κενοῦντες δὲ τὸν θησαυρὸν καὶ παρόντος τοῦ βασιλέως ἀριθμοῦντες τὸ συνειλεγμένον ὅ τε γραμματεὺς καὶ ἱερεὺς τῶν γαζοφυλακίων ἔπειτʼ εἰς τὸν αὐτὸν ἐτίθεσαν τόπον. καὶ τοῦτʼ ἐποίουν ἑκάστης ἡμέρας. ὡς δʼ ἀποχρῶν τὸ πλῆθος ἐδόκει τῶν χρημάτων ἔπεμψαν μισθούμενοι λατόμους καὶ οἰκοδόμους ὁ ἀρχιερεὺς Ἰώδας καὶ ὁ βασιλεὺς Ἰώασος καὶ ἐπὶ ξύλα μεγάλα καὶ τῆς καλλίστης ὕλης.ἐπισκευασθέντος δὲ τοῦ ναοῦ τὸν ὑπολειφθέντα χρυσὸν καὶ ἄργυρον, οὐκ ὀλίγος δὲ ἦν, εἴς τε κρατῆρας καὶ οἰνοχόας καὶ ἐκπώματα καὶ τὰ λοιπὰ σκεύη κατεχρήσαντο θυσίαις τε πολυτελέσιν ὁσημέραι τὸν βωμὸν πιαίνοντες διετέλουν. καὶ ταῦτα μὲν ἐφʼ ὅσον Ἰώδας χρόνον ἔζη τῆς προσηκούσης ἐτύγχανε σπουδῆς.Ὡς δʼ ἐτελεύτησεν οὗτος ἔτη μὲν βιώσας ἑκατὸν καὶ τριάκοντα δίκαιος δὲ καὶ πάντα χρηστὸς γενόμενος, ἐτάφη δʼ ἐν ταῖς βασιλικαῖς θήκαις ἐν Ἱεροσολύμοις, ὅτι τῷ Δαυίδου γένει τὴν βασιλείαν ἀνεκτήσατο, προέδωκεν ὁ βασιλεὺς τὴν ἐπιμέλειαν τὴν πρὸς τὸν θεόν.συνδιεφθάρησαν δʼ αὐτῷ καὶ οἱ τοῦ πλήθους πρωτεύοντες, ὥστε πλημμελεῖν εἰς τὰ δίκαια καὶ νενομισμένα παρʼ αὐτοῖς ἄριστα εἶναι. δυσχεράνας δὲ ὁ θεὸς ἐπὶ τῇ μεταβολῇ τοῦ βασιλέως καὶ τῶν ἄλλων πέμπει τοὺς προφήτας διαμαρτυρησομένους τε τὰ πραττόμενα καὶ παύσοντας τῆς πονηρίας αὐτούς.οἱ δʼ ἰσχυρὸν ἔρωτα καὶ δεινὴν ἐπιθυμίαν ἄρα ταύτης εἶχον, ὡς μήτε οἷς οἱ πρὸ αὐτῶν ἐξυβρίσαντες εἰς τὰ νόμιμα πανοικὶ κολασθέντες ἔπαθον, μήθʼ οἷς οἱ προφῆται προύλεγον πεισθέντες μετανοῆσαι καὶ μετελθεῖν ἐξ ὧν εἰς ἐκεῖνα παρανομήσαντες ἐτράπησαν· ἀλλὰ καὶ Ζαχαρίαν υἱὸν τοῦ ἀρχιερέως Ἰώδα λίθοις ὁ βασιλεὺς ἐκέλευσε βληθέντα ἀποθανεῖν ἐν τῷ ἱερῷ τῶν τοῦ πατρὸς εὐεργεσιῶν αὐτοῦ λαθόμενος,ὅτι τοῦ θεοῦ προφητεύειν αὐτὸν ἀποδείξαντος στὰς ἐν μέσῳ τῷ πλήθει συνεβούλευεν αὐτῷ τε καὶ τῷ βασιλεῖ τὰ δίκαια πράττειν καὶ τιμωρίαν ὅτι μεγάλην ὑφέξουσι μὴ πειθόμενοι προύλεγε. τελευτῶν μέντοι Ζαχαρίας μάρτυρα καὶ δικαστὴν ὧν ἔπασχε τὸν θεὸν ἐποιεῖτο ἀντὶ χρηστῆς συμβουλίας καὶ ὧν ὁ πατὴρ αὐτοῦ παρέσχεν Ἰωάσῳ πικρῶς καὶ βιαίως ἀπολλύμενος.Ἔδωκε μέντοι γε οὐκ εἰς μακρὰν ὁ βασιλεὺς δίκην ὧν παρηνόμησεν· ἐμβαλόντος γὰρ Ἀζαήλου τοῦ Σύρων βασιλέως εἰς τὴν χώραν αὐτοῦ καὶ τὴν Γίτταν καταστρεψαμένου καὶ λεηλατήσαντος ἐπʼ αὐτὸν στρατεύειν εἰς Ἱεροσόλυμα φοβηθεὶς ὁ Ἰώασος πάντας ἐκκενώσας τοὺς τοῦ θεοῦ θησαυροὺς καὶ τοὺς τῶν βασιλείων καὶ τὰ ἀναθήματα καθελών, ἔπεμψε τῷ Σύρῳ τούτοις ὠνούμενος τὸ μὴ πολιορκηθῆναι μηδὲ κινδυνεύειν περὶ τῶν ὅλων.ὁ δὲ πεισθεὶς τῇ τῶν χρημάτων ὑπερβολῇ τὴν στρατιὰν οὐκέτʼ ἤγαγεν ἐπὶ τὰ Ἱεροσόλυμα. νόσῳ μέντοι χαλεπῇ περιπεσὼν ὁ Ἰώασος ἐπιθεμένων αὐτῷ τῶν φίλων, οἳ τὸν Ζαχαρίου θάνατον ἐκδικοῦντες τοῦ Ἰώδα παιδὸς ἐπεβούλευσαν τῷ βασιλεῖ, διεφθάρη πρὸς αὐτῶν·καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις, οὐκ ἐν ταῖς θήκαις δὲ τῶν προγόνων ἀσεβὴς γενόμενος. ἐβίωσε δὲ ἔτη ἑπτὰ καὶ τεσσαράκοντα, τὴν δὲ βασιλείαν αὐτοῦ διαδέχεται Ἀμασίας ὁ παῖς.Εἰκοστῷ δὲ καὶ πρώτῳ τῆς Ἰωάσου βασιλείας παρέλαβε τὴν τῶν Ἰσραηλιτῶν ἡγεμονίαν Ἰώαζος ὁ τοῦ Ἰηοῦδος υἱὸς ἐν Σαμαρείᾳ καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑπτὰ καὶ δέκα τοῦ μὲν πατρὸς οὐδʼ αὐτὸς μιμητὴς γενόμενος, ἀσεβήσας δʼ ὅσα καὶ οἱ πρῶτοι τοῦ θεοῦ καταφρονήσαντες.ἐταπείνωσε δʼ αὐτὸν καὶ συνέστειλεν ἐκ τῆς τοσαύτης δυνάμεως ὁ τῶν Σύρων βασιλεὺς εἰς ὁπλίτας μυρίους καὶ πεντήκοντα ἱππεῖς στρατεύσας ἐπʼ αὐτὸν καὶ πόλεις τε μεγάλας καὶ πολλὰς αὐτοῦ ἀφελόμενος καὶ τὴν στρατιὰν αὐτοῦ διαφθείρας.ταῦτα δʼ ἔπαθεν ὁ τῶν Ἰσραηλιτῶν λαὸς κατὰ τὴν Ἐλισσαίου προφητείαν, ὅτε Ἀζάηλον βασιλεύσειν προεῖπε τῶν Σύρων καὶ Δαμασκηνῶν ἀποκτείναντα τὸν δεσπότην. ὢν δὲ ἐν οὕτως ἀπόροις κακοῖς Ἰώαζος ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ θεοῦ κατέφυγε ῥύσασθαι τῶν Ἀζαήλου χειρῶν αὐτὸν παρακαλῶν καὶ μὴ περιϊδεῖν ὑπʼ ἐκείνῳ γενόμενον.ὁ δὲ θεὸς καὶ τὴν μετάνοιαν ὡς ἀρετὴν ἀποδεχόμενος καὶ νουθετεῖν μᾶλλον τοὺς δυναμένους τελέως μὴ ἀπολλύειν δοκοῦν αὐτῷ, δίδωσιν αὐτῷ τὴν ἐκ τοῦ πολέμου καὶ τῶν κινδύνων ἄδειαν. εἰρήνης δʼ ἡ χώρα λαβομένη ἀνέδραμέ τε πάλιν εἰς τὴν προτέραν κατάστασιν καὶ εὐθήνησε.Μετὰ δὲ τὴν Ἰωάζου τελευτὴν ἐκδέχεται τὴν ἀρχὴν ὁ υἱὸς αὐτοῦ Ἰώασος. ἕβδομον ἤδη καὶ τριακοστὸν ἔτος βασιλεύοντος Ἰωάσου τῆς Ἰούδα φυλῆς παρέλαβε τὴν ἀρχὴν οὗτος ὁ Ἰώασος ἐν Σαμαρείᾳ τῶν Ἰσραηλιτῶν· καὶ γὰρ αὐτὸς τὴν αὐτὴν εἶχε προσηγορίαν τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ· καὶ κατέσχεν αὐτὴν ἔτεσιν ἑκκαίδεκα.ἀγαθὸς δʼ ἦν καὶ οὐδὲν ὅμοιος τῷ πατρὶ τὴν φύσιν. κατʼ ἐκεῖνον δὲ τὸν καιρὸν Ἐλισσαίου τοῦ προφήτου γηραιοῦ μὲν ἤδη τυγχάνοντος εἰς δὲ νόσον ἐμπεπτωκότος ἧκεν ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς πρὸς αὐτὸν ἐπισκεψόμενος.καταλαβὼν δὲ αὐτὸν ἐν ἐσχάτοις ὄντα κλαίειν ἤρξατο βλέποντος αὐτοῦ καὶ ποτνιᾶσθαι καὶ πατέρα τε ἀποκαλεῖν καὶ ὅπλον· διʼ αὐτὸν γὰρ μηδέποτε χρήσασθαι πρὸς τοὺς ἐχθροὺς ὅπλοις, ἀλλὰ ταῖς ἐκείνου προφητείαις ἀμαχητὶ κρατεῖν τῶν πολεμίων· νῦν δʼ ἀπιέναι μὲν αὐτὸν ἐκ τοῦ ζῆν, καταλείπειν δʼ ἐξωπλισμένον τοῖς Σύροις καὶ τοῖς ἀπʼ αὐτῶν πολεμίοις.