Συναντᾷ δʼ αὐτῷ μετὰ τούτους ἀνὴρ ἀγαθὸς καὶ δίκαιος Ἰωνάδαβος ὄνομα φίλος αὐτῷ πάλαι γεγονώς, ὃς ἀσπασάμενος αὐτὸν ἐπαινεῖν ἤρξατο τῷ πάντα κατὰ βούλησιν πεποιηκέναι τοῦ θεοῦ τὴν οἰκίαν ἐξαφανίσας τὴν Ἀχάβου.Ἰηοῦς δὲ ἀναβάντα ἐπὶ τὸ ἅρμα συνεισελθεῖν αὐτὸν εἰς Σαμάρειαν παρεκάλει λέγων ἐπιδείξειν, πῶς οὐδενὸς φείσεται πονηροῦ, ἀλλὰ καὶ τοὺς ψευδοπροφήτας καὶ τοὺς ψευδιερεῖς καὶ τοὺς ἐξαπατήσαντας τὸ πλῆθος, ὡς τὴν μὲν τοῦ μεγίστου θεοῦ θρησκείαν ἐγκαταλιπεῖν τοὺς δὲ ξενικοὺς προσκυνεῖν, τιμωρήσεται· κάλλιστον δʼ εἶναι θεαμάτων καὶ ἥδιστον ἀνδρὶ χρηστῷ καὶ δικαίῳ κολαζομένους πονηρούς.τούτοις πεισθεὶς ὁ Ἰωνάδαβος ἀναβὰς εἰς τὸ ἅρμα εἰς Σαμάρειαν παραγίνεται. ἀναζητήσας δὲ πάντας τοὺς Ἀχάβου συγγενεῖς Ἰηοῦς ἀποκτείνει. βουλόμενος δὲ μηδένα τῶν ψευδοπροφητῶν μηδʼ ἱερέων τῶν Ἀχάβου θεῶν τὴν τιμωρίαν διαφυγεῖν ἀπάτῃ καὶ δόλῳ πάντας αὐτοὺς συνέλαβεν·ἀθροίσας γὰρ τὸν λαὸν ἔφη βούλεσθαι διπλασίονας ὧν Ἄχαβος εἰσηγήσατο θεῶν προσκυνεῖν καὶ τοὺς ἐκείνων ἱερεῖς καὶ προφήτας ἠξίου καὶ δούλους αὐτῶν παρεῖναι· θυσίας γὰρ πολυτελεῖς καὶ μεγάλας ἐπιτελεῖν μέλλειν τοῖς Ἀχάβου θεοῖς· τὸν δʼ ἀπολειφθέντα τῶν ἱερέων θανάτῳ ζημιώσειν. ὁ δὲ θεὸς Ἀχάβου Βαὰλ ἐκαλεῖτο.τάξας δὲ ἡμέραν, καθʼ ἣν ἔμελλε ποιήσειν τὰς θυσίας διέπεμπεν ἀνὰ πᾶσαν τὴν Ἰσραηλιτῶν χώραν τοὺς ἄξοντας πρὸς αὐτὸν τοὺς ἱερεῖς τοῦ Βαάλ. ἐκέλευσε δʼ Ἰηοῦς τῷ ἱερεῖ δοῦναι πᾶσιν ἐνδύματα· λαβόντων δὲ παρελθὼν εἰς τὸν οἶκον μετὰ τοῦ φίλου Ἰωναδάβου μή τις ἐν αὐτοῖς ἀλλόφυλος εἴη καὶ ξένος ἐρευνῆσαι προσέταξεν· οὐ βούλεσθαι γὰρ τοῖς ἱεροῖς αὐτῶν ἀλλότριον παρατυγχάνειν.τῶν δὲ εἰπόντων μὲν οὐδένα παρεῖναι ξένον καταρξαμένων δὲ τῶν θυσιῶν περιέστησεν ὀγδοήκοντα τὸν ἀριθμὸν ἄνδρας, οὓς ᾔδει πιστοτάτους τῶν ὁπλιτῶν, κελεύσας αὐτοῖς ἀποκτεῖναι τοὺς ψευδοπροφήτας καὶ νῦν τοῖς πατρίοις ἔθεσι τιμωρεῖν πολὺν ἤδη χρόνον ὠλιγωρημένοις, ὑπὲρ τῶν διαφυγόντων τὰς ἐκείνων ἀφαιρεθήσεσθαι ψυχὰς ἀπειλήσας.οἱ δὲ τούς τε ἄνδρας ἅπαντας κατέσφαξαν καὶ τὸν οἶκον τοῦ Βαὰλ ἐμπρήσαντες ἐκάθηραν οὕτως ἀπὸ τῶν ξενικῶν ἐθισμῶν τὴν Σαμάρειαν. οὗτος ὁ Βαὰλ Τυρίων ἦν θεός. Ἄχαβος δὲ τῷ πενθερῷ βουλόμενος χαρίσασθαι Εἰθωβάλῳ Τυρίων ὄντι βασιλεῖ καὶ Σιδωνίων ναόν τε αὐτῷ κατεσκεύασεν ἐν Σαμαρείᾳ καὶ προφήτας ἀπέδειξε καὶ πάσης θρησκείας ἠξίου.ἀφανισθέντος δὲ τούτου τοῦ θεοῦ τὰς χρυσᾶς δαμάλεις προσκυνεῖν τοῖς Ἰσραηλίταις Ἰηοῦς ἐπέτρεψε. ταῦτα δὲ διαπραξαμένῳ καὶ προνοήσαντι τῆς κολάσεως τῶν ἀσεβῶν ὁ θεὸς διὰ τοῦ προφήτου προεῖπεν ἐπὶ τέσσαρας γενεὰς τοὺς παῖδας αὐτοῦ βασιλεύσειν τῶν Ἰσραηλιτῶν. καὶ τὰ μὲν περὶ Ἰηοῦν ἐν τούτοις ὑπῆρχεν.Ὀθλία δʼ ἡ Ἀχάβου θυγάτηρ ἀκούσασα τήν τʼ Ἰωράμου τἀδελφοῦ τελευτὴν καὶ τὴν Ὀχοζία τοῦ παιδὸς καὶ τοῦ γένους τῶν βασιλέων τὴν ἀπώλειαν ἐσπούδαζε μηδένα τῶν ἐκ τοῦ Δαυίδου καταλιπεῖν οἴκου, πᾶν δʼ ἐξαφανίσαι τὸ γένος, ὡς ἂν μηδὲ εἷς ἐξ αὐτοῦ βασιλεὺς ἔτι γένοιτο.καὶ τοῦθʼ ὡς μὲν ᾤετο διεπράξατο, διεσώθη δὲ εἷς υἱὸς Ὀχοζίου, τρόπῳ δὲ τοιούτῳ τὴν τελευτὴν διέφυγεν· ἦν Ὀχοζίᾳ ὁμοπάτριος ἀδελφὴ Ὠσαβέθη ὄνομα· ταύτῃ συνῆν ὁ ἀρχιερεὺς Ἰώδας.εἰσελθοῦσα δʼ εἰς τὸ βασίλειον καὶ τοῖς ἀπεσφαγμένοις τὸν Ἰώασον, τοῦτο γὰρ προσηγορεύετο τὸ παιδίον ἐνιαύσιον, ἐγκεκρυμμένον εὑροῦσα μετὰ τῆς τρεφούσης βαστάσασα μετʼ αὐτῆς εἰς τὸ ταμιεῖον ἀπέκλεισε τῶν κλινῶν καὶ λανθάνοντες ἀνέθρεψαν αὐτή τε καὶ ὁ ἀνὴρ αὐτῆς Ἰώδας ἐν τῷ ἱερῷ ἔτεσιν ἕξ, οἷς ἐβασίλευσεν Ὀθλία τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν.Τῷ δὲ ἑβδόμῳ κοινολογησάμενός τισιν Ἰώδας πέντε τὸν ἀριθμὸν ἑκατοντάρχαις καὶ πείσας αὐτοὺς συνεπιθέσθαι μὲν τοῖς κατὰ τῆς Ὀθλίας ἐγχειρουμένοις, τὴν δὲ βασιλείαν τῷ παιδὶ περιποιῆσαι, λαβὼν ὅρκους οἷς τὸ ἀδεὲς παρὰ τῶν συνεργούντων βεβαιοῦται τὸ λοιπὸν ἐθάρρει ταῖς κατὰ τῆς Ὀθλίας ἐλπίσιν.οἱ δʼ ἄνδρες, οὓς ὁ ἱερεὺς Ἰώδας κοινωνοὺς τῆς πράξεως παρειλήφει, περιπορευθέντες ἅπασαν τὴν χώραν τοὺς ἱερεῖς καὶ τοὺς Ληουίτας ἐξ αὐτῆς ἀθροίσαντες καὶ τοὺς τῶν φυλῶν προεστηκότας ἧκον ἄγοντες εἰς Ἱεροσόλυμα πρὸς τὸν ἀρχιερέα.ὁ δὲ πίστιν ᾔτησεν αὐτοὺς ἔνορκον, ἦ μὴν φυλάξειν ὅπερ ἂν μάθωσιν ἀπόρρητον παρʼ αὐτοῦ σιωπῆς ἅμα καὶ συμπράξεως δεόμενον. ὡς δʼ ἀσφαλὲς αὐτῷ λέγειν ὀμωμοκότων ἐγένετο παραγαγὼν ὃν ἐκ τοῦ Δαυίδου γένους ἔτρεφεν οὗτος ἡμῖν, εἶπε, βασιλεὺς ἐξ ἐκείνης τῆς οἰκίας, ἣν ἴστε τὸν θεὸν ἡμῖν προφητεύσαντα βασιλεύσειν ἄχρι τοῦ παντὸς χρόνου.παραινῶ δὲ τὴν τρίτην ὑμῶν μοῖραν φυλάττειν αὐτὸν ἐν τῷ ἱερῷ, τὴν δὲ τρίτην ταῖς πύλαις ἐφεστάναι τοῦ τεμένους ἁπάσαις, ἡ δὲ μετὰ ταύτην ἐχέτω τὴν τῆς ἀνοιγομένης καὶ φερούσης εἰς τὸ βασίλειον πύλης φυλακήν· τὸ δὲ ἄλλο πλῆθος ἄοπλον ἐν τῷ ἱερῷ τυγχανέτω· μηδένα δʼ εἰσελθεῖν ὁπλίτην ἐάσητε ἢ μόνον ἱερέα.προσδιέταξε δὲ τούτοις μέρος τι τῶν ἱερέων καὶ Ληουίτας περὶ αὐτὸν εἶναι τὸν βασιλέα ταῖς μαχαίραις ἐσπασμέναις αὐτὸν δορυφοροῦντας, τὸν δὲ τολμήσαντα παρελθεῖν εἰς τὸ ἱερὸν ὡπλισμένον ἀναιρεῖσθαι παραυτίκα·