Ὡς Σολόμων τὴν βασιλείαν παραλαβὼν τοὺς ἐχθροὺς ἀνεῖλε. περὶ τῆς σοφίας αὐτοῦ καὶ συνέσεως καὶ τοῦ πλούτου. ὅτι πρῶτος τὸν ἐν Ἱεροσολύμοις ναὸν ᾠκοδόμησεν. ὡς τελευτήσαντος Σολόμωνος ὁ λαὸς ἀποστὰς τοῦ παιδὸς αὐτοῦ Ῥοβοάμου τῶν δέκα φυλῶν τῶν ὑπηκόων τινὰ Ἱεροβόαμον ἀπέδειξε βασιλέα, τῶν δὲ δύο φυλῶν ὁ υἱὸς αὐτοῦ ἐβασίλευσεν. ὡς Ἴσακος Αἰγυπτίων βασιλεὺς στρατευσάμενος ἐπὶ τὰ Ἱεροσόλυμα καὶ κατασχὼν τὴν πόλιν τὸν πλοῦτον αὐτῆς εἰς Αἴγυπτον μετήνεγκε. στρατεία Ἱεροβοάμου τοῦ τῶν Ἰσραηλιτῶν βασιλέως ἐπὶ τὸν υἱὸν τὸν Ῥοβοάμου καὶ ἧττα. ὅτι τὴν Ἱεροβοάμου γενεὰν Βασίνης τις ὄνομα διαφθείρας αὐτὸς τὴν βασιλείαν ἔσχεν. Αἰθιόπων ἐπιστρατεία τοῖς Ἱεροσολύμοις βασιλεύοντος αὐτῶν Ἀσάνου τοῦ Ἀβία παιδός, καὶ διαφθορὰ τοῦ στρατοῦ. ὡς τῆς Ἀβεσσάρου γενεᾶς διαφθαρείσης ἐβασίλευσε τῶν Ἰσραηλιτῶν Ἄμαρις καὶ ὁ υἱὸς αὐτοῦ Ἄχαβος. ὡς Ἄδαδος Δαμασκοῦ καὶ Συρίας βασιλεὺς δὶς ἐπ' Ἄχαβον στρατευσάμενος ἡττήθη. Ἀμμανιτῶν καὶ Μωαβιτῶν στρατευσαμένων ἐπ' Ἰωσαφάτην τὸν Ἱεροσολύμων βασιλέα ἧττα. ὡς Ἄχαβος ἐπὶ Σύρους στρατευσάμενος ἡττήθη τῇ μάχῃ καὶ αὐτὸς ἀπώλετο. περιέχει ἡ βίβλος αὕτη ἔτη ἑκατὸν ἑξήκοντα καὶ τρία.Περὶ μὲν οὖν Δαυίδου καὶ τῆς ἀρετῆς αὐτοῦ καὶ ὅσων ἀγαθῶν αἴτιος γενόμενος τοῖς ὁμοφύλοις πολέμους τε καὶ μάχας ὅσας κατορθώσας γηραιὸς ἐτελεύτησεν, ἐν τῇ πρὸ ταύτης βίβλῳ δεδηλώκαμεν.Σολόμωνος δὲ τοῦ παιδὸς αὐτοῦ νέου τὴν ἡλικίαν ἔτι ὄντος τὴν βασιλείαν παραλαβόντος, ὃν ἔτι ζῶν ἀπέφηνε τοῦ λαοῦ δεσπότην κατὰ τὴν τοῦ θεοῦ βούλησιν, καθίσαντος ἐπὶ τὸν θρόνον ὁ μὲν πᾶς ὄχλος ἐπευφήμησεν, οἷον εἰκὸς ἐπʼ ἀρχομένῳ βασιλεῖ, τελευτῆσαι καλῶς αὐτῷ τὰ πράγματα καὶ πρὸς γῆρας ἀφικέσθαι λιπαρὸν καὶ πανεύδαιμον τὴν ἡγεμονίαν.Ἀδωνίας δέ, ὃς καὶ τοῦ πατρὸς ἔτι ζῶντος ἐπεχείρησε τὴν ἀρχὴν κατασχεῖν, παρελθὼν πρὸς τὴν τοῦ βασιλέως μητέρα Βερσάβην καὶ φιλοφρόνως αὐτὴν ἀσπασάμενος, πυθομένης εἰ καὶ διὰ χρείαν τινὰ πρὸς αὐτὴν ἀφῖκται καὶ δηλοῦν κελευούσης ὡς ἡδέως παρεξομένης ἤρξατο λέγειν,ὅτι γινώσκει μὲν τὴν βασιλείαν καὶ αὐτὴ καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν τοῦ πλήθους προαίρεσιν οὖσαν αὐτοῦ, μεταβάσης δὲ πρὸς Σολόμωνα τὸν υἱὸν αὐτῆς κατὰ τὴν τοῦ θεοῦ γνώμην στέργει καὶ ἀγαπᾷ τὴν ὑπʼ αὐτῷ δουλείαν καὶ τοῖς παροῦσιν ἥδεται πράγμασιν.ἐδεῖτο δʼ οὖν διακονῆσαι πρὸς τὸν ἀδελφὸν αὐτῷ καὶ πεῖσαι δοῦναι τὴν τῷ πατρὶ συγκοιμωμένην πρὸς γάμον αὐτῷ Ἀβισάκην· οὐ γὰρ πλησιάσαι τὸν πατέρα διὰ τὸ γῆρας αὐτῇ, μένειν δʼ ἔτι παρθένον.ἡ δὲ Βερσάβη καὶ διακονήσειν σπουδαίως ὑπέσχετο καὶ καταπράξεσθαι τὸν γάμον διʼ ἀμφότερα, τοῦ τε βασιλέως αὐτῷ χαρίσασθαί τι βουλησομένου καὶ δεησομένης αὐτῆς λιπαρῶς. καὶ ὁ μὲν εὔελπις ἀπαλλάττεται περὶ τοῦ γάμου, ἡ δὲ τοῦ Σολόμωνος μήτηρ εὐθὺς ὥρμησεν ἐπὶ τὸν υἱὸν διαλεξομένη περὶ ὧν Ἀδωνίᾳ δεηθέντι κατεπηγγείλατο.καὶ προϋπαντήσαντος αὐτῇ τοῦ παιδὸς καὶ περιπλακέντος, ἐπεὶ παρήγαγεν εἰς τὸν οἶκον, οὗ συνέβαινεν αὐτῷ κεῖσθαι τὸν βασιλικὸν θρόνον, καθίσας ἐκέλευσεν ἕτερον ἐκ δεξιῶν τεθῆναι τῇ μητρί. καθεσθεῖσα δʼ ἡ Βερσάβη μίαν, εἶπεν, ὦ παῖ, χάριν αἰτουμένῃ κατάνευσον καὶ μηδὲν ἐξ ἀρνήσεως δύσκολον μηδὲ σκυθρωπὸν ἀπεργάσῃ. τοῦ δὲ Σολόμωνος προστάττειν κελεύοντος,πάντα γὰρ ὅσιον εἶναι μητρὶ παρέχειν, καί τι προσμεμψαμένου τὴν ἀρχήν, ὅτι μὴ μετʼ ἐλπίδος ἤδη βεβαίας τοῦ τυχεῖν ὧν ἀξιοῖ ποιεῖται τοὺς λόγους ἀλλʼ ἄρνησιν ὑφορωμένη, δοῦναι τὴν παρθένον αὐτὸν Ἀβισάκην Ἀδωνίᾳ τἀδελφῷ πρὸς γάμον παρεκάλει.Λαβὼν δὲ πρὸς ὀργὴν ὁ βασιλεὺς τὸν λόγον ἀποπέμπεται μὲν τὴν μητέρα μειζόνων ὀρέγεσθαι πραγμάτων εἰπὼν Ἀδωνίαν καὶ θαυμάζειν, πῶς οὐ παραχωρῆσαι καὶ τῆς βασιλείας ὡς πρεσβυτέρῳ παρακαλεῖ τὸν γάμον αὐτῷ τὸν Ἀβισάκης αἰτουμένη φίλους ἔχοντι δυνατοὺς Ἰώαβον τὸν στρατηγὸν καὶ Ἀβιάθαρον τὸν ἱερέα, μεταπεμψάμενος δὲ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων ἀποκτεῖναι προσέταξεν αὐτῷ τὸν ἀδελφὸν Ἀδωνίαν.καλέσας δὲ τὸν Ἀβιάθαρον τὸν ἱερέα θανάτου μέν, εἶπε, ῥύεταί σε τά τε ἄλλα ὅσα τῷ πατρὶ συνέκαμες καὶ ἡ κιβωτός, ἣν σὺν αὐτῷ μετήνεγκας. ταύτην δέ σοι τὴν τιμωρίαν ἐπιτίθημι ταξαμένῳ μετὰ Ἀδωνία καὶ τὰ ἐκείνου φρονήσαντι· μήτε ἐνθάδε ἴσθι μήτε εἰς ὄψιν ἀπάντα τὴν ἐμήν, ἀλλʼ εἰς τὴν πατρίδα πορευθεὶς ἐν τοῖς ἀγροῖς ζῆθι καὶ τοῦτον ἄχρι τελευτῆς ἔχε τὸν βίον ἁμαρτὼν τοῦ μηκέτʼ εἶναι δικαίως ἐν ἀξίᾳ.καταλύεται μὲν οὖν ἀπὸ τῆς ἱερατικῆς τιμῆς ὁ Ἰθαμάρου οἶκος διὰ τὴν προειρημένην αἰτίαν, καθὼς καὶ τῷ Ἀβιαθάρου πάππῳ προεῖπεν ὁ θεὸς Ἠλεί, μετέβη δʼ εἰς τὸ Φιναάσου γένος πρὸς Σάδωκον.οἱ δὲ ἰδιωτεύσαντες ἐκ τοῦ Φιναάσου γένους καθʼ ὃν καιρὸν εἰς τὸν Ἰθαμάρου οἶκον ἡ ἀρχιερωσύνη μετῆλθεν Ἠλεὶ πρώτου ταύτην παραλαβόντος ἦσαν οὗτοι· ὁ τοῦ ἀρχιερέως Ἰησοῦ υἱὸς Βοκίας, τούτου δὲ Ἰώθαμος, Ἰωθάμου δὲ Μαραίωθος, Μαραιώθου δὲ Ἀροφαῖος, Ἀροφαίου δὲ Ἀχίτωβος, Ἀχιτώβου δὲ Σάδωκος, ὃς πρῶτος ἐπὶ Δαυίδου τοῦ βασιλέως ἀρχιερεὺς ἐγένετο.