καὶ γὰρ τοῦτο δεηθῆναι τοὺς τὸ ἱερὸν κατασκευασαμένους αὐτοῦ, ὅπως ὑπερμάχηται τῆς πόλεως ἐκείνης καὶ τοὺς ἐπʼ αὐτὸ τολμήσαντας ἐλθεῖν ἀμύνηται, οἳ τὴν ὑπʼ αὐτοῦ δοθεῖσαν γῆν εἰς κατοίκησιν ἀφελέσθαι πάρεισιν αὐτούς. ταῦτʼ εὐχόμενος ἐδάκρυε καὶ σύμπαν δὲ τὸ πλῆθος γυναιξὶν ἅμα καὶ τέκνοις ἱκέτευεν.Ἰαζίηλος δέ τις προφήτης παρελθὼν εἰς μέσην τὴν ἐκκλησίαν ἀνεβόησε τῷ τε πλήθει λέγων καὶ τῷ βασιλεῖ, τὸν θεὸν ἐπακοῦσαι τῶν εὐχῶν καὶ πολεμήσειν αὐτὸν τοῖς ἐχθροῖς ἐπαγγέλλεσθαι. προσέταξε δὲ τῇ ἐπιούσῃ τὴν στρατιὰν ἐξελάσαντα τοῖς πολεμίοις ὑπαντᾶν·εὑρήσειν γὰρ αὐτοὺς ἐπὶ τῆς μεταξὺ Ἱεροσολύμων καὶ Ἐγγάδης ἀναβάσεως λεγομένης δʼ Ἐξοχῆς· καὶ μὴ συμβαλεῖν μὲν αὐτοῖς, στάντας δὲ μόνον ὁρᾶν, πῶς αὐτοῖς μάχεται τὸ θεῖον. τοῦ δὲ προφήτου ταῦτʼ εἰπόντος ὁ μὲν βασιλεὺς καὶ τὸ πλῆθος πεσόντες ἐπὶ πρόσωπον ηὐχαρίστουν τῷ θεῷ καὶ προσεκύνουν, οἱ δὲ Ληουῖται τοῖς ὀργάνοις διετέλουν ὑμνοῦντες.Ἅμα δʼ ἡμέρᾳ προελθὼν ὁ βασιλεὺς εἰς τὴν ἔρημον τὴν ὑποκάτω Θεκώας πόλεως ἔλεγε πρὸς τὸ πλῆθος, ὡς δεῖ πιστεύειν τοῖς ὑπὸ τοῦ προφήτου εἰρημένοις καὶ μὴ παρατάσσεσθαι μὲν αὐτοὺς εἰς μάχην, προστησαμένους δὲ τοὺς ἱερεῖς μετὰ τῶν σαλπίγγων καὶ Ληουιτῶν εὐχαριστεῖν ὡς ἤδη ῥυσαμένῳ τὴν χώραν ἡμῶν παρὰ τῶν πολεμίων.ἤρεσε δὲ ἡ τοῦ βασιλέως γνώμη, καὶ ἅπερ συνεβούλευσε ταῦτʼ ἔπραττον. ὁ δὲ θεὸς εἰς φόβον ἐνέβαλε καὶ ταραχὴν τοὺς Ἀμμανίτας· οἱ δὲ δόξαντες ἀλλήλους πολεμίους ἀπέκτεινον, ὡς ἐκ τῆς τοσαύτης στρατιᾶς ἀνασωθῆναι μηδένα.Ἰωσαφάτης δὲ ἀποβλέψας εἰς τὴν φάραγγα, ἐν ᾗ συνέβαινʼ ἐστρατοπεδευκέναι τοὺς πολεμίους, καὶ πλήρη νεκρῶν ἰδὼν ἥσθη μὲν ἐπὶ τῷ παραδόξῳ τῆς τοῦ θεοῦ βοηθείας, ὅτι μηδὲ πονήσασιν αὐτοῖς αὐτὸς διʼ αὑτοῦ τὴν νίκην ἔδωκεν, ἐπέτρεψε δὲ τῇ στρατιᾷ διαρπάσαι τὴν παρεμβολὴν τῶν ἐχθρῶν καὶ σκυλεῦσαι τοὺς νεκρούς.καὶ οἱ μὲν ἐπὶ τρεῖς ἡμέρας σκυλεύοντες ἔκαμον· τοσοῦτον ἦν τὸ τῶν ἀνῃρημένων πλῆθος· τῇ τετάρτῃ δὲ συναθροισθεὶς πᾶς ὁ λαὸς εἴς τινα κοῖλον καὶ φαραγγώδη τόπον τὴν τοῦ θεοῦ δύναμιν καὶ τὴν συμμαχίαν εὐλόγησαν, ἀφʼ οὗ καὶ προσηγορίαν ἔσχεν ὁ τόπος κοιλὰς εὐλογίας.Ἐκεῖθεν δὲ ἀναγαγὼν τὴν στρατιὰν ὁ βασιλεὺς εἰς Ἱεροσόλυμα τρέπεται πρὸς εὐωχίαν καὶ θυσίας ἐπὶ πολλὰς ἡμέρας. μετὰ μέντοι γε τὴν τῶν πολεμίων αὐτοῦ διαφθορὰν ἀκουσθεῖσαν τοῖς ἀλλοφύλοις ἔθνεσι πάντες οὗτοι κατεπλάγησαν αὐτόν, ὡς φανερῶς αὐτῷ τοῦ θεοῦ τὸ λοιπὸν συμμαχοῦντος. καὶ Ἰωσαφάτης μὲν ἔκτοτε μετὰ λαμπρᾶς δόξης ἐπί τε δικαιοσύνῃ καὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ διῆγεν·ἦν δὲ φίλος καὶ τῷ τοῦ Ἀχάβου παιδὶ βασιλεύοντι τῶν Ἰσραηλιτῶν, πρὸς ὃν κοινωνήσας ἐπὶ κατασκευῇ νεῶν εἴς τε Πόντον πλεουσῶν καὶ τὰ ἐπὶ Θρᾴκης ἐμπόρια διήμαρτε τοῦ κτήματος· ὑπὸ γὰρ μεγέθους ἀπώλετο τὰ σκάφη· καὶ διὰ τοῦτο οὐκέτι περὶ ναῦς ἐφιλοτιμήσατο. τὰ μὲν οὖν περὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσαφάτην οὕτως εἶχεν.Ὁ δʼ Ἀχάβου παῖς Ὀχοζίας ἐβασίλευε τῶν Ἰσραηλιτῶν ἐν Σαμαρείᾳ ποιούμενος τὴν δίαιταν, πονηρὸς ὢν καὶ πάντα ὅμοιος τοῖς γονεῦσιν ἀμφοτέροις καὶ Ἱεροβοάμῳ τῷ πρώτῳ παρανομήσαντι καὶ τὸν λαὸν ἀπατᾶν ἀρξαμένῳ.τὴν δὲ βασιλείαν ἔτος ἤδη δεύτερον ἔχοντος ὁ τῶν Μωαβιτῶν ἀφίσταται βασιλεὺς αὐτοῦ καὶ τοὺς φόρους, οὓς ἔμπροσθεν ἐτέλει τῷ πατρὶ αὐτοῦ Ἀχάβῳ, χορηγῶν ἐπαύσατο. συνέβη δὲ τὸν Ὀχοζίαν καταβαίνοντα ἀπὸ τοῦ τέγους τῆς οἰκίας κατενεχθῆναι καὶ νοσήσαντα πέμψαι πρὸς τὴν Ἀκκάρων θεὸν Μυῖαν, τοῦτο γὰρ ἦν ὄνομα τῇ θεῷ, πυνθάνεσθαι περὶ τῆς σωτηρίας.φανεὶς δὲ ὁ τῶν Ἑβραίων θεὸς Ἠλίᾳ τῷ προφήτῃ προσέταξεν αὐτῷ τοῖς πεμφθεῖσιν ἀγγέλοις ὑπαντήσαντι πυνθάνεσθαι αὐτῶν, εἰ θεὸν ὁ Ἰσραηλιτῶν λαὸς ἴδιον οὐκ ἔχει, ὅτι πέμπει πρὸς τὸν ἀλλότριον βασιλεὺς αὐτῶν περὶ τῆς σωτηρίας ἐρησομένους, κελεῦσαί τε αὐτοὺς ὑποστρέψαι καὶ φράσαι τῷ βασιλεῖ, ὅτι μὴ διαφεύξεται τὴν νόσον.τοῦ δὲ Ἠλία ποιήσαντος ἃ προσέταξεν ὁ θεὸς ἀκούσαντες οἱ ἄγγελοι τὰ παρʼ αὐτοῦ παραχρῆμα ὑπέστρεψαν πρὸς τὸν βασιλέα. θαυμάζοντος δὲ τὸ τάχος τῆς ἐπανόδου καὶ τὴν αἰτίαν ἐρωτήσαντος ἔφασαν ἀπαντῆσαί τινα αὐτοῖς ἄνθρωπον καὶ κωλῦσαι μὲν προσωτέρω χωρεῖν, ἀναστρέψαντας δέ σοι λέγειν ἐξ ἐντολῆς τοῦ Ἰσραηλιτῶν θεοῦ, ὅτι κάκιον ἕξει ἡ νόσος.τοῦ δὲ βασιλέως σημαίνειν αὐτῷ τὸν ταῦτʼ εἰρηκότα κελεύσαντος, ἄνθρωπον ἔλεγον δασὺν καὶ ζώνην περιειλημμένον δερματίνην. συνεὶς δὲ ἐκ τούτων Ἠλίαν εἶναι τὸν σημαινόμενον ὑπὸ τῶν ἀγγέλων πέμψας πρὸς αὐτὸν ταξίαρχον καὶ πεντήκοντα ὁπλίτας ἀχθῆναι αὐτὸν ἐκέλευσεν.εὑρὼν δὲ τὸν Ἠλίαν ὁ πεμφθεὶς ταξίαρχος ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους καθεζόμενον καταβάντα ἥκειν ἐκέλευε πρὸς τὸν βασιλέα· κελεύειν γὰρ τοῦτο ἐκεῖνον· εἰ δὲ μὴ θελήσειεν, ἄκοντα βιάσεσθαι. ὁ δὲ εἰπὼν πρὸς αὐτὸν ἐπὶ πείρᾳ τοῦ προφήτης ἀληθὴς ὑπάρχειν εὔξεσθαι πῦρ ἀπʼ οὐρανοῦ πεσὸν ἀπολέσαι τούς τε στρατιώτας καὶ αὐτὸν εὔχεται, καὶ πρηστὴρ κατενεχθεὶς διαφθείρει τόν τε ταξίαρχον καὶ τοὺς σὺν αὐτῷ.