Ὁ δὲ Ἄδαδος διασωθεὶς ἐκ τῆς μάχης μεθʼ ὅσης ἠδυνήθη στρατιᾶς συνεβουλεύσατο τοῖς αὑτοῦ φίλοις, πῶς ἂν ἐπιστρατεύσηται τοῖς Ἰσραηλίταις. οἱ δὲ ἐν μὲν τοῖς ὄρεσιν οὐκ ἐδίδοσαν γνώμην συμβαλεῖν αὐτοῖς· τὸν γὰρ θεὸν αὐτῶν ἐν τοῖς τοιούτοις δύνασθαι τόποις καὶ διὰ τοῦτο νῦν ὑπʼ αὐτῶν νενικῆσθαι· κρατήσειν δὲ ἔλεγον ἐν πεδίῳ ποιησαμένους τὴν μάχην.συνεβούλευον δὲ πρὸς τούτῳ τοὺς μὲν βασιλέας οὓς ἐπηγάγετο συμμάχους ἀπολῦσαι πρὸς τὰ οἰκεῖα, τὴν δὲ στρατιὰν αὐτῶν κατασχεῖν ἀντʼ ἐκείνων σατράπας καταστήσαντα· εἰς δὲ τὴν τῶν ἀπολωλότων τάξιν στρατολογῆσαι δύναμιν ἐκ τῆς χώρας τῆς αὐτῶν καὶ ἵππους καὶ ἅρματα. δοκιμάσας οὖν ταῦτα εἰρῆσθαι καλῶς οὕτως διεκόσμησε τὴν δύναμιν.Ἀρξαμένου δὲ ἔαρος ἀναλαβὼν τὴν στρατιὰν ἦγεν ἐπὶ τοὺς Ἑβραίους, καὶ γενόμενος πρὸς πόλει τινί, Ἀφεκὰ δʼ αὐτὴν καλοῦσιν, ἐν μεγάλῳ στρατοπεδεύεται πεδίῳ. Ἄχαβος δʼ ἀπαντήσας αὐτῷ μετὰ τῆς δυνάμεως ἀντεστρατοπεδεύσατο· σφόδρα δʼ ἦν ὀλίγον αὐτοῦ τὸ στράτευμα πρὸς τοὺς πολεμίους ἀντιπαραβαλλόμενον.τοῦ δὲ προφήτου προσελθόντος αὐτῷ πάλιν καὶ νίκην τὸν θεὸν αὐτῷ διδόναι φήσαντος, ἵνα τὴν ἰδίαν ἰσχὺν ἐπιδείξηται μὴ μόνον ἐν τοῖς ὄρεσιν ἀλλὰ κἀν τοῖς πεδίοις ὑπάρχουσαν, ὅπερ οὐκ εἶναι δοκεῖ τοῖς Σύροις, ἑπτὰ μὲν ἡμέρας ἀντεστρατοπεδευκότες ἡσύχαζον, τῇ δὲ ὑστάτῃ τούτων ὑπὸ τὸν ὄρθρον προελθόντων ἐκ τοῦ στρατοπέδου τῶν πολεμίων καὶ παραταξαμένων εἰς μάχην ἀντεπεξῆγε καὶ Ἄχαβος τὴν οἰκείαν δύναμιν.καὶ συμβαλὼν καρτερᾶς τῆς μάχης γενομένης τρέπεται τοὺς πολεμίους εἰς φυγὴν καὶ διώκων ἐπέκειτο. οἱ δὲ καὶ ὑπὸ τῶν ἁρμάτων καὶ ὑπʼ ἀλλήλων ἀπώλοντο, ἴσχυσαν δʼ ὀλίγοι διαφυγεῖν εἰς τὴν Ἀφεκὰ πόλιν αὐτῶν.ἀπέθανον δὲ καὶ αὐτοὶ τῶν τειχῶν αὐτοῖς ἐπιπεσόντων ὄντες δισμύριοι ἑπτακισχίλιοι. διεφθάρησαν δʼ ἐν ἐκείνῃ τῇ μάχῃ ἄλλαι μυριάδες δέκα. ὁ δὲ βασιλεὺς τῶν Σύρων Ἄδαδος φεύγων μετά τινων πιστοτάτων οἰκετῶν εἰς ὑπόγειον οἶκον ἐκρύβη.τούτων φιλανθρώπους καὶ ἐλεήμονας εἶναι φησάντων τοὺς τῶν Ἰσραηλιτῶν βασιλέας καὶ δυνήσεσθαι τῷ συνήθει τρόπῳ τῆς ἱκετείας χρησαμένους τὴν σωτηρίαν αὐτῷ παρʼ Ἀχάβου λαβεῖν, εἰ συγχωρήσειεν αὐτοῖς πρὸς αὐτὸν ἀπελθεῖν, ἀφῆκεν· οἱ δὲ σάκκους ἐνδυσάμενοι καὶ σχοινία ταῖς κεφαλαῖς περιθέμενοι, οὕτως γὰρ τὸ παλαιὸν ἱκέτευον οἱ Σύροι, πρὸς Ἄχαβον παρεγένοντο καὶ δεῖσθαι τὸν Ἄδαδον σώζειν αὐτὸν ἔλεγον εἰς ἀεὶ δοῦλον αὐτοῦ τῆς χάριτος γενησόμενον.ὁ δὲ συνήδεσθαι φήσας αὐτῷ περιόντι καὶ μηδὲν ἐν τῇ μάχῃ πεπονθότι τιμὴν καὶ εὔνοιαν, ἣν ἄν τις ἀδελφῷ παράσχοι, κατεπηγγείλατο. λαβόντες δὲ ὅρκους παρʼ αὐτοῦ μηδὲν ἀδικήσειν φανέντα προάγουσι πορευθέντες ἐκ τοῦ οἴκου ἐν ᾧ κέκρυπτο καὶ προσάγουσι τῷ Ἀχάβῳ ἐφʼ ἅρματος καθεζομένῳ· ὁ δὲ προσεκύνησεν αὐτόν.Ἄχαβος δʼ ἐπιδοὺς αὐτῷ τὴν δεξιὰν ἀναβιβάζει ἐπὶ τὸ ἅρμα καὶ καταφιλήσας θαρρεῖν ἐκέλευε καὶ μηδὲν τῶν ἀτόπων προσδοκᾶν, Ἄδαδος δʼ εὐχαρίστει καὶ παρʼ ὅλον τὸν τοῦ ζῆν χρόνον ἀπομνημονεύσειν τῆς εὐεργεσίας ὡμολόγει καὶ τὰς πόλεις τῶν Ἰσραηλιτῶν, ἃς ἀπήνεγκαν οἱ πρὸ αὐτοῦ βασιλεῖς, ἀποδώσειν ἐπηγγείλατο καὶ Δαμασκὸν ὥστε ἐξελαύνειν εἰς αὐτήν, καθὼς καὶ οἱ πατέρες αὐτοῦ εἰς Σαμάρειαν εἶχον τοῦτο ποιεῖν, ἀνήσειν.γενομένων δʼ αὐτοῖς ὅρκων καὶ συνθηκῶν πολλὰ δωρησάμενος αὐτῷ Ἄχαβος ἀπέπεμψεν εἰς τὴν ἰδίαν βασιλείαν. καὶ τὰ μὲν περὶ τῆς Ἀδάδου τοῦ Σύρων βασιλέως στρατείας ἐπὶ Ἄχαβον καὶ τοὺς Ἰσραηλίτας τοιοῦτον ἔσχε τὸ τέλος.Προφήτης δέ τις τοὔνομα Μιχαίας προσελθών τινι τῶν Ἰσραηλιτῶν ἐκέλευεν αὐτὸν εἰς τὴν κεφαλὴν πλῆξαι· τοῦτο γὰρ ποιήσειν κατὰ βούλησιν τοῦ θεοῦ. τοῦ δὲ μὴ πεισθέντος προεῖπε παρακούσαντα τῶν τοῦ θεοῦ προσταγμάτων λέοντι περιτυχόντα διαφθαρήσεσθαι. συμβάντος τούτου τἀνθρώπῳ πρόσεισιν ἑτέρῳ πάλιν ὁ προφήτης ταὐτὸ προστάσσων.πλήξαντος δʼ ἐκείνου καὶ θραύσαντος αὐτοῦ τὸ κρανίον καταδησάμενος τὴν κεφαλὴν προσῆλθε τῷ βασιλεῖ λέγων αὐτῷ συνεστρατεῦσθαι καὶ παραλαβεῖν ἐπὶ φυλακῇ τινα τῶν αἰχμαλώτων παρὰ τοῦ ταξιάρχου, φυγόντος δʼ αὐτοῦ κινδυνεύειν ὑπὸ τοῦ παραδεδωκότος ἀποθανεῖν· ἀπειλῆσαι γὰρ αὐτὸν εἰ διαφύγοι ὁ αἰχμάλωτος ἀποκτείνειν.δίκαιον δὲ φήσαντος Ἀχάβου τὸν θάνατον εἶναι λύσας τὴν κεφαλὴν ἐπιγινώσκεται ὑπʼ αὐτοῦ Μιχαίας ὁ προφήτης ὤν. ἐκέχρητο δὲ σοφίσματι πρὸς αὐτὸν τῷ γενομένῳ πρὸς τοὺς μέλλοντας λόγους·εἶπε γάρ, ὡς ὁ θεὸς ἀφέντʼ αὐτὸν διαδράναι τὴν τιμωρίαν Ἄδαδον τὸν βλασφημήσαντα εἰς αὐτὸν μετελεύσεται καὶ ποιήσει σεαυτὸν μὲν ἀποθανεῖν ὑπʼ ἐκείνου, τὸν δὲ λαὸν ὑπὸ τῆς στρατιᾶς αὐτοῦ. παροξυνθεὶς δʼ Ἄχαβος πρὸς τὸν προφήτην τὸν μὲν ἐγκλεισθέντα φυλάττεσθαι ἐκέλευσε, συγκεχυμένος δʼ αὐτὸς ἐπὶ τοῖς Μιχαίου λόγοις ἀνεχώρησεν εἰς τὴν οἰκείαν.Καὶ Ἄχαβος μὲν ἐν τούτοις ἦν· ἐπάνειμι δὲ ἐπὶ τὸν Ἱεροσολύμων βασιλέα Ἰωσάφατον, ὃς αὐξήσας τὴν βασιλείαν καὶ δυνάμεις ἐν ταῖς πόλεσι ταῖς ἐν τῇ τῶν ὑπηκόων χώρᾳ καταστήσας οὐδὲν ἧττον Ἀβία τοῦ πάππου καταληφθείσης τῆς Ἐφράμου κληρουχίας Ἱεροβάμου βασιλεύοντος τῶν δέκα φυλῶν φρουρὰς ἐγκαθίδρυσεν.