κατέστρωσε δὲ καὶ τοῦ ναοῦ τὸ ἔδαφος ἐλάσμασι χρυσοῦ, ἐπέθηκε δὲ καὶ τῷ πυλῶνι τοῦ ναοῦ θύρας πρὸς τὸ ὕψος τοῦ τοίχου συμμεμετρημένας εὖρος ἐχούσας πηχῶν εἴκοσι, καὶ ταύτας κατεκόλλησε χρυσῷ.συνελόντι δʼ εἰπεῖν οὐδὲν εἴασε τοῦ ναοῦ μέρος οὔτε ἔξωθεν οὔτε ἔνδοθεν, ὃ μὴ χρυσὸς ἦν. κατεπέτασε δὲ καὶ ταύτας τὰς θύρας ὁμοίως ταῖς ἐνδοτέρω καταπετάσμασιν. ἡ δὲ τοῦ προναΐου πύλη τούτων οὐδὲν εἶχε.Μεταπέμπεται δʼ ἐκ Τύρου Σολόμων παρὰ Εἱρώμου τεχνίτην Χείρωμον ὄνομα μητρὸς μὲν ὄντα Νεφθαλίτιδος τὸ γένος, ἐκ γὰρ ταύτης ὑπῆρχε τῆς φυλῆς, πατρὸς δὲ Οὐρίου γένος Ἰσραηλίτου. οὗτος ἅπαντος μὲν ἐπιστημόνως εἶχεν ἔργου, μάλιστα δὲ τεχνίτης ἦν χρυσὸν ἐργάζεσθαι καὶ ἄργυρον καὶ χαλκόν, ὑφʼ οὗ δὴ καὶ πάντα κατὰ τὴν τοῦ βασιλέως βούλησιν τὰ περὶ τὸν ναὸν ἐμηχανήθη.κατεσκεύασε δὲ ὁ Χείρωμος οὗτος καὶ στύλους δύο χαλκοῦς ἔσωθεν τὸ πάχος τεσσάρων δακτύλων. ἦν δὲ τὸ μὲν ὕψος τοῖς κίοσιν ὀκτωκαίδεκα πήχεων, ἡ δὲ περίμετρος δέκα καὶ δύο πηχῶν· χωνευτὸν δʼ ἐφʼ ἑκατέρᾳ κεφαλῇ κρίνον ἐφειστήκει τὸ ὕψος ἐπὶ πέντε πήχεις ἐγηγερμένον, ᾧ περιέκειτο δίκτυον ἐλάτῃ χαλκέᾳ περιπεπλεγμένον καλύπτον τὰ κρίνα.τούτου δὲ ἀπήρτηντο κατὰ διστιχίαν καὶ ῥοιαὶ διακόσιαι. τούτων τῶν κιόνων τὸν μὲν ἕτερον κατὰ τὴν δεξιὰν ἔστησε τοῦ προπυλαίου παραστάδα καλέσας αὐτὸν Ἰαχείν, τὸν δʼ ἕτερον κατὰ τὸ ἀριστερὸν ὀνομάσας αὐτὸν Ἀβαίζ.Ἐχώνευσε δὲ καὶ θάλασσαν χαλκῆν εἰς ἡμισφαίριον ἐσχηματισμένην· ἐκλήθη δὲ τὸ χαλκούργημα θάλασσα διὸ τὸ μέγεθος· ἦν γὰρ ὁ λουτὴρ τὴν διάμετρον πηχῶν δέκα καὶ ἐπὶ παλαιστιαῖον πάχος κεχωνευμένος. ὑπερήρειστο δὲ κατὰ τὸ μεσαίτατον τοῦ κύτους σπείρᾳ περιαγομένῃ εἰς ἕλικας δέκα·ἦν δὲ τὴν διάμετρον πήχεως, περιειστήκεσαν δὲ περὶ αὐτὴν μόσχοι δώδεκα πρὸς τὰ κλίματα τῶν τεσσάρων ἀνέμων ἀποβλέποντες καθʼ ἕκαστον αὐτῶν τρεῖς, εἰς τὰ ὀπίσθια νενευκότες, ὥστʼ αὐτοῖς ἐπικαθέζεσθαι τὸ ἡμισφαίριον κατὰ περιαγωγὴν ἔνδον ἀπονεῦον. ἐδέχετο δὲ ἡ θάλασσα βάτους τρισχιλίους.Ἐποίησε δὲ καὶ λουτήρων δέκα βάσεις χαλκᾶς τετραγώνους. τούτων ἑκάστη μῆκος γεγόνει πηχῶν πέντε πλάτος τεσσάρων ὕψος ἕξ. συνεκέκλειτο δὲ τὸ ἔργον κατὰ μέρος τετορευμένον οὕτως· τέσσαρες ἦσαν κιονίσκοι κατὰ γωνίαν ἑστῶτες τετράγωνοι τὰ πλευρὰ τῆς βάσεως ἐξ ἑκατέρου μέρους ἐν αὑτοῖς ἔχοντες ἐξηρμοσμένα.ἦν δὲ ταῦτα τριχῇ διῃρημένα· ἑκάστην δὲ χώραν ὅρος ἐπεῖχεν εἰς ὑπόβασιν κατεσκευασμένος, ἐφʼ οἷς ἐτετόρευτο πῇ μὲν λέων πῇ δὲ ταῦρος καὶ ἀετός, ἐπὶ δὲ τῶν κιονίσκων ὁμοίως ἐξείργαστο τοῖς κατὰ τὰ πλευρὰ τετορευμένοις.τὸ δὲ πᾶν ἔργον ἐπὶ τεσσάρων αἰωρούμενον τροχῶν εἱστήκει. χωνευτοὶ δʼ ἦσαν οὗτοι πλήμνας καὶ ἄντυγας πήχεως καὶ ἡμίσους ἔχοντες τὴν διάμετρον. ἐθαύμασεν ἄν τις τὰς ἀψῖδας τῶν τροχῶν θεασάμενος, ὅπως συντετορευμέναι καὶ τοῖς πλευροῖς τῶν βάσεων προσηνωμέναι ἁρμονίως ταῖς ἄντυξιν ἐνέκειντο· ἦσαν δʼ ὅμως οὕτως ἔχουσαι.τὰς δὲ γωνίας ἄνωθεν συνέκλειον ὦμοι χειρῶν ἀνατεταμένων, οἷς ἐπεκάθητο σπεῖρα κατὰ κοῖλον ἐπικειμένη τὸν λουτῆρα ταῖς χερσὶν ἐπαναπαυόμενον ἀετοῦ καὶ λέοντος αὐτοῖς ἐφηρμοσμένων, ὡς σύμφυτα ταῦτʼ εἶναι δοκεῖν τοῖς ὁρῶσι. μεταξὺ δὲ τούτων φοίνικες ἦσαν τετορευμένοι. τοιαύτη μὲν ἡ κατασκευὴ τῶν δέκα βάσεων ὑπῆρχε.προσεξείργαστο δὲ καὶ χυτρογαύλους δέκα λουτῆρας στρογγύλους χαλκοῦς, ὧν ἕκαστος ἐχώρει τεσσαράκοντα χόας· τὸ γὰρ ὕψος εἶχε τεσσάρων πηχῶν καὶ τοσούτοις ἀλλήλων αὐτοῖς διειστήκει τὰ χείλη. τίθησι δὲ τοὺς λουτῆρας τούτους ἐπὶ τῶν δέκα βάσεων τῶν κληθεισῶν Μεχενώθ.πέντε δὲ λουτῆρας ἵστησιν ἐξ ἀριστεροῦ μέρους τοῦ ναοῦ, τέτραπτο δὲ τοῦτο κατὰ βορέαν ἄνεμον, καὶ τοσούτους ἐκ τοῦ δεξιοῦ πρὸς νότον ἀφορῶντας εἰς τὴν ἀνατολήν· κατὰ δʼ αὐτὸ καὶ τὴν θάλασσαν ἔθηκε.πληρώσας δὲ ὕδατος τὴν μὲν θάλασσαν ἀπέδειξεν εἰς τὸ νίπτειν τοὺς εἰς τὸν ναὸν εἰσιόντας ἱερεῖς ἐν αὐτῇ τὰς χεῖρας καὶ τοὺς πόδας μέλλοντας ἀναβαίνειν ἐπὶ τὸν βωμόν, τοὺς δὲ λουτῆρας εἰς τὸ καθαίρειν τὰ ἐντὸς τῶν ὁλοκαυτουμένων ζῴων καὶ τοὺς πόδας αὐτῶν.Κατεσκεύασε δὲ καὶ θυσιαστήριον χάλκεον εἴκοσι πηχῶν τὸ μῆκος καὶ τοσούτων τὸ εὖρος τὸ δὲ ὕψος δέκα πρὸς τὰς ὁλοκαυτώσεις. ἐποίησε δὲ αὐτοῦ καὶ τὰ σκεύη πάντα χάλκεα ποδιστῆρας καὶ ἀναλημπτῆρας· οὐ μὴν ἀλλὰ πρὸς τούτοις Χείρωμος καὶ λέβητας καὶ ἅρπαγας καὶ πᾶν σκεῦος ἐδημιούργησεν ἐκ χαλκοῦ τὴν αὐγὴν ὁμοίου χρυσῷ καὶ τὸ κάλλος·τραπεζῶν τε πλῆθος ἀνέθηκεν ὁ βασιλεύς, καὶ μίαν μὲν μεγάλην χρυσέαν, ἐφʼ ἧς ἐτίθεσαν τοὺς ἄρτους τοῦ θεοῦ, καὶ ταύτῃ παραπλησίας μυρίας πρὸς αὐταῖς ἑτέρῳ τρόπῳ γεγενημένας, ἐφʼ ὧν ἐπέκειτο τὰ σκεύη φιάλαι τε καὶ σπονδεῖα χρύσεα μὲν δισμύρια ἀργύρεα δὲ τετρακισμύρια.καὶ λυχνίας δὲ μυρίας ἐποίησε κατὰ τὴν Μωυσέος προσταγήν, ἐξ ὧν μίαν ἀνέθηκεν εἰς τὸν ναόν, ἵνα καίηται καθʼ ἡμέραν ἀκολούθως τῷ νόμῳ, καὶ τράπεζαν μίαν ἐπικειμένην ἄρτους πρὸς τὸ βόρειον τοῦ ναοῦ μέρος ἀντικρὺ τῆς λυχνίας· ταύτην γὰρ κατὰ νότον ἔστησεν, ὁ δὲ χρύσεος βωμὸς μέσος αὐτῶν ἔκειτο. ταῦτα πάντα εἶχεν ὁ τῶν τεσσαράκοντα πηχῶν οἶκος πρὸ τοῦ καταπετάσματος τοῦ ἀδύτου· ἐν τούτῳ δὲ ἡ κιβωτὸς ἔμελλε κεῖσθαι.