ταῦτα ὁ σκοπὸς ὁρῶν ἀπήγγειλεν Ἰωράμῳ τὸν ἱππέα συγκαταμιγέντα τῷ πλήθει τῶν προσιόντων σὺν ἐκείνοις παραγίνεσθαι. πέμψαντος δὲ καὶ δεύτερον τοῦ βασιλέως ταὐτὸ ποιεῖν προσέταξεν Ἰηοῦς.ὡς δὲ καὶ τοῦτʼ ἐδήλωσεν ὁ σκοπὸς Ἰωράμῳ, τελευταῖον αὐτὸς ἐπιβὰς ἅρματος σὺν Ὀχοζίᾳ τῷ τῶν Ἱεροσολυμιτῶν βασιλεῖ, παρῆν γὰρ αὐτὸς ὡς ἔφην ἔμπροσθεν ὀψόμενος αὐτὸν πῶς ἐκ τοῦ τραύματος ἔχοι διὰ συγγένειαν, ἐξῆλθεν ὑπαντησόμενος.σχολαίτερον δὲ καὶ μετʼ εὐταξίας ὥδευεν Ἰηοῦς. καταλαβὼν δὲ ἐν ἀγρῷ Ναβώθου τοῦτον Ἰώραμος ἐπυνθάνετο, εἰ πάντα ἔχοι καλῶς τὰ κατὰ τὸ στρατόπεδον· βλασφημήσαντος δὲ πικρῶς αὐτὸν Ἰηοῦ, ὡς καὶ τὴν μητέρα αὐτοῦ φαρμακὸν ἀποκαλέσαι, δείσας ὁ βασιλεὺς τὴν διάνοιαν αὐτοῦ καὶ μηδὲν ὑγιὲς φρονεῖν αὐτὸν ὑπονοήσας στρέψας ὡς εἶχε τὸ ἅρμα ἔφυγε, φήσας πρὸς Ὀχοζίαν ἐνέδρᾳ καὶ δόλῳ κατεστρατηγῆσθαι. Ἰηοῦς δὲ τοξεύσας αὐτὸν καταβάλλει τοῦ βέλους διὰ τῆς καρδίας ἐνεχθέντος.καὶ Ἰώραμος μὲν εὐθὺς πεσὼν ἐπὶ γόνυ τὴν ψυχὴν ἀφῆκεν, Ἰηοῦς δὲ προσέταξε Βαδάκῳ τῷ τῆς τρίτης μοίρας ἡγεμόνι ῥῖψαι τὸν Ἰωράμου νεκρὸν εἰς τὸν ἀγρὸν τὸν Ναβώθου ἀναμνήσας αὐτὸν τῆς Ἠλία προφητείας, ἣν Ἀχάβῳ τῷ πατρὶ αὐτοῦ τὸν Νάβωθον ἀποκτείναντι προεφήτευσεν, ὡς ἀπολεῖται αὐτός τε καὶ τὸ γένος αὐτοῦ ἐν τῷ ἐκείνου χωρίῳ·ταῦτα γὰρ καθεζόμενος ὄπισθεν τοῦ ἅρματος Ἀχάβου λέγοντος ἀκοῦσαι τοῦ προφήτου. καὶ δὴ τοῦτο συνέβη γενέσθαι κατὰ τὴν πρόρρησιν τὴν ἐκείνου. πεσόντος δὲ Ἰωράμου δείσας περὶ τῆς αὑτοῦ σωτηρίας Ὀχοζίας τὸ ἅρμα εἰς ἑτέραν ὁδὸν ἐξένευσε λήσεσθαι τὸν Ἰηοῦν ὑπολαβών.ὁ δʼ ἐπιδιώξας καὶ καταλαβὼν ἔν τινι προσβάσει τοξεύσας ἔτρωσε, καταλιπὼν δὲ τὸ ἅρμα καὶ ἀναβὰς ἵππῳ φεύγει τὸν Ἰηοῦν εἰς Μαγιαδδὼ κἀκεῖ θεραπευόμενος μετʼ ὀλίγον ἐκ τῆς πληγῆς τελευτᾷ. κομισθεὶς δʼ εἰς Ἱεροσόλυμα τῆς ἐκεῖ ταφῆς τυγχάνει βασιλεύσας μὲν ἐνιαυτὸν ἕνα, πονηρὸς δὲ καὶ χείρων τοῦ πατρὸς γενόμενος.Τοῦ δὲ Ἰηοῦ εἰσελθόντος εἰς τὰ Ἱεζέρελα κοσμησαμένη Ἰεζαβέλα καὶ στᾶσα ἐπὶ τοῦ πύργου καλός, εἶπε, δοῦλος ὃς ἀποκτείνει τὸν δεσπότην. ὁ δὲ ἀναβλέψας πρὸς αὐτὴν ἐπυνθάνετο τίς εἴη καὶ καταβᾶσαν ἥκειν πρὸς αὑτὸν ἐκέλευσεν καὶ τέλος τοῖς εὐνούχοις προσέταξεν αὐτὴν ἀπὸ τοῦ πύργου βαλεῖν.καταφερομένη δʼ ἤδη τό τε τεῖχος περιέρρανε τῷ αἵματι καὶ συμπατηθεῖσα ὑπὸ τῶν ἵππων οὕτως ἀπέθανε. τούτων δὴ γενομένων παρελθὼν Ἰηοῦς εἰς τὰ βασίλεια σὺν τοῖς φίλοις ἑαυτὸν ἐκ τῆς ὁδοῦ ἀνεκτᾶτο τοῖς τε ἄλλοις καὶ τραπέζῃ. προσέταξε δὲ τοῖς οἰκέταις ἀνελομένοις τὴν Ἰεζαβέλαν θάψαι διὰ τὸ γένος· ἦν γὰρ ἐκ βασιλέων.εὗρον δʼ οὐδὲν τοῦ σώματος αὐτῆς οἱ προσταχθέντες τὴν κηδείαν ἢ μόνα τὰ ἀκρωτήρια, τὸ δὲ ἄλλο πᾶν ὑπὸ κυνῶν ἦν δεδαπανημένον. ταῦτʼ ἀκούσας Ἰηοῦς ἐθαύμαζε τὴν Ἠλίου προφητείαν· οὗτος γὰρ αὐτὴν ἐν Ἱεζερέλα προεῖπε τοῦτον ἀπολεῖσθαι τὸν τρόπον.Ὄντων δʼ Ἀχάβῳ παίδων ἑβδομήκοντα τρεφομένων δʼ αὐτῶν ἐν Σαμαρείᾳ πέμπει δύο ἐπιστολὰς Ἰηοῦς τὴν μὲν τοῖς παιδαγωγοῖς τὴν ἑτέραν δὲ τοῖς ἄρχουσι τῶν Σαμαρέων, λέγων τὸν ἀνδρειότατον τῶν Ἀχάβου παίδων ἀποδεῖξαι βασιλέα· καὶ γὰρ ἁρμάτων αὐτῷ εἶναι πλῆθος καὶ ἵππων καὶ ὅπλων καὶ στρατιᾶς καὶ πόλεις ὀχυρὰς ἔχειν· καὶ τοῦτο ποιήσαντας εἰσπράττεσθαι δίκην ὑπὲρ τοῦ δεσπότου.ταῦτα δὲ γράφει διάπειραν βουλόμενος λαβεῖν τῆς τῶν Σαμαρέων διανοίας. ἀναγνόντες δὲ τὰ γράμματα οἵ τε ἄρχοντες καὶ οἱ παιδαγωγοὶ κατέδεισαν, καὶ λογισάμενοι μηδὲν δύνασθαι ποιεῖν πρὸς τοῦτο, δύο γὰρ μεγίστων ἐκράτησε βασιλέων, ἀντέγραψαν ὁμολογοῦντες αὐτὸν ἔχειν δεσπότην καὶ ποιήσειν ὃ ἂν κελεύῃ.ὁ δὲ πρὸς ταῦτα ἀντέγραψεν αὑτῷ τε ὑπακούειν κελεύων καὶ τῶν Ἀχάβου παίδων τὰς κεφαλὰς ἀποτεμόντας πέμψαι πρὸς αὐτόν. οἱ δὲ ἄρχοντες μεταπεμψάμενοι τοὺς τροφεῖς τῶν παίδων προσέταξαν ἀποκτείνασιν αὐτοὺς τὰς κεφαλὰς ἀποτεμεῖν καὶ πέμψαι πρὸς Ἰηοῦν. οἱ δʼ οὐδὲν ὅλως φεισάμενοι τοῦτο ἔπραξαν καὶ συνθέντες εἴς τινα πλεκτὰ ἀγγεῖα τὰς κεφαλὰς ἀπέπεμψαν εἰς Ἰεζέρελαν.κομισθεισῶν δὲ τούτων ἀγγέλλεται μετὰ τῶν φίλων δειπνοῦντι τῷ Ἰηοῦ, ὅτι κομισθεῖεν αἱ τῶν Ἀχάβου παίδων κεφαλαί. ὁ δὲ πρὸ τῆς πύλης ἐξ ἑκατέρου μέρους ἐκέλευσεν ἐξ αὐτῶν ἀναστῆσαι βουνούς.γενομένου δὲ τούτου ἅμα ἡμέρᾳ πρόεισιν ὀψόμενος καὶ θεασάμενος ἤρξατο πρὸς τὸν παρόντα λαὸν λέγειν, ὡς αὐτὸς μὲν ἐπὶ τὸν δεσπότην στρατεύσαιτο τὸν αὑτοῦ κἀκεῖνον ἀποκτείνειε, τούτους δὲ οὐκ αὐτὸς ἀνέλοι· γινώσκειν δὲ αὐτοὺς ἠξίου περὶ τῆς Ἀχάβου γενεᾶς, ὅτι πάντα κατὰ τὴν τοῦ θεοῦ προφητείαν γέγονε καὶ ὁ οἶκος αὐτοῦ, καθὼς καὶ Ἠλίας προεῖπεν, ἀπόλωλε.προσδιαφθείρας δὲ καὶ τοὺς παρὰ τοῖς Ἰεζερελίταις εὑρεθέντας ἐκ τῆς Ἀχάβου συγγενείας ἱππεῖς εἰς Σαμάρειαν ἐπορεύετο. κατὰ δὲ τὴν ὁδὸν τοῖς Ὀχοζία συμβαλὼν οἰκείοις τοῦ βασιλέως τῶν Ἱεροσολυμιτῶν ἀνέκρινεν αὐτούς, τί δή ποτε παρεγένοντο.οἱ δʼ ἀσπασόμενοί τε Ἰώραμον καὶ τὸν αὑτῶν βασιλέα Ὀχοζίαν ἥκειν ἔφασκον· οὐ γὰρ ᾔδεσαν αὐτοὺς ἀμφοτέρους ὑπʼ αὐτοῦ πεφονευμένους. Ἰηοῦς δὲ καὶ τούτους συλληφθέντας ἀναιρεθῆναι προσέταξεν ὄντας τὸν ἀριθμὸν τεσσαράκοντα καὶ δύο.