ἐξαπέστειλε δὲ καὶ πρὸς τοὺς Ἰσραηλίτας προτρεπόμενος αὐτοὺς ἀφέντας τὸν ἄρτι βίον εἰς τὴν ἀρχαίαν ἐπανελθεῖν συνήθειαν καὶ σέβειν τὸν θεόν· καὶ γὰρ ἐπιτρέπειν αὐτοῖς παραγενομένοις εἰς Ἱεροσόλυμα τὴν τῶν ἀζύμων ἑορτὴν ἄγειν καὶ συμπανηγυρίζειν αὐτοῖς. ταῦτα δʼ ἔλεγε παραινεῖν, οὐχ ὅπως ὑπακούσωσιν αὐτοῦ εἰ μὴ θέλουσι, τοῦ δʼ ἐκείνοις συμφέροντος ἕνεκα· μακαρίους γὰρ ἔσεσθαι.οἱ δὲ Ἰσραηλῖται παραγενομένων τῶν πρέσβεων καὶ δηλωσάντων αὐτοῖς τὰ παρὰ τοῦ ἰδίου βασιλέως οὐ μόνον οὐκ ἐπείσθησαν, ἀλλὰ καὶ τοὺς πρέσβεις ὡς ἀνοήτους ἐχλεύασαν, καὶ τοὺς προφήτας δὲ ὁμοίως ταῦτα παραινοῦντας καὶ προλέγοντας ἃ πείσονται μὴ μεταθέμενοι πρὸς τὴν εὐσέβειαν τοῦ θεοῦ διέπτυον καὶ τελευταῖον συλλαβόντες αὐτοὺς ἀπέκτειναν.καὶ οὐδὲ μέχρι τούτων αὐτοῖς ἤρκεσε παρανομοῦσιν, ἀλλὰ χείρω τῶν προειρημένων ἐπενοοῦντο καὶ οὐ πρότερον ἐπαύσαντο, πρὶν ἢ τοῖς πολεμίοις αὐτοὺς ἀμυνόμενος τῆς ἀσεβείας ὁ θεὸς ἐποίησεν ὑποχειρίους. καὶ περὶ μὲν τούτων αὖθις δηλώσομεν.πολλοὶ μέντοι τῆς Μανασσίτιδος φυλῆς καὶ Ζαβούλου καὶ Ἰσσαχάρου πεισθέντες οἷς οἱ προφῆται παρῄνεσαν εἰς εὐσέβειαν μετεβάλοντο. καὶ οὗτοι πάντες εἰς Ἱεροσόλυμα πρὸς Ἐζεκίαν συνέδραμον, ὅπως τῷ θεῷ προσκυνήσωσιν.Ἀφικομένων δὲ τούτων ὁ βασιλεὺς Ἐζεκίας ἀναβὰς εἰς τὸ ἱερὸν μετὰ τῶν ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἔθυσεν ὑπὲρ αὑτοῦ ταύρους ἑπτὰ καὶ κριοὺς τοσούτους καὶ ἄρνας ἑπτὰ καὶ ἐρίφους τοσούτους. ἐπιθέντες δὲ τὰς χεῖρας ταῖς κεφαλαῖς τῶν ἱερείων αὐτός τε ὁ βασιλεὺς καὶ οἱ ἡγεμόνες τοῖς ἱερεῦσι καλλιερεῖν ἐφῆκαν.καὶ οἱ μὲν ἔθυόν τε καὶ ὡλοκαύτουν, οἱ δὲ Λευῖται περιεστῶτες ἐν κύκλῳ μετὰ τῶν μουσικῶν ὀργάνων ᾖδον ὕμνους εἰς τὸν θεὸν καὶ ἔψαλλον ὡς ἐδιδάχθησαν ὑπὸ Δαυίδου, οἱ δὲ λοιποὶ ἱερεῖς βυκάνας ἔχοντες ἐπεσάλπιζον τοῖς ὑμνῳδοῦσι. τούτων δὲ γινομένων ἐπὶ πρόσωπον ῥίψαντες αὑτοὺς ὅ τε βασιλεὺς καὶ τὸ πλῆθος προσεκύνουν τὸν θεόν.ἔπειτα θύει μὲν βοῦς ἑβδομήκοντα κριοὺς ἑκατὸν ἄρνας διακοσίους, τῷ πλήθει δὲ πρὸς εὐωχίαν ἐχαρίσατο βοῦς μὲν ἑξακοσίους τὰ δὲ λοιπὰ θρέμματα τρισχίλια· καὶ πάντα μὲν οἱ ἱερεῖς ἀκολούθως ἐποίησαν τῷ νόμῳ. τούτοις δʼ ὁ βασιλεὺς ἡδόμενος εὐωχεῖτο μετὰ τοῦ λαοῦ τῷ θεῷ χάριν ἔχειν ὁμολογῶν.ἐνστάσης δὲ τῆς τῶν ἀζύμων ἑορτῆς θύσαντες τὴν λεγομένην φάσκα τὰς ἄλλας τὸ λοιπὸν θυσίας ἐπετέλουν ἐπὶ ἡμέρας ἑπτά. τῷ δὲ πλήθει πάρεξ ὧν ἐκαλλιέρησαν αὐτοὶ ταύρους μὲν δισχιλίους θρέμματα δὲ ἑπτακισχίλια ὁ βασιλεὺς ἐχαρίσατο. τὸ δʼ αὐτὸ καὶ οἱ ἡγεμόνες ἐποίησαν· χιλίους μὲν γὰρ ταύρους ἔδοσαν αὐτοῖς θρέμματα δὲ χίλια καὶ τεσσαράκοντα.καὶ τοῦτον τὸν τρόπον ἀπὸ Σολόμωνος τοῦ βασιλέως οὐκ ἀχθεῖσα ἡ ἑορτὴ τότε πρῶτον λαμπρῶς καὶ φιλοτίμως ἐπετελέσθη. ὡς δὲ τὰ περὶ τὴν ἑορτὴν αὐτοῖς πέρας εἶχεν, ἐξελθόντες εἰς τὴν χώραν ἥγνισαν αὐτήν·καὶ τὴν πόλιν δὲ παντὸς ἐκάθηραν μιάσματος εἰδώλων, τάς τε καθημερινὰς θυσίας ὁ βασιλεὺς ἐκ τῶν ἰδίων ἐπιτελεῖσθαι διέταξε κατὰ τὸν νόμον, καὶ τοῖς ἱερεῦσι καὶ Ληουίταις τὰς δεκάτας ὥρισε παρὰ τοῦ πλήθους δίδοσθαι καὶ τὰς ἀπαρχὰς τῶν καρπῶν, ἵνʼ ἀεὶ τῇ θρησκείᾳ παραμένωσι καὶ τῆς θεραπείας ὦσιν ἀχώριστοι τοῦ θεοῦ.καὶ τὸ μὲν πλῆθος συνεισέφερε παντοδαπὸν καρπὸν τοῖς ἱερεῦσι καὶ Λευίταις, ἀποθήκας δὲ καὶ ταμιεῖα τούτων ὁ βασιλεὺς κατασκευάσας ἑκάστῳ διένειμε τῶν ἱερέων καὶ Ληουιτῶν καὶ παισὶν αὐτῶν καὶ γυναιξί·καὶ οὕτω πάλιν εἰς τὴν ἀρχαίαν θρησκείαν ἐπανῆλθον. ταῦτα δὲ τὸν προειρημένον τρόπον ὁ βασιλεὺς καταστησάμενος πόλεμον ἐξήνεγκε πρὸς τοὺς Παλαιστίνους καὶ νικήσας κατέσχεν ἁπάσας ἀπὸ Γάζης μέχρι Γίττης πόλεις τῶν πολεμίων. ὁ δὲ τῶν Ἀσσυρίων βασιλεὺς πέμψας ἠπείλει πᾶσαν αὐτοῦ καταστρέψεσθαι τὴν ἀρχήν, εἰ μὴ τοὺς φόρους, οὓς ὁ πατὴρ αὐτοῦ τὸ πρῶτον ἐτέλει, τούτους ἀποδώσει.Ἐζεκίας δὲ τῶν μὲν ἀπειλῶν οὐκ ἐφρόντισʼ, ἐθάρρει δὲ ἐπὶ τῇ πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῷ προφήτῃ Ἡσαΐᾳ, παρʼ οὗ πάντʼ ἀκριβῶς τὰ μέλλοντα ἐπυνθάνετο. καὶ ὧδε μὲν ἡμῖν ἐπὶ τοῦ παρόντος ἐχέτω τὰ περὶ τούτου τοῦ βασιλέως.Σαλμανάσσης δὲ ὁ τῶν Ἀσσυρίων βασιλεύς, ἐπεὶ ἠγγέλη αὐτῷ ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς Ὠσείης πέμψας κρύφα πρὸς Σώαν τὸν τῶν Αἰγυπτίων βασιλέα παρακαλῶν αὐτὸν ἐπὶ συμμαχίαν τὴν κατʼ αὐτοῦ, παροξυνθεὶς ἐστράτευσεν ἐπὶ τὴν Σαμάρειαν ἔτει ἑβδόμῳ τῆς Ὠσήου βασιλείας.οὐ δεξαμένου δʼ αὐτὸν τοῦ βασιλέως ἔτεσι πολιορκήσας τρισὶν εἷλε κατὰ κράτος τὴν Σαμάρειαν, ἔνατον μὲν ἔτος Ὠσήου βασιλεύοντος ἕβδομον δὲ Ἐζεκίου τοῦ τῶν Ἱεροσολυμιτῶν βασιλέως, καὶ τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν ἄρδην ἠφάνισε καὶ πάντα τὸν λαὸν μετῴκισεν εἰς τὴν Μηδίαν καὶ Περσίδα, ἐν οἷς καὶ τὸν βασιλέα Ὠσῆν ζῶντα ἔλαβε.καὶ μεταστήσας ἄλλα ἔθνη ἀπὸ Χούθου τόπου τινός, ἔστι γὰρ ἐν τῇ Περσίδι ποταμὸς τοῦτʼ ἔχων τοὔνομα, κατῴκισεν εἰς τὴν Σαμάρειαν καὶ τὴν τῶν Ἰσραηλιτῶν χώραν.μετῴκησαν οὖν αἱ δέκα φυλαὶ τῶν Ἰσραηλιτῶν ἐκ τῆς Ἰουδαίας μετὰ ἐτῶν ἀριθμὸν ἐνακοσίων τεσσαρακονταεπτά, ἀφʼ οὗ χρόνου τὴν Αἴγυπτον ἐξῆλθον αὐτῶν οἱ πρόγονοι, ὃν δὲ κατέσχον τὴν χώραν ταύτην στρατηγοῦντος Ἰησοῦ ἔστιν ἐτῶν ὀκτακοσίων· ἀφʼ οὗ δʼ ἀποστάντες ἀπὸ Ῥοβοάμου τοῦ Δαυίδου υἱωνοῦ τὴν βασιλείαν Ἱεροβοάμῳ παρέδοσαν, ὥς μοι καὶ πρότερον δεδήλωται, ἔτη ἐστὶ διακόσια τεσσαράκοντα μῆνες ἑπτὰ ἡμέραι ἑπτά.