ἀκήκοας γὰρ οἶμαι τοῦτο πάντως γενόμενον. ὡς οὖν πλήξαντος αὐτοῦ τὸν Μιχαίαν μηδὲν συνέβη παθεῖν, Ἄχαβος θαρρήσας ἄγειν τὴν στρατιὰν πρόθυμος ἦν ἐπὶ τὸν Σύρον· ἐνίκα γὰρ οἶμαι τὸ χρεὼν καὶ πιθανωτέρους ἐποίει τοῦ ἀληθοῦς τοὺς ψευδοπροφήτας, ἵνα λάβῃ τὴν ἀφορμὴν τοῦ τέλους. Σεδεκίας σιδήρεα ποιήσας κέρατα λέγει πρὸς Ἄχαβον, ὡς θεὸν αὐτῷ σημαίνειν τούτοις ἅπασαν καταστρέψεσθαι τὴν Συρίαν.Μιχαίαν δὲ μετʼ οὐ πολλὰς ἡμέρας εἰπόντα τὸν Σεδεκίαν ταμιεῖον ἐκ ταμιείου κρυβόμενον ἀμείψειν ζητοῦντα φυγεῖν τῆς ψευδολογίας τὴν δίκην, ἐκέλευσεν ὁ βασιλεὺς ἀπαχθέντα φυλάττεσθαι πρὸς Ἀχάμωνα τὸν τῆς πόλεως ἄρχοντα καὶ χορηγεῖσθαι μηδὲν ἄρτου καὶ ὕδατος αὐτῷ περισσότερον.Καὶ Ἄχαβος μὲν καὶ Ἰωσάφατος ὁ τῶν Ἱεροσολύμων βασιλεὺς ἀναλαβόντες τὰς δυνάμεις ἤλασαν εἰς Ῥαμάθην πόλιν τῆς Γαλαδίτιδος. ὁ δὲ τῶν Σύρων βασιλεὺς ἀκούσας αὐτῶν τὴν στρατείαν ἀντεπήγαγεν αὐτοῖς τὴν αὑτοῦ στρατιὰν καὶ οὐκ ἄπωθεν τῆς Ἀραμάθης στρατοπεδεύεται.συνέθεντο δὲ ὅ τε Ἄχαβος καὶ Ἰωσάφατος ἀποθέσθαι μὲν τὸν Ἄχαβον τὸ βασιλικὸν σχῆμα, τὸν δὲ τῶν Ἱεροσολύμων βασιλέα τὴν αὐτοῦ στολὴν ἔχοντα στῆναι ἐν τῇ παρατάξει, κατασοφιζόμενοι τὰ ὑπὸ τοῦ Μιχαία προειρημένα. εὗρε δʼ αὐτὸν τὸ χρεὼν καὶ δίχα τοῦ σχήματος·ὁ μὲν γὰρ Ἄδαδος ὁ τῶν Σύρων βασιλεὺς παρήγγειλε τῇ στρατιᾷ διὰ τῶν ἡγεμόνων μηδένα τῶν ἄλλων ἀναιρεῖν, μόνον δὲ τὸν βασιλέα τῶν Ἰσραηλιτῶν. οἱ δὲ Σύροι τῆς συμβολῆς γενομένης ἰδόντες τὸν Ἰωσάφατον ἑστῶτα πρὸ τῆς τάξεως καὶ τοῦτον εἰκάσαντες εἶναι τὸν Ἄχαβον ὥρμησαν ἐπʼ αὐτὸν καὶ περικυκλωσάμενοι,ὡς ἐγγὺς ὄντες ἔγνωσαν οὐκ ὄντα τοῦτον, ἀνεχώρησαν ὀπίσω, ἀπό τε ἀρχομένης ἠοῦς ἄχρι δείλης μαχόμενοι καὶ νικῶντες ἀπέκτειναν οὐδένα κατὰ τὴν τοῦ βασιλέως ἐντολὴν ζητοῦντες τὸν Ἄχαβον ἀνελεῖν μόνον καὶ εὑρεῖν οὐ δυνάμενοι. παῖς δέ τις βασιλικὸς τοῦ Ἀδάδου Ἀμανὸς ὄνομα τοξεύσας εἰς τοὺς πολεμίους τιτρώσκει τὸν βασιλέα διὰ τοῦ θώρακος κατὰ τοῦ πνεύμονος.Ἄχαβος δὲ τὸ μὲν συμβεβηκὸς οὐκ ἔγνω ποιῆσαι τῷ στρατεύματι φανερὸν μὴ τραπείησαν, τὸν δʼ ἡνίοχον ἐκέλευσεν ἐκτρέψαντα τὸ ἅρμα ἐξάγειν τῆς μάχης· χαλεπῶς γὰρ βεβλῆσθαι καὶ καιρίως. ὀδυνώμενος δὲ ἔστη ἐπὶ τοῦ ἅρματος ἄχρι δύνοντος ἡλίου καὶ λιφαιμήσας ἀπέθανε.Καὶ τὸ μὲν τῶν Σύρων στράτευμα νυκτὸς ἤδη γενομένης ἀνεχώρησεν εἰς τὴν παρεμβολήν, καὶ δηλώσαντος τοῦ στρατοκήρυκος ὅτι τέθνηκεν Ἄχαβος ἀνέζευξαν εἰς τὰ ἴδια, κομίσαντες δὲ τὸν Ἀχάβου νεκρὸν εἰς Σαμάρειαν ἐκεῖ θάπτουσι.καὶ τὸ ἅρμα ἀποπλύναντες ἐν τῇ Ἱεζερήλα κρήνῃ καθῃμαγμένον τῷ τοῦ βασιλέως φόνῳ ἀληθῆ τὴν Ἠλία προφητείαν ἐπέγνωσαν· οἱ μὲν γὰρ κύνες ἀνελιχμήσαντο τὸ αἷμα, αἱ δὲ ἑταιριζόμεναι ἐν τῇ κρήνῃ τὸ λοιπὸν λουόμεναι τούτῳ διετέλουν. ἀπέθανε δʼ ἐν Ἀραμάθῃ, Μιχαία τοῦτο προειπόντος.συμβάντων οὖν Ἀχάβῳ τῶν ὑπὸ τῶν δύο προφητῶν εἰρημένων μέγα τὸ θεῖον ἡγεῖσθαι καὶ σέβειν καὶ τιμᾶν αὐτὸ πανταχοῦ, καὶ τῆς ἀληθείας μὴ τὰ πρὸς ἡδονὴν καὶ βούλησιν πιθανώτερα δοκεῖν, ὑπολαμβάνειν δʼ ὅτι προφητείας καὶ τῆς διὰ τῶν τοιούτων προγνώσεως οὐδέν ἐστι συμφορώτερον παρέχοντος οὕτω τοῦ θεοῦ τί δεῖ φυλάξασθαι,λογίζεσθαί τε πάλιν ἐκ τῶν περὶ τὸν βασιλέα γεγενημένων στοχαζομένους προσῆκε τὴν τοῦ χρεὼν ἰσχύν, ὅτι μηδὲ προγινωσκόμενον αὐτὸ διαφυγεῖν ἔστιν, ἀλλʼ ὑπέρχεται τὰς ἀνθρωπίνας ψυχὰς ἐλπίσι κολακεῦον χρησταῖς, αἷς εἰς τὸ πόθεν αὐτῶν κρατήσει περιάγει.φαίνεται οὖν καὶ Ἄχαβος ὑπὸ τούτου τὴν διάνοιαν ἀπατηθείς, ὥστε ἀπιστῆσαι μὲν τοῖς προλέγουσι τὴν ἧτταν, τοῖς δὲ πρὸς χάριν προφητεύσασι πεισθεὶς ἀποθανεῖν. τοῦτον μὲν οὖν ὁ παῖς Ὀχοζίας διεδέξατο.