ὡς δὲ ἤκουσαν οἱ Μωαβῖται τοὺς τρεῖς βασιλέας ἐπʼ αὐτοὺς βαδίζοντας καὶ διὰ τῆς ἐρήμου ποιουμένους τὴν ἔφοδον, ὁ βασιλεὺς αὐτῶν εὐθὺς συλλέξας στρατιὰν ἐκέλευσεν ἐπὶ τῶν ὅρων βάλλεσθαι τὸ στρατόπεδον, ἵνα αὐτοὺς μὴ λάθωσιν εἰς τὴν χώραν ἐμβαλόντες οἱ πολέμιοι.θεασάμενοι δὲ ὑπὸ τὴν ἀνατολὴν ἡλίου τὸ ἐν τῷ χειμάρρῳ ὕδωρ, καὶ γὰρ οὐδὲ μακρὰν ἦν τῆς Μωαβίτιδος, αἵματι τὴν χροὰν ὅμοιον, τότε γὰρ μάλιστα πρὸς τὴν αὐγὴν τὸ ὕδωρ ἐρυθραίνεται, ψευδῆ δόξαν περὶ τῶν πολεμίων ἐλάμβανον ὡς ἀπεκτονότων ἑαυτοὺς διὰ δίψος καὶ τοῦ ποταμοῦ αἷμα αὐτοῖς ῥέοντος.τοῦτο τοίνυν οὕτως ἔχειν ὑπολαβόντες ἠξίωσαν αὐτοὺς ἐπὶ διαρπαγὴν τῶν πολεμίων ἐκπέμψαι τὸν βασιλέα καὶ πάντες ἐξορμήσαντες ὡς ἐπὶ ἑτοίμην ὠφέλειαν ἦλθον εἰς τὸ τῶν ἐχθρῶν στρατόπεδον ὡς ἀπολωλότων. καὶ διαψεύδεται μὲν αὐτοῖς ἡ ἐλπὶς αὕτη, περιστάντων δὲ τῶν πολεμίων οἱ μὲν αὐτῶν κατεκόπησαν οἱ δὲ διεσπάρησαν εἰς τὴν ἰδίαν χώραν φεύγοντες.ἐμβαλόντες δὲ εἰς τὴν Μωαβιτῶν οἱ βασιλεῖς τάς τε πόλεις κατεστρέψαντο τὰς ἐν αὐτῇ καὶ τοὺς ἀγροὺς αὐτῶν διήρπασαν καὶ ἠφάνισαν πληροῦντες τῶν ἐκ τῶν χειμάρρων λίθων, καὶ τὰ κάλλιστα τῶν δένδρων ἔκοψαν, καὶ τὰς πηγὰς ἐνέφραξαν τῶν ὑδάτων, καὶ τὰ τείχη καθεῖλον ἕως ἐδάφους.ὁ δὲ βασιλεὺς τῶν Μωαβιτῶν συνδιωκόμενος τῇ πολιορκίᾳ καὶ τὴν πόλιν ὁρῶν κινδυνεύουσαν αἱρεθῆναι κατὰ κράτος ὥρμησε μεθʼ ἑπτακοσίων ἐξελθὼν διὰ τοῦ τῶν πολεμίων ἐξιππάσασθαι στρατοπέδου, καθʼ ὃ μέρος ἐνόμιζεν αὐτοὺς τὰς φυλακὰς ἀνεῖσθαι. καὶ πειραθεὶς οὐκ ἠδυνήθη φυγεῖν· ἐπιτυγχάνει γὰρ ἐπιμελῶς φρουρουμένῳ τῷ τόπῳ.ὑποστρέψας δὲ εἰς τὴν πόλιν ἔργον ἀπογνώσεως καὶ δεινῆς ἀνάγκης διεπράξατο· τῶν υἱῶν τὸν πρεσβύτατον, ὃς μετʼ αὐτὸν βασιλεύειν ἤμελλεν, ἀναγαγὼν ἐπὶ τὸ τεῖχος ὥστε ἅπασι φανερὸν γενέσθαι τοῖς πολεμίοις ἱερούργησεν εἰς ὁλοκαύτωσιν τῷ θεῷ. θεασάμενοι δʼ αὐτὸν οἱ βασιλεῖς κατῴκτειραν τῆς ἀνάγκης καὶ παθόντες ἀνθρώπινόν τι καὶ ἐλεεινὸν διέλυσαν τὴν πολιορκίαν καὶ ἕκαστος εἰς τὴν οἰκείαν ἀνέστρεψαν.Ἰωσαφάτης δὲ παραγενόμενος εἰς Ἱεροσόλυμα καὶ μετʼ εἰρήνης διαγαγὼν ὀλίγον ἐπιβιώσας χρόνον μετὰ τὴν στρατείαν ἐκείνην ἀπέθανε, ζήσας μὲν ἐτῶν ἀριθμὸν ἑξήκοντα, βασιλεύσας δὲ ἐξ αὐτῶν πέντε καὶ εἴκοσι. ταφῆς δὲ ἔτυχε μεγαλοπρεποῦς ἐν Ἱεροσολύμοις· καὶ γὰρ ἦν μιμητὴς τῶν Δαυίδου ἔργων.Κατέλιπε δὲ καὶ παῖδας ἱκανούς, διάδοχον δʼ ἀπέδειξε τὸν πρεσβύτατον Ἰώραμον· ταὐτὸ γὰρ εἶχεν ὄνομα τῷ τῆς γυναικὸς ἀδελφῷ, βασιλεύοντι δὲ τῶν Ἰσραηλιτῶν, Ἀχάβου δὲ παιδί.παραγενόμενος δʼ ἐκ τῆς Μωαβίτιδος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς εἰς Σαμάρειαν εἶχε σὺν αὑτῷ τὸν προφήτην Ἐλισσαῖον, οὗ τὰς πράξεις βούλομαι διελθεῖν, λαμπραὶ γάρ εἰσι καὶ ἱστορίας ἄξιαι, καθὼς ἐν ταῖς ἱεραῖς βίβλοις ἐπεγνώκαμεν.Προσελθοῦσαν γὰρ αὐτῷ φασι τὴν Ὠβεδίου τοῦ Ἀχάβου οἰκονόμου γυναῖκα εἰπεῖν, ὡς οὐκ ἀγνοεῖ πῶς ὁ ἀνὴρ αὐτῆς τοὺς προφήτας περιέσωσεν ὑπὸ τῆς Ἀχάβου γυναικὸς Ἰεζαβέλας ἀναιρουμένους· ἑκατὸν γὰρ ἔλεγεν ὑπʼ αὐτοῦ δανεισαμένου τραφῆναι κεκρυμμένους· καὶ μετὰ τὴν τἀνδρὸς τελευτὴν ἄγεσθαι νῦν ὑπὸ τῶν δανειστῶν αὐτήν τε καὶ τέκνα πρὸς δουλείαν, παρεκάλει τε διὰ ταύτην τὴν ἐργασίαν τἀνδρὸς ἐλεῆσαί τε καὶ παρασχεῖν τινα βοήθειαν.πυθομένῳ δʼ αὐτῷ, τί ἔχει ἐπὶ τῆς οἰκίας, ἄλλο μὲν οὐδὲν ἔφη, ἔλαιον δὲ βραχὺ λίαν ἐν κεραμίῳ. ὁ δὲ προφήτης ἀπελθοῦσαν ἐκέλευσεν ἀγγεῖα χρήσασθαι πολλὰ παρὰ τῶν γειτόνων κενὰ καὶ τὰς θύρας ἀποκλείσασαν τοῦ δωματίου μεταχεῖν εἰς ἅπαντα τὸ ἔλαιον· τὸν γὰρ θεὸν πληρώσειν αὐτά.τῆς δὲ γυναικὸς τὰ κελευσθέντα ποιούσης καὶ τοῖς τέκνοις προσφέρειν ἕκαστον τῶν ἀγγείων προσταττούσης, ἐπεὶ πάντα ἐπληρώθη καὶ μηδὲν ἦν κενόν, ἐλθοῦσα πρὸς τὸν προφήτην ταῦτα ἀπήγγειλεν.ὁ δὲ συνεβούλευε τοὔλαιον ἀπελθούσῃ ἀποδόσθαι καὶ τοῖς δανεισταῖς ἀποδοῦναι τὰ ὀφειλόμενα· γενήσεσθαι δέ τι καὶ περισσὸν ἐκ τῆς τιμῆς τοῦ ἐλαίου, ᾧ πρὸς διατροφὴν τὴν τῶν τέκνων καταχρήσεται. καὶ Ἐλισσαῖος μὲν οὕτως ἀπήλλαξε τῶν χρεῶν τὴν γυναῖκα καὶ τῆς ἀπὸ τῶν δανειστῶν ὕβρεως ἠλευθέρωσεν.Ἐλισσαῖος δὲ ταχέως πρὸς Ἰώραμον ἐξαπέστειλε φυλάττεσθαι τὸν τόπον ἐκεῖνον αὐτῷ παραινῶν· εἶναι γὰρ ἐν αὐτῷ Σύρους τινὰς τοὺς ἐκεῖ λοχῶντας αὐτὸν ἀνελεῖν. καὶ ὁ μὲν βασιλεὺς οὐκέτʼ ἐπὶ τὴν θήραν ἐξώρμησε τῷ προφήτῃ πειθόμενος·Ἄδερ δὲ τῆς ἐπιβουλῆς διαμαρτὼν ὡς τῶν ἰδίων αὐτοῦ καταμηνυσάντων πρὸς τὸν Ἰώραμον τὴν ἐνέδραν, ὠργίζετό τε καὶ μεταπεμψάμενος αὐτοὺς προδότας ἔλεγε τῶν ἀπορρήτων αὐτοῦ καὶ θάνατον ἠπείλει φανερᾶς τῆς ἐπιχειρήσεως, ἣν μόνοις ἐκείνοις ἐπίστευσε, τῷ πολεμίῳ γεγενημένης.φήσαντος δέ τινος τῶν παρόντων ψευδοδοξεῖν αὐτόν, μηδὲ ὑπονοεῖν αὐτὸν ὡς πρὸς τὸν ἐχθρὸν αὐτοῦ κατειρηκότας τὴν ἔκπεμψιν τῶν ἀναιρησόντων αὐτούς, ἀλλὰ γινώσκειν ὅτι Ἐλισσαῖός ἐστιν ὁ προφήτης ὁ πάντα μηνύων αὐτῷ καὶ φανερὰ ποιῶν τὰ ὑπʼ αὐτοῦ βουλευόμενα, προσέταξε πέμψας μαθεῖν ἐν τίνι πόλει τυγχάνει διατρίβων Ἐλισσαῖος.