος ἐν κύκλῳ πᾶσαν ὅσης αὐτὸς ἐπῆρχε τὸν λαὸν ἐκδιδάσκειν τά τε νόμιμα τὰ διὰ Μωσήους ὑπὸ θεοῦ δοθέντα καὶ τὴν εὐσέβειαν τὴν πρὸς αὐτόν.καὶ δικαστὰς ἀποδείξας ἐν ἑκάστῃ πόλει τῶν βασιλευομένων ὑπʼ αὐτοῦ παρεκελεύσατο μηδενὸς οὕτως ὡς τοῦ δικαίου προνοουμένους κρίνειν τοῖς ὄχλοις μήτε δώρων μήτε ἀξιώματος τῶν ἐν ὑπεροχῇ διὰ πλοῦτον ἢ γένος εἶναι δοκούντων, βραβεύειν δὲ ἅπασι τὸ ἴσον ἐπισταμένους, ὅτι καὶ τῶν κρύφα πραττομένων ἕκαστον ὁ θεὸς βλέπει.ταῦτα διδάξας κατὰ πόλιν ἑκάστην τῶν δύο φυλῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, κατέστησε δὲ καὶ ἐν τούτοις κριτὰς ἐκ τῶν ἱερέων καὶ τῶν Ληουιτῶν καὶ τῶν τὰ πρῶτα τοῦ πλήθους φερομένων παραινέσας ἐπιμελεῖς καὶ δικαίας ποιεῖσθαι πάσας τὰς κρίσεις·ἂν δὲ περὶ μειζόνων διαφορὰν ἔχοντες τῶν ὁμοφύλων τινὲς ἐκ τῶν ἄλλων πρὸς αὐτοὺς πέμψωσι πόλεων, τούτοις δὲ μετὰ πλείονος σπουδῆς ἀποφαίνεσθαι δικαίως περὶ τῶν πραγμάτων· μάλιστα γὰρ τὰς ἐν ταύτῃ τῇ πόλει κρίσεις, ἐν ᾗ τόν τε ναὸν εἶναι τοῦ θεοῦ συμβέβηκε καὶ δίαιταν ὁ βασιλεὺς ἔχει, προσῆκε σπουδαίας εἶναι καὶ δικαιοτάτας.ἄρχοντας δʼ αὐτῶν ἀποδείκνυσιν Ἀμασίαν τὸν ἱερέα καὶ Ζαβαδίαν ἐκ τῆς Ἰούδα φυλῆς ἑκατέρους. καὶ ὁ μὲν βασιλεὺς τοῦτον τὸν τρόπον διέτασσε τὰ πράγματα.Κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐστράτευον ἐπʼ αὐτὸν Μωαβῖται καὶ Ἀμμανῖται συμπαραλαβόντες καὶ Ἀράβων μεγάλην μοῖραν, καὶ καταστρατοπεδεύονται πρὸς Ἐγγάδῃ πόλει κειμένῃ πρὸς τῇ Ἀσφαλτίδι λίμνῃ τριακοσίους ἀπεχούσῃ σταδίους τῶν Ἱεροσολύμων· γεννᾶται δʼ ἐν αὐτῇ φοίνιξ ὁ κάλλιστος καὶ ὀποβάλσαμον.ἀκούσας δʼ Ἰωσαφάτης, ὅτι τὴν λίμνην διαβάντες οἱ πολέμιοι ἐμβεβλήκασιν ἤδη εἰς τὴν βασιλευομένην ὑπʼ αὐτοῦ χώραν, δείσας εἰς ἐκκλησίαν συνάγει τὸν δῆμον τῶν Ἱεροσολυμιτῶν εἰς τὸ ἱερόν, καὶ στὰς κατὰ πρόσωπον τοῦ ναοῦ ηὔχετο καὶ ἐπεκαλεῖτο τὸν θεὸν παρασχεῖν αὐτῷ δύναμιν καὶ ἰσχύν, ὥστε τιμωρήσασθαι τοὺς ἐπιστρατεύσαντας·