καὶ τέλος μὲν τοὺς Ἰσραηλίτας τοιοῦτο κατέλαβε παραβάντας τοὺς νόμους καὶ παρακούσαντας τῶν προφητῶν, οἳ προύλεγον ταύτην αὐτοῖς τὴν συμφορὰν μὴ παυσαμένοις τῶν ἀσεβημάτων.ἦρξε δʼ αὐτοῖς τῶν κακῶν ἡ στάσις, ἣν ἐστασίασαν πρὸς Ῥοβόαμον τὸν Δαυίδου υἱωνὸν Ἱερόβαμον τὸν τούτου δοῦλον αὑτῶν ἀποδείξαντες βασιλέα, ὃς εἰς τὸ θεῖον ἐξαμαρτὼν ἐχθρὸν αὐτοῖς τοῦτο ἐποίησε μιμησαμένοις τὴν ἐκείνου παρανομίαν. ἀλλʼ ὁ μὲν ἧς ἦν ἄξιος δίκης ταύτην ὑπέσχεν.Ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε πολεμῶν τήν τε Συρίαν πᾶσαν τήν τε Φοινίκην, τό τε ὄνομα τούτου τοῦ βασιλέως ἐν τοῖς Τυρίων ἀρχείοις ἀναγέγραπται· ἐστράτευσε γὰρ ἐπὶ Τύρον βασιλεύοντος αὐτῆς Ἐλουλαίου. μαρτυρεῖ δὲ καὶ τούτοις Μένανδρος ὁ τῶν χρονικῶν ποιησάμενος τὴν ἀναγραφὴν καὶ τὰ τῶν Τυρίων ἀρχεῖα μεταφράσας εἰς τὴν Ἑλληνικὴν γλῶτταν, ὃς οὕτως ἐδήλωσε·καὶ Ἐλουλαῖος θεμένων αὐτῷ Πύας ὄνομα ἐβασίλευσεν ἔτη τριακονταέξ. οὗτος ἀποστάντων Κιτταίων ἀναπλεύσας προσηγάγετο αὐτοὺς πάλιν. ἐπὶ τούτου Σελάμψας ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐπῆλθε Φοινίκην πολεμῶν ἅπασαν, ὅστις σπεισάμενος εἰρήνην μετὰ πάντων ἀνεχώρησεν ὀπίσω·ἀπέστη τε Τυρίων Σιδὼν καὶ Ἄρκη καὶ ἡ πάλαι Τύρος καὶ πολλαὶ ἄλλαι πόλεις, αἳ τῷ Ἀσσυρίων ἑαυτὰς βασιλεῖ παρέδοσαν. διʼ ἃ Τυρίων οὐχ ὑποταγέντων πάλιν ὁ βασιλεὺς ἐπʼ αὐτοὺς ὑπέστρεψε Φοινίκων συμπληρωσάντων αὐτῷ ναῦς ἑξήκοντα καὶ ἐπικώπους ὀκτακοσίους.αἷς ἐπιπλεύσαντες οἱ Τύριοι ναυσὶ δεκαδύο τῶν νεῶν τῶν ἀντιπάλων διασπαρεισῶν λαμβάνουσιν αἰχμαλώτους ἄνδρας εἰς πεντακοσίους· ἐπετάθη δὴ πάντων ἐν Τύρῳ τιμή.διὰ ταῦτʼ ἀναζεύξας ὁ τῶν Ἀσσυρίων βασιλεὺς κατέστησε φύλακας ἐπὶ τοῦ ποταμοῦ καὶ τῶν ὑδραγωγείων, οἳ διακωλύσουσι Τυρίους ἀρύεσθαι, καὶ τοῦτο ἔτεσι πέντε γενόμενον ἐκαρτέρησαν πίνοντες ἐκ φρεάτων ὀρυκτῶν. καὶ τὰ μὲν ἐν τοῖς Τυρίων ἀρχείοις γεγραμμένα κατὰ Σαλμανάσσου τοῦ Ἀσσυρίων βασιλέως ταῦτʼ ἐστίν.Οἱ δὲ μετοικισθέντες εἰς τὴν Σαμάρειαν Χουθαῖοι, ταύτῃ γὰρ ἐχρῶντο μέχρι δεῦρο τῇ προσηγορίᾳ διὰ τὸ ἐκ τῆς Χουθᾶ καλουμένης χώρας μεταχθῆναι, αὕτη δʼ ἐστὶν ἐν τῇ Περσίδι καὶ ποταμὸς τοῦτʼ ἔχων ὄνομα, ἕκαστοι κατὰ ἔθνος ἴδιον θεὸν εἰς τὴν Σαμάρειαν κομίσαντες, πέντε δʼ ἦσαν, καὶ τούτους καθὼς ἦν πάτριον αὐτοῖς σεβόμενοι παροξύνουσι τὸν μέγιστον θεὸν εἰς ὀργὴν καὶ χόλον.λοιμὸν γὰρ αὐτοῖς ἐνέσκηψεν, ὑφʼ οὗ φθειρόμενοι οὐδεμίαν τῶν κακῶν θεραπείαν ἐπινοοῦντες χρησμῷ θρησκεύειν τὸν μέγιστον θεόν, ὡς τοῦτο σωτήριον αὐτοῖς ὄν, ἔμαθον. πέμψαντες οὖν πρὸς τὸν Ἀσσυρίων βασιλέα πρέσβεις ἐδέοντο ἱερεῖς αὐτοῖς ὧν ἔλαβεν αἰχμαλώτων τοὺς Ἰσραηλίτας πολεμήσας ἀποστεῖλαι.πέμψαντός τε τὰ νόμιμα καὶ τὴν περὶ τὸν θεὸν τοῦτον ὁσίαν διδαχθέντες ἐθρήσκευον αὐτὸν φιλοτίμως καὶ τοῦ λοιμοῦ παραχρῆμα ἐπαύσαντο. χρώμενοί τε τοῖς αὐτοῖς ἔτι καὶ νῦν ἔθεσι διατελοῦσιν οἱ κατὰ μὲν τὴν Ἑβραίων γλῶτταν Χουθαῖοι, κατὰ δὲ τὴν Ἑλλήνων Σαμαρεῖται,οἳ πρὸς μεταβολὴν συγγενεῖς μὲν ὅταν εὖ πράττοντας βλέπωσι τοὺς Ἰουδαίους ἀποκαλοῦσιν ὡς ἐξ Ἰωσήπου φύντες καὶ τὴν ἀρχὴν ἐκεῖθεν τῆς πρὸς αὐτοὺς ἔχοντες οἰκειότητος, ὅταν δὲ πταίσαντας ἴδωσιν, οὐδαμόθεν αὐτοῖς προσήκειν λέγουσιν οὐδʼ εἶναι δίκαιον οὐδὲν αὐτοῖς εὐνοίας ἢ γένους, ἀλλὰ μετοίκους ἀλλοεθνεῖς ἀποφαίνουσιν αὑτούς. περὶ μὲν τούτων ἕξομεν εὐκαιρότερον εἰπεῖν.