τῆς δὲ ἀπωλείας τῆς τούτων δηλωθείσης τῷ βασιλεῖ παροξυνθεὶς ἄλλον ταξίαρχον πέμπει ἐπὶ τὸν Ἠλίαν σὺν ὁπλίταις τοσούτοις, ὅσοις καὶ τὸν πρότερον συναπέστειλεν. ἀπειλήσαντος δὲ καὶ τούτου τῷ προφήτῃ βίᾳ λαβόντα ἄξειν αὐτὸν εἰ μὴ κατέλθοι βουλόμενος, εὐξαμένου κατʼ αὐτοῦ πῦρ διεχρήσατο καθὼς καὶ τὸν πρὸ αὐτοῦ ταξίαρχον.πυνθανόμενος δὲ καὶ τὰ περὶ τοῦτον ὁ βασιλεὺς τρίτον ἐξέπεμψεν. ὁ δὲ φρόνιμος ὢν καὶ λίαν ἐπιεικὴς τὸ ἦθος ἐλθὼν ἐπὶ τὸν τόπον, οὗ συνέβαινεν εἶναι τὸν Ἠλίαν, φιλοφρόνως προσεῖπεν αὐτόν· γινώσκειν δʼ ἔλεγεν, ὅτι μὴ βουλόμενος βασιλικῷ διακονῶν προστάγματι παρείη πρὸς αὐτόν, καὶ οἱ πρὸ αὐτοῦ πεμφθέντες οὐχ ἑκόντες ἀλλὰ κατὰ τὴν αὐτὴν αἰτίαν ἦλθον· ἐλεῆσαι τοιγαροῦν αὐτὸν ἠξίου τούς τε σὺν αὐτῷ παρόντας ὁπλίτας καὶ καταβάντα ἕπεσθαι πρὸς τὸν βασιλέα.ἀποδεξάμενος δὲ τὴν δεξιότητα τῶν λόγων καὶ τὸ ἀστεῖον τοῦ ἤθους ὁ Ἠλίας καταβὰς ἠκολούθησε. παραγενόμενος δὲ πρὸς τὸν βασιλέα προεφήτευσεν αὐτῷ καὶ τὸν θεὸν ἐδήλου λέγειν· ἐπειδὴ κατέγνως μὲν αὐτοῦ ὡς οὐκ ὄντος θεοῦ καὶ περὶ τῆς νόσου οὐ τἀληθὲς προειπεῖν δυναμένου, πρὸς δὲ τὸν Ἀκκαρωνιτῶν ἔπεμπες παρʼ αὐτοῦ πυνθανόμενος ποδαπὸν ἔσται σοι τῆς νόσου τέλος, γίνωσκε ὅτι τεθνήξῃ.Καὶ ὁ μὲν ὀλίγου σφόδρα χρόνου διελθόντος καθὼς προεῖπεν Ἠλίας ἀπέθανε, διαδέχεται δʼ αὐτοῦ τὴν βασιλείαν ὁ ἀδελφὸς Ἰώραμος· ἄπαις γὰρ κατέστρεψε τὸν βίον. ὁ δὲ Ἰώραμος οὗτος τῷ πατρὶ Ἀχάβῳ τὴν πονηρίαν παραπλήσιος γενόμενος ἐβασίλευσεν ἔτη δώδεκα πάσῃ παρανομίᾳ χρησάμενος καὶ ἀσεβείᾳ πρὸς τὸν θεόν· παρεὶς γὰρ τοῦτον θρησκεύειν τοὺς ξενικοὺς ἐσέβετο·ἦν δὲ τἆλλα δραστήριος. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἠλίας ἐξ ἀνθρώπων ἠφανίσθη καὶ οὐδεὶς ἔγνω μέχρι τῆς σήμερον αὐτοῦ τὴν τελευτήν· μαθητὴν δὲ Ἐλισσαῖον κατέλιπεν, ὡς καὶ πρότερον ἐδηλώσαμεν. περὶ μέντοι γε Ἠλία καὶ Ἐνώχου τοῦ γενομένου πρὸ τῆς ἐπομβρίας ἐν ταῖς ἱεραῖς ἀναγέγραπται βίβλοις, ὅτι γεγόνασιν ἀφανεῖς, θάνατον δʼ αὐτῶν οὐδεὶς οἶδεν.Παραλαβὼν δὲ τὴν βασιλείαν Ἰώραμος ἐπὶ τὸν Μωαβιτῶν ἔγνω στρατεύειν βασιλέα Μεισὰν ὄνομα· τοῦ γὰρ ἀδελφοῦ αὐτοῦ, καθὼς προείπαμεν, ἔτυχεν ἀποστὰς φόρους τελῶν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ μυριάδας εἴκοσι προβάτων σὺν τοῖς πόκοις.συναθροίσας οὖν τὴν οἰκείαν δύναμιν ἔπεμψε πρὸς Ἰωσαφάτην παρακαλῶν αὐτόν, ἐπεὶ φίλος ἀπʼ ἀρχῆς ὑπῆρχεν αὐτοῦ τῷ πατρί, συμμαχῆσαι πόλεμον ἐπὶ τοὺς Μωαβίτας ἐκφέρειν μέλλοντι ἀποστάντας αὐτοῦ τῆς βασιλείας. ὁ δʼ οὐ μόνον αὐτὸς βοηθήσειν ὑπέσχετο, ἀλλὰ καὶ τὸν Ἰδουμαίων βασιλέα συναναγκάσειν ὄντα ὑφʼ ἑαυτὸν συστρατεύσασθαι.Ἰώραμος δὲ τοιούτων αὐτῷ τῶν παρὰ Ἰωσαφάτου περὶ τῆς συμμαχίας κομισθέντων ἀναλαβὼν αὑτοῦ τὴν στρατιὰν ἧκεν εἰς Ἱεροσόλυμα, καὶ ξενισθεὶς λαμπρῶς ὑπὸ τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν, δόξαν αὐτοὺς διὰ τῆς ἐρήμου τῆς Ἰδουμαίας ποιήσασθαι τὴν πορείαν ἐπὶ τοὺς πολεμίους, οὐ γὰρ προσδοκήσειν αὐτοὺς ταύτῃ ποιήσεσθαι τὴν ἔφοδον, ὥρμησαν οἱ τρεῖς βασιλεῖς ἐκ τῶν Ἱεροσολύμων, ὅ τε τούτων αὐτῶν καὶ ὁ τῶν Ἰσραηλιτῶν καὶ ὁ τῆς Ἰδουμαίας,καὶ κυκλεύσαντες ἑπτὰ ἡμερῶν ὁδὸν εἰς ἀπορίαν ὕδατος τοῖς τε κτήνεσι καὶ τῇ στρατιᾷ περιέστησαν πλανηθέντων τὰς ὁδοὺς αὐτοῖς τῶν ἡγουμένων, ὡς ἀγωνιᾶν μὲν ἅπαντας, μάλιστα δὲ τὸν Ἰώραμον καὶ ὑπὸ λύπης ἐκβοῆσαι πρὸς τὸν θεόν, τί κακὸν αἰτιασάμενος ἀγάγοι τοὺς τρεῖς βασιλεῖς ἀμαχητὶ παραδώσοντας ἑαυτοὺς τῷ Μωαβιτῶν βασιλεῖ;παρεθάρρυνε δʼ αὐτὸν ὁ Ἰωσαφάτης δίκαιος ὢν καὶ πέμψαντα εἰς τὸ στρατόπεδον ἐκέλευσε γνῶναι, εἴ τις αὐτοῖς τοῦ θεοῦ προφήτης συνελήλυθεν, ἵνα διʼ αὐτοῦ μάθωμεν παρὰ τοῦ θεοῦ, τί ποιητέον ἡμῖν. οἰκέτου δέ τινος φήσαντος τῶν Ἰωράμου ἰδεῖν αὐτόθι τὸν Ἠλία μαθητὴν Ἐλισσαῖον Σαφάτου παῖδα πρὸς αὐτὸν ἀπίασιν οἱ τρεῖς βασιλεῖς Ἰωσαφάτου παραινέσαντος.ἐλθόντες δʼ ἐπὶ τὴν σκηνὴν τοῦ προφήτου, ἔτυχε δʼ ἔξω τῆς παρεμβολῆς κατεσκηνωκώς, ἐπηρώτων τὸ μέλλον ἐπὶ τῆς στρατιᾶς, μάλιστα δὲ ὁ Ἰώραμος. τοῦ δὲ μὴ διοχλεῖν αὐτῷ φράσαντος ἀλλὰ πρὸς τοὺς τοῦ πατρὸς αὐτοῦ καὶ τῆς μητρὸς βαδίζειν προφήτας, εἶναι γὰρ ἐκείνους ἀληθεῖς, ἐδεῖτο προφητεύειν καὶ σώζειν αὐτούς.ὁ δὲ ὀμόσας τὸν θεὸν οὐκ ἂν ἀποκριθῆναι αὐτῷ, εἰ μὴ διὰ Ἰωσαφάτην ὅσιον ὄντα καὶ δίκαιον, ἀχθέντος ἀνθρώπου τινὸς ψάλλειν εἰδότος, ἐπεζήτησε γὰρ αὐτός, πρὸς τὸν ψαλμὸν ἔνθεος γενόμενος προσέταξε τοῖς βασιλεῦσιν ἐν τῷ χειμάρρῳ πολλοὺς ὀρύξαι βόθρους·οὔτε γὰρ νέφους οὔτε πνεύματος γενομένου οὔτε ὑετοῦ καταρραγέντος ὄψεσθε πλήρη τὸν ποταμὸν ὕδατος, ὡς ἂν καὶ τὸν στρατὸν καὶ τὰ ὑποζύγια διασωθῆναι ὑμῖν ἀπὸ τοῦ ποτοῦ. ἔσται δὲ ὑμῖν οὐ τοῦτο μόνον παρὰ θεοῦ, ἀλλὰ καὶ κρατήσετε τῶν ἐχθρῶν καὶ καλλίστας καὶ ὀχυρωτάτας πόλεις λήψεσθε τῶν Μωαβιτῶν, καὶ δένδρα μὲν αὐτῶν ἥμερα κόψετε, τὴν δὲ χώραν δῃώσετε, πηγὰς δὲ καὶ ποταμοὺς ἐμφράξετε.Ταῦτα εἰπόντος τοῦ προφήτου τῇ ἐπιούσῃ πρὶν ἥλιον ἀνασχεῖν ὁ χειμάρρους πολὺς ἐρρύη, σφοδρῶς γὰρ ἀπὸ τριῶν ἡμερῶν ὁδοῦ ἐν τῇ Ἰδουμαίᾳ τὸν θεὸν ὗσαι συνέπεσεν, ὥστε εὑρεῖν τὴν στρατιὰν καὶ τὰ ὑποζύγια ποτὸν ἄφθονον.