ἀλλʼ εἶχεν εὐμενές τε καὶ συνεργὸν τὸ θεῖον δίκαιος ὢν καὶ εὐσεβὴς καὶ τί καθʼ ἑκάστην ἡμέραν ἡδὺ ποιήσει καὶ προσηνὲς τῷ θεῷ ζητῶν. ἐτίμων δʼ αὐτὸν οἱ πέριξ βασιλικαῖς δωρεαῖς, ὡς πλοῦτόν τε ποιῆσαι βαθύτατον καὶ δόξαν ἄρασθαι μεγίστην.Τρίτῳ δʼ ἔτει τῆς βασιλείας συγκαλέσας τοὺς ἡγεμόνας τῆς χώρας καὶ τοὺς ἱερεῖς ἐκέλευε τὴν γῆν περιελθόντας ἅπαντα τὸν λαὸν τὸν ἐπʼ αὐτῇ διδάξαι κατὰ πόλιν τοὺς Μωσείους νόμους καὶ φυλάσσειν τούτους καὶ σπουδάζειν περὶ τὴν θρησκείαν τοῦ θεοῦ. καὶ ἥσθη πᾶν τὸ πλῆθος οὕτως, ὡς μηδὲν ἄλλο φιλοτιμεῖσθαι μηδὲ ἀγαπᾶν ὡς τὸ τηρεῖν τὰ νόμιμα.οἵ τε προσχώριοι διετέλουν στέργοντες τὸν Ἰωσάφατον καὶ πρὸς αὐτὸν εἰρήνην ἄγοντες· οἱ δὲ Παλαιστῖνοι τακτοὺς ἐτέλουν αὐτῷ φόρους καὶ Ἄραβες ἐχορήγουν κατʼ ἔτος ἄρνας ἑξήκοντα καὶ τριακοσίους καὶ ἐρίφους τοσούτους. πόλεις τε μεγάλας ὠχύρωσεν ἄλλας τε καὶ βαρεῖς, καὶ δύναμιν στρατιωτικὴν πρὸς πολέμους ηὐτρέπιστο.ἦν δὲ ἐκ μὲν τῆς Ἰούδα φυλῆς στρατὸς ὁπλιτῶν μυριάδες τριάκοντα, ὧν Ἐδναῖος τὴν ἡγεμονίαν εἶχεν, Ἰωάννης δὲ μυριάδων εἴκοσι. ὁ δʼ αὐτὸς οὗτος ἡγεμὼν κἀκ τῆς Βενιαμίτιδος φυλῆς εἶχε τοξοτῶν πεζῶν μυριάδας εἴκοσι, ἄλλος δʼ ἡγεμὼν ᾧ Χάβαθος ὄνομα μυριάδας ὁπλιτῶν ὀκτωκαίδεκα τὸ πλῆθος τῷ βασιλεῖ προσένειμε, πάρεξ ὧν εἰς τὰς ὀχυρωτάτας διέπεμψε πόλεις.Ἠγάγετο δὲ τῷ παιδὶ Ἰωράμῳ τὴν Ἀχάβου θυγατέρα τοῦ τῶν δέκα φυλῶν βασιλέως Ὀθλίαν ὄνομα. πορευθέντα δʼ αὐτὸν μετὰ χρόνον τινὰ εἰς Σαμάρειαν φιλοφρόνως Ἄχαβος ὑπεδέξατο καὶ τὸν ἀκολουθήσαντα στρατὸν ἐξένισε λαμπρῶς σίτου τε καὶ οἴνου καὶ θυμάτων ἀφθονίᾳ, παρεκάλεσέ τε συμμαχῆσαι κατὰ τοῦ Σύρων βασιλέως, ἵνα τὴν ἐν τῇ Γαλαδηνῇ πόλιν Ἀραμαθὰν ἀφέληται·τοῦ γὰρ πατρὸς αὐτὴν τοῦ αὐτοῦ πρῶτον τυγχάνουσαν ἀφῃρῆσθαι τὸν ἐκείνου πατέρα. τοῦ δὲ Ἰωσαφάτου τὴν βοήθειαν ἐπαγγειλαμένου, καὶ γὰρ εἶναι δύναμιν αὐτῷ μὴ ἐλάττω τῆς ἐκείνου, καὶ μεταπεμψαμένου τὴν δύναμιν ἐξ Ἱεροσολύμων εἰς Σαμάρειαν, προεξελθόντες ἔξω τῆς πόλεως οἱ δύο βασιλεῖς καθίσαντες ἐπὶ τοῦ ἰδίου θρόνου ἑκάτερος τοῖς οἰκείοις στρατιώταις τὸ στρατιωτικὸν διένεμον.Ἰωσαφάτης δʼ ἐκέλευσεν εἴ τινές εἰσι προφῆται καλέσαντʼ αὐτοὺς ἀνακρῖναι περὶ τῆς ἐπὶ τὸν Σύρον ἐξόδου, εἰ συμβουλεύουσι κατʼ ἐκεῖνον τὸν καιρὸν αὐτῷ ποιήσασθαι τὴν στρατείαν· καὶ γὰρ εἰρήνη τε καὶ φιλία τότε τῷ Ἀχάβῳ πρὸς τὸν Σύρον ὑπῆρχεν ἐπὶ τρία ἔτη διαμείνασα, ἀφʼ οὗ λαβὼν αὐτὸν αἰχμάλωτον ἀπέλυσεν ἄχρις ἐκείνης τῆς ἡμέρας.Καλέσας δὲ Ἄχαβος τοὺς αὑτοῦ προφήτας ὡσεὶ τετρακοσίους τὸν ἀριθμὸν ὄντας ἐκέλευσεν ἔρεσθαι τοῦ θεοῦ, εἰ δίδωσιν αὐτῷ στρατευσαμένῳ ἐπὶ Ἄδερα νίκην καὶ καθαίρεσιν τῆς πόλεως, διʼ ἣν ἐκφέρειν μέλλει τὸν πόλεμον.τῶν δὲ προφητῶν συμβουλευσάντων ἐκστρατεῦσαι, κρατήσειν γὰρ τοῦ Σύρου καὶ λήψεσθαι ὑποχείριον αὐτὸν ὡς καὶ τὸ πρῶτον, συνεὶς ἐκ τῶν λόγων Ἰωσάφατος, ὅτι ψευδοπροφῆται τυγχάνουσιν, ἐπύθετο τοῦ Ἀχάβου εἰ καὶ ἕτερός τίς ἐστι προφήτης τοῦ θεοῦ, ἵνα ἀκριβέστερον μάθωμεν περὶ τῶν μελλόντων. ὁ δʼ Ἄχαβος εἶναι μὲν ἔφη,μισεῖν δʼ αὐτὸν κακὰ προφητεύσαντα καὶ προειπόντα ὅτι τεθνήξεται νικηθεὶς ὑπὸ τοῦ Σύρου, ἐν φρουρᾷ δὲ νῦν αὐτὸν ἔχειν· καλεῖσθαι δὲ Μιχαίαν, υἱὸν δʼ εἶναι Ὀμβλαίου· τοῦ δʼ Ἰωσαφάτου κελεύσαντος αὐτὸν προαχθῆναι πέμψας εὐνοῦχον ἄγει τὸν Μιχαίαν.κατὰ δὲ τὴν ὁδὸν ἐδήλωσεν αὐτῷ ὁ εὐνοῦχος πάντας τοὺς ἄλλους προφήτας νίκην τῷ βασιλεῖ προειρηκέναι. ὁ δὲ οὐκ ἐξὸν αὐτῷ καταψεύσασθαι τοῦ θεοῖ φήσας, ἀλλʼ ἐρεῖν ὅτι ἂν αὐτῷ περὶ τοῦ βασιλέως αὐτὸς εἴπῃ, ὡς ἧκε πρὸς τὸν Ἄχαβον καὶ λέγειν αὐτῷ τἀληθὲς οὗτος ἐνωρκίσατο, δεῖξαι τὸν θεὸν αὐτῷ φεύγοντας τοὺς Ἰσραηλίτας ἔφη καὶ διωκομένους ὑπὸ τῶν Σύρων καὶ διασκορπιζομένους ὑπʼ αὐτῶν εἰς τὰ ὄρη, καθάπερ ποιμένων ἠρημωμένα ποίμνια.ἔλεγε δὲ σημαίνειν τοὺς μὲν μετʼ εἰρήνης ἀναστρέψειν εἰς τὰ ἴδια, πεσεῖσθαι δʼ αὐτὸν μόνον ἐν τῇ μάχῃ. ταῦτα φήσαντος τοῦ Μιχαία πρὸς Ἰωσάφατον ὁ Ἄχαβος ἀλλʼ ἔγωγε μικρὸν ἔμπροσθεν ἐδήλωσά σοι τὴν τἀνθρώπου πρός με διάθεσιν, καὶ ὅτι μοι τὰ χείρω προεφήτευσε. τοῦ δὲ Μιχαία εἰπόντος,ὡς προσῆκεν αὐτῷ πάντων ἀκροᾶσθαι τῶν ὑπὸ τοῦ θεοῦ προλεγομένων, καὶ ὡς παρορμῶσιν αὐτὸν οἱ ψευδοπροφῆται ποιήσασθαι τὸν πόλεμον ἐλπίδι νίκης, καὶ ὅτι δεῖ πεσεῖν αὐτὸν μαχόμενον, αὐτὸς μὲν ἦν ἐπʼ ἐννοίᾳ, Σεδεκίας δέ τις τῶν ψευδοπροφητῶν προσελθὼν Μιχαίᾳ μὲν μὴ προσέχειν παρῄνει·λέγειν γὰρ αὐτὸν οὐδὲν ἀληθές· τεκμηρίῳ δὲ ἐχρήσατο οἷς Ἠλίας προεφήτευσεν ὁ τούτου κρείττων τὰ μέλλοντα συνιδεῖν· καὶ γὰρ τοῦτον ἔλεγε προφητεύσαντα ἐν Ἱεζερήλα πόλει ἐν τῷ Ναβώθου ἀγρῷ τὸ αἷμα αὐτοῦ κύνας ἀναλιχμήσεσθαι προειπεῖν, καθὼς καὶ Ναβώθου τοῦ διʼ αὐτὸν καταλευσθέντος ὑπὸ τοῦ ὄχλου.δῆλον οὖν, ὅτι οὗτος ψεύδεται τῷ κρείττονι προφήτῃ τἀναντία λέγων ἀπὸ ἡμερῶν τριῶν φάσκων τεθνήξεσθαι. γνώσεσθε δʼ εἴπερ ἐστὶν ἀληθὴς καὶ τοῦ θείου πνεύματος ἔχει τὴν δύναμιν· εὐθὺς γὰρ ῥαπισθεὶς ὑπʼ ἐμοῦ βλαψάτω μου τὴν χεῖρα, ὥσπερ Ἰάδαος τὴν Ἱεροβοάμου τοῦ βασιλέως συλλαβεῖν θελήσαντος ἀπεξήρανε δεξιάν·