οὐδʼ αὐτῷ τοίνυν ζῆν ἔτι ἀσφαλὲς ἔλεγεν, ἀλλὰ καλῶς ἔχειν συνεξορμᾶν αὐτῷ καὶ συναπαίρειν ἐκ τοῦ βίου. ταῦτʼ ὀδυρόμενον Ἐλισσαῖος παρεμυθεῖτο τὸν βασιλέα καὶ τόξον ἐκέλευσεν αὐτῷ κομισθὲν ἐντεῖναι τοῦτο. ποιήσαντος οὖν εὐτρεπὲς τοῦ βασιλέως τὸ τόξον, ἐπιλαβόμενον τῶν χειρῶν αὐτοῦ ἐκέλευσεν αὐτὸν τοξεύειν. τρία βέλη δʼ αὐτοῦ προεμένου εἶτα δʼ ἀναπαυσαμένου πλείω μέν, εἶπεν, ἀφεὶς ἐκ ῥιζῶν ἂν τὴν τῶν Σύρων βασιλείαν ἐξεῖλες, ἐπεὶ δὲ τρισὶν ἠρκέσθης μόνοις, τοσαύταις καὶ μάχαις κρατήσεις συμβαλὼν τοῖς Σύροις, ἵνα τὴν χώραν ἣν ἀπετέμοντο τοῦ σοῦ πατρὸς ἀνακτήσῃ· καὶ ὁ μὲν βασιλεὺς τοῦτʼ ἀκούσας ἀπηλλάγη.μετʼ οὐ πολὺ δὲ καὶ ὁ προφήτης ἀπέθανεν ἀνὴρ ἐπὶ δικαιοσύνῃ διαβόητος καὶ φανερῶς σπουδασθεὶς ὑπὸ τοῦ θεοῦ· θαυμαστὰ γὰρ καὶ παράδοξα διὰ τῆς προφητείας ἐπεδείξατο ἔργα καὶ μνήμης λαμπρᾶς παρὰ τοῖς Ἑβραίοις ἀξιωθέντα. ἔτυχε δὲ καὶ ταφῆς μεγαλοπρεποῦς καὶ οἵας εἰκὸς ἦν τὸν οὕτω θεοφιλῆ μεταλαβεῖν.συνέβη δὲ καὶ τότε, λῃστῶν τινων ῥιψάντων εἰς τὸν Ἐλισσαίου τάφον ὃν ἦσαν ἀνῃρηκότες, τὸν νεκρὸν τῷ σώματι αὐτοῦ προσκολληθέντα ἀναζωπυρῆσαι. καὶ τὰ μὲν περὶ Ἐλισσαίου τοῦ προφήτου, ζῶν τε ὅσα προεῖπε καὶ ὡς μετὰ τὴν τελευτὴν ἔτι δύναμιν εἶχε θείαν, ἤδη δεδηλώκαμεν.Τελευτήσαντος δὲ τοῦ Σύρων βασιλέως Ἀζαήλου εἰς Ἀδδὰν τὸν υἱὸν αὐτοῦ ἡ βασιλεία παραγίνεται· πρὸς τοῦτον συνάπτει πόλεμον Ἰώασος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς καὶ τρισὶ μάχαις νικήσας αὐτὸν ἀφείλετο τὴν χώραν ἅπασαν καὶ ὅσας ὁ πατὴρ αὐτοῦ Ἀζάηλος πόλεις καὶ κώμας τῆς Ἰσραηλιτῶν βασιλείας παρέλαβε.τοῦτο μέντοι κατὰ τὴν Ἐλισσαίου προφητείαν ἐγένετο. ἐπεὶ δὲ συνέβη καὶ Ἰώασον ἀποθανεῖν, ὁ μὲν ἐν Σαμαρείᾳ κηδεύεται, καθῆκε δὲ εἰς Ἰώασον ἡ ἀρχὴ τὸν υἱὸν αὐτοῦ.Δευτέρῳ δʼ ἔτει τῆς Ἰωάσου βασιλείας τῶν Ἰσραηλιτῶν ἐβασίλευσεν Ἀμασίας τῆς Ἰούδα φυλῆς ἐν Ἱεροσολύμοις μητρὸς ὢν Ἰωάδη τοὔνομα πολίτιδος δὲ τὸ γένος· θαυμαστῶς δὲ τοῦ δικαίου προυνόει καὶ ταῦτα νέος ὤν. παρελθὼν δʼ ἐπὶ τὰ πράγματα καὶ τὴν ἀρχὴν ἔγνω δεῖν πρῶτον Ἰωάσῳ τιμωρῆσαι τῷ πατρὶ καὶ τοὺς ἐπιθεμένους αὐτῷ φίλους κολάσαι.καὶ τούτους μὲν συλλαβὼν ἅπαντας ἐφόνευσε, τοὺς δὲ παῖδας αὐτῶν οὐδὲν εἰργάσατο δεινὸν ἀκόλουθα ποιῶν τοῖς Μωσήους νόμοις, ὃς οὐκ ἐδικαίωσε διὰ πατέρων ἁμαρτίας τέκνα κολάζειν.ἔπειτα στρατιὰν ἐπιλέξας ἐκ τῆς Ἰούδα φυλῆς καὶ Βενιαμίδος τῶν ἐν ἀκμῇ καὶ περὶ εἴκοσι ἔτη γεγονότων καὶ συναθροίσας ὡς τριάκοντα μυριάδας τούτων μὲν ἑκατοντάρχους κατέστησε, πέμψας δὲ καὶ πρὸς τὸν Ἰσραηλιτῶν βασιλέα μισθοῦται δέκα μυριάδας ὁπλιτῶν ἑκατὸν ἀργυρίου ταλάντων· διεγνώκει γὰρ τοῖς Ἀμαληκιτῶν ἔθνεσι καὶ Ἰδουμαίων καὶ Γαβαλιτῶν ἐπιστρατεύσασθαι.παρασκευασαμένου δὲ πρὸς τὴν στρατείαν καὶ μέλλοντος ἐξορμᾶν ὁ προφήτης τὸν τῶν Ἰσραηλιτῶν στρατὸν ἀπολῦσαι συνεβούλευσεν· εἶναι γὰρ ἀσεβῆ καὶ τὸν θεὸν ἧτταν αὐτῷ προλέγειν χρησαμένῳ τούτοις συμμάχοις· περιέσεσθαι δὲ τῶν πολεμίων καὶ μετʼ ὀλίγων αὐτοῖς ἀγωνιζόμενον βουλομένου τοῦ θεοῦ.δυσφοροῦντος δὲ τοῦ βασιλέως ἐπὶ τῷ φθῆναι τὸν μισθὸν δεδωκέναι τοῖς Ἰσραηλίταις παρῄνει ποιεῖν ὁ προφήτης ὅ τι τῷ θεῷ δοκεῖ, χρήματα δʼ αὐτῷ πολλὰ παρʼ αὐτοῦ γενήσεσθαι. καὶ τοὺς μὲν ἀπολύει χαρίζεσθαι τὸν μισθὸν εἰπών, αὐτὸς δὲ μετὰ τῆς οἰκείας δυνάμεως ἐπὶ τὰ προειρημένα τῶν ἐθνῶν ἐστράτευσε·καὶ κρατήσας αὐτῶν τῇ μάχῃ μυρίους μὲν ἀπέκτεινε, τοσούτους δὲ ζῶντας ἔλαβεν, οὓς ἐπὶ τὴν μεγάλην ἀγαγὼν πέτραν, ἥπερ ἐστὶ κατὰ τὴν Ἀραβίαν, ἀπʼ αὐτῆς κατεκρήμνισεν, ἀπήγαγέ τε λείαν πολλὴν καὶ πλοῦτον ἄφθονον ἐκ τῶν ἐθνῶν.Ἀμασίου δʼ ἐν τούτοις ὑπάρχοντος οἱ τῶν Ἰσραηλιτῶν οὓς ἀπέλυσε μισθωσάμενος ἀγανακτήσαντες ἐπὶ τούτῳ καὶ νομίσαντες ὕβριν εἶναι τὴν ἀπόλυσιν, οὐ γὰρ ἂν τοῦτο παθεῖν μὴ κατεγνωσμένους, ἐπῆλθον αὐτοῦ τῇ βασιλείᾳ καὶ μέχρι Βηθσεμήρων προελθόντες διήρπασαν τὴν χώραν καὶ πολλὰ μὲν ἔλαβον ὑποζύγια, τρισχιλίους δὲ ἀνθρώπους ἀπέκτειναν.Ἀμασίας δὲ τῇ νίκῃ καὶ τοῖς κατορθώμασιν ἐπαρθεὶς τὸν μὲν τούτων αἴτιον θεὸν αὐτῷ γενόμενον ὑπερορᾶν ἤρξατο, οὓς δʼ ἐκ τῆς Ἀμαληκιτῶν χώρας ἐκόμισεν, τούτους σεβόμενος διετέλει.προσελθὼν δὲ ὁ προφήτης αὐτῷ θαυμάζειν ἔλεγεν, εἰ τούτους ἡγεῖται θεούς, οἳ τοὺς ἰδίους παρʼ οἷς ἐτιμῶντο μηδὲν ὤνησαν μηδʼ ἐκ χειρῶν ἐρρύσαντο τῶν ἐκείνου, ἀλλʼ ὑπερεῖδον πολλούς τε αὐτῶν ἀπολλυμένους καὶ αὑτοὺς αἰχμαλωτισθέντας· κεκομίσθαι γὰρ εἰς Ἱεροσόλυμα τούτῳ τῷ τρόπῳ, καθὼς ἄν τις τῶν πολεμίων τινὰ ζωγρήσας ἤγαγεν.τῷ δὲ βασιλεῖ ταῦτʼ ὀργὴν ἐκίνησε καὶ προσέταξεν ἡσυχίαν ἄγειν τὸν προφήτην ἀπειλήσας αὐτὸν κολάσειν, ἂν πολυπραγμονῇ. καὶ ὁ μὲν ἡσυχάζειν εἶπεν, οὐκ ἀμελήσειν δὲ ὧν ἐπικεχείρηκε νεωτερίζων τὸν θεὸν προύλεγεν.Ἀμασίας δὲ κατέχειν ἑαυτὸν ἐπὶ ταῖς εὐπραγίαις οὐ δυνάμενος, ἃς παρὰ τοῦ θεοῦ λαβὼν εἰς αὐτὸν ἐξύβριζεν, ἀλλὰ φρονηματισθεὶς ἔγραψεν Ἰωάσῳ τῷ τῶν Ἰσραηλιτῶν βασιλεῖ κελεύων ὑπακούειν αὐτῷ σὺν ἅπαντι τῷ λαῷ, ὡς καὶ πρότερον ὑπήκουσε τοῖς προγόνοις αὐτοῦ Δαυίδῃ καὶ Σολόμωνι, ἢ μὴ βουλόμενον εὐγνωμονεῖν εἰδέναι πολέμῳ περὶ τῆς ἀρχῆς διακριθησόμενον.