Οἰνοχόας δʼ ὁ βασιλεὺς μυριάδας ὀκτὼ κατεσκεύασε καὶ φιαλῶν χρυσέων δέκα ἀργυρέας δὲ διπλασίονας. πινάκων δὲ χρυσέων εἰς τὸ προσφέρειν ἐν αὐτοῖς πεφυραμένην σεμίδαλιν τῷ βωμῷ μυριάδας ὀκτώ, τούτων δʼ ἀργυροῦς διπλασίονας. κρατῆρας δʼ οἷς ἐνεφύρων τὴν σεμίδαλιν μετʼ ἐλαίου χρυσέους μὲν ἑξακισμυρίους, ἀργυρέους δὲ δὶς τοσούτους.τὰ μέτρα δὲ τοῖς Μωυσήου λεγομένοις δὲ ειν καὶ ἐσσάρωνες παραπλήσια, χρυσᾶ μὲν δισμύρια ἀργύρεα δὲ διπλασίονα. θυμιατήρια δὲ χρυσᾶ ἐν οἷς ἐκομίζετο τὸ θυμίαμα εἰς τὸν ναὸν δισμύρια· ὁμοίως ἄλλα θυμιατήρια οἷς ἐκόμιζον ἀπὸ τοῦ μεγάλου βωμοῦ πῦρ ἐπὶ τὸν μικρὸν βωμὸν τὸν ἐν τῷ ναῷ πεντακισμύρια.στολὰς δὲ ἱερατικὰς τοῖς ἀρχιερεῦσι σὺν ποδήρεσιν ἐπωμίσι καὶ λογίῳ καὶ λίθοις χιλίας· ἡ δὲ στεφάνη, εἰς ἣν τὸν θεὸν Μωυσῆς ἔγραψε, μία ἦν καὶ διέμεινεν ἄχρι τῆσδε τῆς ἡμέρας· τὰς δὲ ἱερατικὰς στολὰς ἐκ βύσσου κατεσκεύασε καὶ ζώνας πορφυρᾶς εἰς ἕκαστον μυρίας.καὶ σαλπίγγων κατὰ Μωυσέος ἐντολὴν μυριάδας εἴκοσι, καὶ στολῶν τοῖς ὑμνῳδοῖς Ληουιτῶν ἐκ βύσσου μυριάδας εἴκοσι· καὶ τὰ ὄργανα τὰ μουσικὰ καὶ πρὸς τὴν ὑμνῳδίαν ἐξηυρημένα, ἃ καλεῖται νάβλας καὶ κινύρας, ἐξ ἠλέκτρου κατεσκεύασε τετρακισμύρια.Ταῦτα πάντα ὁ Σολόμων εἰς τὴν τοῦ θεοῦ τιμὴν πολυτελῶς καὶ μεγαλοπρεπῶς κατεσκεύασε μηδενὸς φεισάμενος ἀλλὰ πάσῃ φιλοτιμίᾳ περὶ τὸν τοῦ ναοῦ κόσμον χρησάμενος, ἃ καὶ κατέθηκεν ἐν τοῖς θησαυροῖς τοῦ θεοῦ. περιέβαλε δὲ τοῦ ναοῦ κύκλῳ γείσιον μὲν κατὰ τὴν ἐπιχώριον γλῶτταν τριγχὸν δὲ παρʼ Ἕλλησι λεγόμενον εἰς τρεῖς πήχεις ἀναγαγὼν τὸ ὕψος, εἴρξοντα μὲν τοὺς πολλοὺς τῆς εἰς τὸ ἱερὸν εἰσόδου, μόνοις δὲ ἀνειμένην αὐτὴν τοῖς ἱερεῦσι σημανοῦντα.τούτου δʼ ἔξωθεν ἱερὸν ᾠκοδόμησεν· ἐν τετραγώνου σχήματι στοὰς ἐγείρας μεγάλας καὶ πλατείας καὶ πύλαις ὑψηλαῖς ἀνεῳγμένας, ὧν ἑκάστη πρὸς ἕκαστον τῶν ἀνέμων τέτραπτο χρυσέαις κλειομένη θύραις. εἰς τοῦτο τοῦ λαοῦ πάντες οἱ διαφέροντες ἁγνείᾳ καὶ παρατηρήσει τῶν νομίμων εἰσῄεσαν.θαυμαστὸν δὲ καὶ λόγου παντὸς ἀπέφηνε μεῖζον, ὡς δὲ εἰπεῖν καὶ τῆς ὄψεως, τὸ τούτων ἔξωθεν ἱερόν· μεγάλας γὰρ ἐγχώσας φάραγγας, ἃς διὰ βάθος ἄπειρον οὐδὲ ἀπόνως ἐννεύσαντας ἦν ἰδεῖν, καὶ ἀναβιβάσας εἰς τετρακοσίους πήχεις τὸ ὕψος ἰσοπέδους τῇ κορυφῇ τοῦ ὄρους ἐφʼ ἧς ὁ ναὸς ᾠκοδόμητο κατεσκεύασε· καὶ διὰ τοῦτο ὕπαιθρον ὂν τὸ ἔξωθεν ἱερὸν ἴσον ὑπῆρχε τῷ ναῷ.περιλαμβάνει δʼ αὐτὸ καὶ στοαῖς διπλαῖς μὲν τὴν κατασκευήν, λίθου δʼ αὐτοφυοῦς τὸ ὕψος κίοσιν ἐπερηρεισμέναις· ὀροφαὶ δʼ αὐταῖς ἦσαν ἐκ κέδρου φατνώμασιν ἀνεξεσμέναι. τὰς δὲ θύρας τῷ ἱερῷ τούτῳ πάσας ἐπέστησεν ἐξ ἀργύρου.Τὰ μὲν οὖν ἔργα ταῦτα καὶ τὰ μεγέθη καὶ κάλλη τῶν τε οἰκοδομημάτων καὶ τῶν εἰς τὸν ναὸν ἀναθημάτων Σολόμων ὁ βασιλεὺς ἐν ἔτεσιν ἑπτὰ συντελέσας καὶ πλούτου καὶ προθυμίας ἐπίδειξιν ποιησάμενος, ὡς ἄν τις ἰδὼν ἐνόμισεν ὡς ἐν τῷ παντὶ κατασκευασθῆναι χρόνῳ ταῦτα ἐν οὕτως ὀλίγῳ πρὸς τὸ μέγεθος συγκρινόμενα τοῦ ναοῦ συμπερασθῆναι, γράψας τοῖς ἡγεμόσι καὶ τοῖς πρεσβυτέροις τῶν Ἑβραίων ἐκέλευσεν ἅπαντα τὸν λαὸν συναγαγεῖν εἰς Ἱεροσόλυμα ὀψόμενόν τε τὸν ναὸν καὶ μετακομιοῦντα τὴν τοῦ θεοῦ κιβωτὸν εἰς αὐτόν.καὶ περιαγγελθείσης τῆς εἰς τὰ Ἱεροσόλυμα πᾶσιν ἀφίξεως ἑβδόμῳ μηνὶ μόλις συνίασιν, ὑπὸ μὲν τῶν ἐπιχωρίων Ἀθύρει, ὑπὸ δὲ τῶν Μακεδόνων Ὑπερβερεταίῳ λεγομένῳ. συνέδραμε δʼ εἰς τὸν αὐτὸν χρόνον καὶ ὁ τῆς σκηνοπηγίας καιρὸς ἑορτῆς σφόδρα παρὰ τοῖς Ἑβραίοις ἁγιωτάτης καὶ μεγίστης.βαστάσαντες οὖν τὴν κιβωτὸν καὶ τὴν σκηνήν, ἣν Μωυσῆς ἐπήξατο, καὶ πάντα τὰ πρὸς τὴν διακονίαν τῶν θυσιῶν τοῦ θεοῦ σκεύη μετεκόμιζον εἰς τὸν ναόν. προῆγον δὲ μετὰ θυσιῶν αὐτός τε ὁ βασιλεὺς καὶ ὁ λαὸς ἅπας καὶ οἱ Λευῖται σπονδαῖς τε καὶ πολλῶν ἱερείων αἵματι τὴν ὁδὸν καταντλοῦντες καὶ θυμιῶντες ἀπειρόν τι θυμιαμάτων πλῆθος,ὡς ἅπαντα τὸν πέριξ ἀέρα πεπληρωμένον καὶ τοῖς πορρωτάτω τυγχάνουσιν ἡδὺν ἀπαντᾶν καὶ γνωρίζειν ἐπιδημίαν θεοῦ καὶ κατοικισμὸν κατʼ ἀνθρωπίνην δόξαν εἰς νεοδόμητον αὐτῷ καὶ καθιερωμένον χωρίον· καὶ γὰρ οὐδʼ ὑμνοῦντες οὐδὲ χορεύοντες ἕως οὗ πρὸς τὸν ναὸν ἦλθον ἔκαμον.τούτῳ μὲν οὖν τῷ τρόπῳ τὴν κιβωτὸν μετήνεγκαν. ὡς δʼ εἰς τὸ ἄδυτον αὐτὴν εἰσενεγκεῖν ἔδει, τὸ μὲν ἄλλο πλῆθος μετέστη, μόνοι δὲ κομίσαντες οἱ ἱερεῖς μεταξὺ τῶν δύο Χερουβὶμ κατέθεσαν· αἱ δὲ τοὺς ταρσοὺς συμπλέξασαι, καὶ γὰρ οὕτως ἦσαν ὑπὸ τοῦ τεχνίτου κατεσκευασμέναι, τὴν κιβωτὸν ὡς ὑπὸ σκηνῇ τινι καὶ θόλῳ κατεσκέπασαν.εἶχε δὲ ἡ κιβωτὸς οὐδὲν ἕτερον ἢ δύο λιθίνας πλάκας, αἳ τοὺς δέκα λόγους τοὺς ὑπὸ τοῦ θεοῦ Μωυσεῖ λαληθέντας ἐν Σιναίῳ ὄρει ἐγγεγραμμένους αὐταῖς ἔσωζον. τὴν δὲ λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὸν βωμὸν τὸν χρύσεον ἔστησαν ἐν τῷ ναῷ πρὸ τοῦ ἀδύτου κατὰ τοὺς αὐτοὺς τόπους, οὓς καὶ τότε ἐν τῇ σκηνῇ κείμενοι κατεῖχον, καὶ τὰς καθημερινὰς θυσίας ἀνέφερον.τὸ δὲ θυσιαστήριον τὸ χάλκεον ἵστησι πρὸ τοῦ ναοῦ ἀντικρὺ τῆς θύρας, ὡς ἀνοιχθείσης αὐτὸ κατὰ πρόσωπον εἶναι καὶ βλέπεσθαι τὰς ἱερουργίας καὶ τὴν τῶν θυσιῶν πολυτέλειαν. τὰ δὲ λοιπὰ σκεύη πάντα συναλίσας ἔνδον εἰς τὸν ναὸν κατέθετο.