δείσαντας δὲ μηδὲν παραμεῖναι τῇ φυλακῇ τοῦ βασιλέως. καὶ οἱ μὲν οἷς ὁ ἀρχιερεὺς συνεβούλευσεν τούτοις πεισθέντες ἔργῳ τὴν προαίρεσιν ἐδήλουν. ἀνοίξας δὲ Ἰώδας τὴν ἐν τῷ ἱερῷ ὁπλοθήκην, ἣν Δαυίδης κατεσκεύασε, διεμέρισε τοῖς ἑκατοντάρχαις ἅμα καὶ ἱερεῦσι καὶ Ληουίταις ἅπανθʼ ὅσʼ εὗρεν ἐν αὐτῇ δόρατά τε καὶ φαρέτρας καὶ εἴ τι ἕτερον εἶδος ὅπλου κατέλαβε, καὶ καθωπλισμένους ἔστησεν ἐν κύκλῳ περὶ τὸ ἱερὸν συναψαμένους τὴν χεῖρα καὶ τὴν εἴσοδον τοῖς οὐ προσήκουσιν οὕτως ἀποτειχίσοντας.συναγαγόντες δὲ τὸν παῖδα εἰς τὸ μέσον ἐπέθεσαν αὐτῷ τὸν στέφανον τὸν βασιλικὸν καὶ τῷ ἐλαίῳ χρίσας Ἰώδας ἀπέδειξε βασιλέα· τὸ δὲ πλῆθος χαῖρον καὶ κροταλίζον ἐβόα σώζεσθαι τὸν βασιλέα.Τοῦ δὲ θορύβου καὶ τῶν ἐπαίνων Ὀθλία παρʼ ἐλπίδας ἀκούσασα τεταραγμένη σφόδρα τῇ διανοίᾳ μετὰ τῆς ἰδίας ἐξεπήδησε στρατιᾶς ἐκ τοῦ βασιλείου. καὶ παραγενομένην εἰς τὸ ἱερὸν αὐτὴν οἱ μὲν ἱερεῖς εἰσδέχονται, τοὺς δʼ ἑπομένους ὁπλίτας εἶρξαν εἰσελθεῖν οἱ περιεστῶτες ἐν κύκλῳ ὑπὸ τοῦ ἀρχιερέως τοῦτο προστεταγμένοι.ἰδοῦσα δὲ Ὀθλία τὸν παῖδα ἐπὶ τῆς σκηνῆς ἑστῶτα καὶ τὸν βασίλειον ἐπικείμενον στέφανον περιρρηξαμένη καὶ δεινὸν ἀνακραγοῦσα φονεύειν ἐκέλευε τὸν ἐπιβουλεύσαντα αὐτῇ καὶ τὴν ἀρχὴν ἀφελέσθαι σπουδάσαντα. Ἰώδας δὲ καλέσας τοὺς ἑκατοντάρχας ἐκέλευσεν αὐτοὺς ἀπαγαγόντας τὴν Ὀθλίαν εἰς τὴν φάραγγα τὴν Κεδρῶνος ἀνελεῖν αὐτὴν ἐκεῖ· μὴ γὰρ βούλεσθαι μιᾶναι τὸ ἱερὸν αὐτόθι τὴν ἀλιτήριον τιμωρησάμενον.προσέταξε δὲ κἂν βοηθῶν τις προσέλθῃ κἀκεῖνον ἀνελεῖν. ἐλλαβόμενοι τοίνυν τῆς Ὀθλίας οἱ προστεταγμένοι τὴν ἀναίρεσιν αὐτῆς ἐπὶ τὴν πύλην τῶν ἡμιόνων τοῦ βασιλέως ἤγαγον κἀκεῖ διεχρήσαντο.Ὡς δὲ τὰ περὶ τὴν Ὀθλίαν τοῦτον ἐστρατηγήθη τὸν τρόπον συγκαλέσας τόν τε δῆμον καὶ τοὺς ὁπλίτας ὁ Ἰώδας εἰς τὸ ἱερὸν ἐξώρκωσεν εὐνοεῖν τῷ βασιλεῖ καὶ προνοεῖν αὐτοῦ τῆς σωτηρίας καὶ τῆς ἐπὶ πλεῖον ἀρχῆς· ἔπειτʼ αὐτὸν τὸν βασιλέα τιμήσειν τὸν θεὸν καὶ μὴ παραβῆναι τοὺς Μωσήους νόμους δοῦναι πίστιν ἠνάγκασε.καὶ μετὰ ταῦτʼ εἰσδραμόντες τὸν τοῦ Βαὰλ οἶκον, ὃν Ὀθλία τε καὶ ὁ ἀνὴρ αὐτῆς Ἰώραμος κατεσκεύασεν ἐφʼ ὕβρει μὲν τοῦ πατρίου θεοῦ τιμῇ δὲ Ἀχάβου κατέσκαψαν καὶ τὸν ἔχοντα τὴν ἱερωσύνην αὐτοῦ Μάθαν ἀπέκτειναν.τὴν δʼ ἐπιμέλειαν καὶ φυλακὴν τοῦ ἱεροῦ τοῖς ἱερεῦσι καὶ Ληουίταις ἐπέτρεψεν Ἰώδας κατὰ τὴν Δαυίδου τοῦ βασιλέως διάταξιν κελεύσας αὐτοὺς δὶς τῆς ἡμέρας ἐπιφέρειν τὰς νενομισμένας τῶν ὁλοκαυτώσεων θυσίας καὶ θυμιᾶν ἀκολούθως τῷ νόμῳ. ἀπέδειξε δέ τινας τῶν Ληουιτῶν καὶ πυλωροὺς ἐπὶ φυλακῇ τοῦ τεμένους, ὡς μηδένα μεμιασμένον παριέναι λανθάνοντα.Τούτων δʼ ἕκαστα διατάξας μετὰ τῶν ἑκατοντάρχων καὶ ἡγεμόνων καὶ τοῦ λαοῦ παντὸς ἐκ τοῦ ἱεροῦ παραλαβὼν ἄγει τὸν Ἰώασον εἰς τὸ βασίλειον, καὶ καθίσαντος ἐπὶ τὸν βασιλικὸν θρόνον ἐπευφήμησέ τε τὸ πλῆθος καὶ πρὸς εὐωχίαν τραπέντες ἐπὶ πολλὰς ἑώρτασαν ἡμέρας· ἡ μέντοι γε πόλις ἐπὶ τῷ τὴν Ὀθλίαν ἀποθανεῖν ἡσυχίαν ἤγαγεν.ἦν δὲ Ἰώασος ὅτε τὴν βασιλείαν παρέλαβεν ἐτῶν ἑπτά, μήτηρ δὲ ἦν αὐτῷ τὸ μὲν ὄνομα Σαβιὰ πατρίδος δὲ Βηρσαβεέ. πολλὴν δʼ ἐποιήσατο τῶν νομίμων φυλακὴν καὶ περὶ τὴν τοῦ θεοῦ θρησκείαν φιλοτιμίαν παρὰ πάντα τὸν χρόνον ὃν Ἰώδας ἐβίωσεν.ἔγημε δὲ καὶ γυναῖκας δύο παρελθὼν εἰς ἡλικίαν δόντος τοῦ ἀρχιερέως, ἐξ ὧν καὶ ἄρρενες αὐτῷ καὶ θήλειαι παῖδες ἐγένοντο. τὰ μὲν οὖν περὶ τοῦ βασιλέως Ἰωάσου, ὡς τὴν τῆς Ὀθλίας ἐπιβουλὴν διέφυγε καὶ τὴν βασιλείαν παρέλαβεν, ἐν τούτοις δεδηλώκαμεν.Ἀζάηλος δʼ ὁ τῶν Σύρων βασιλεὺς πολεμῶν τοῖς Ἰσραηλίταις καὶ τῷ βασιλεῖ αὐτῶν Ἰηοῦ διέφθειρε τῆς πέραν Ἰορδάνου χώρας τὰ πρὸς τὴν ἀνατολὴν τῶν Ῥουβηνιτῶν καὶ Γαδιτῶν καὶ Μανασσιτῶν ἔτι δὲ καὶ τὴν Γαλαδῖτιν καὶ Βαταναίαν πυρπολῶν πάντα καὶ διαρπάζων καὶ τοῖς εἰς χεῖρας ἀπαντῶσι βίαν προσφέρων.οὐ γὰρ ἔφθη αὐτὸν Ἰηοῦς ἀμύνασθαι κακοῦντα τὴν χώραν, ἀλλὰ καὶ τῶν εἰς τὸ θεῖον ὑπερόπτης γενόμενος καὶ καταφρονήσας τῆς ὁσίας καὶ τῶν νόμων ἀπέθανε βασιλεύσας ἔτη τῶν Ἰσραηλιτῶν ἑπτὰ καὶ εἴκοσι. ἐτάφη δὲ ἐν Σαμαρείᾳ τῆς ἀρχῆς διάδοχον Ἰώαζον τὸν υἱὸν καταλιπών.Τὸν δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέα Ἰώασον ὁρμή τις ἔλαβε τὸν ναὸν ἀνακαινίσαι τοῦ θεοῦ, καὶ τὸν ἀρχιερέα καλέσας Ἰώδαν εἰς ἅπασαν ἐκέλευσε πέμψαι τὴν χώραν τοὺς Ληουίτας καὶ ἱερέας αἰτήσοντας ὑπὲρ ἑκάστης κεφαλῆς ἡμίσικλον ἀργύρου εἰς ἐπισκευὴν καὶ ἀνανέωσιν τοῦ ναοῦ καταλυθέντος ὑπὸ Ἰωράμου καὶ Ὀθλίας καὶ τῶν παίδων αὐτῆς.ὁ δʼ ἀρχιερεὺς τοῦτο μὲν οὐκ ἐποίησε συνεὶς ὡς οὐδεὶς προεῖται τἀργύριον, τρίτῳ δὲ καὶ εἰκοστῷ τῆς βασιλείας ἔτει μεταπεμψαμένου τοῦ βασιλέως αὐτόν τε καὶ Ληουίτας καὶ ὡς παρακούσαντας ὧν προσέταξεν αἰτιωμένου καὶ κελεύσαντος εἰς τὸ μέλλον προνοεῖσθαι τῆς ἐπισκευῆς τοῦ ναοῦ, στρατηγήματι χρῆται πρὸς τὴν συλλογὴν τῶν χρημάτων ὁ ἀρχιερεὺς ᾧ τὸ πλῆθος ἡδέως ἔσχε τοιούτῳ·ξύλινον κατασκευάσας θησαυρὸν καὶ κλείσας πανταχόθεν ὀπὴν αὐτῷ μίαν ἤνοιξεν. ἔπειτα θεὶς εἰς τὸ ἱερὸν παρὰ τὸν βωμὸν ἐκέλευσεν ἕκαστον ὅσον βούλεται βάλλειν εἰς αὐτὸν διὰ τῆς ὀπῆς εἰς τὴν ἐπισκευὴν τοῦ ναοῦ. πρὸς τοῦτο πᾶς ὁ λαὸς εὖ διετέθη καὶ πολὺν ἄργυρον καὶ χρυσὸν φιλοτιμούμενοι καὶ συνεισφέροντες ἤθροισαν.