καὶ γὰρ εὐλαβεῖσθαι πρὸς αὐτὸν ἔφασκε, μὴ τοῦ θεοῦ φανέντος αὐτῷ πάλιν εἰς ἄλλον ἀπέλθῃ τόπον, εἶτα διαμαρτὼν αὐτοῦ πέμψαντος τοῦ βασιλέως μὴ δυνάμενος εὑρεῖν ὅπου ποτʼ εἴη γῆς ἀποθάνῃ.προνοεῖν οὖν αὐτοῦ τῆς σωτηρίας παρακαλεῖ τὴν περὶ τοὺς ὁμοτέχνους αὐτοῦ σπουδὴν λέγων, ὅτι σώσειεν ἑκατὸν προφήτας Ἱεζαβέλης πάντας τοὺς ἄλλους ἀνῃρηκυίας καὶ ἔχοι κεκρυμμένους αὐτοὺς καὶ τρεφομένους ὑπʼ αὐτοῦ. ὁ δὲ μηδὲν δεδιότα βαδίζειν ἐκέλευε πρὸς τὸν βασιλέα δοὺς αὐτῷ πίστεις ἐνόρκους, ὅτι πάντως κατʼ ἐκείνην Ἀχάβῳ φανήσεται τὴν ἡμέραν.Μηνύσαντος δὲ τῷ βασιλεῖ Ὠβεδίου τὸν Ἠλίαν ὑπήντησεν ὁ Ἄχαβος καὶ ἤρετο μετʼ ὀργῆς, εἰ αὐτὸς εἴη ὁ τὸν Ἑβραίων λαὸν κακώσας καὶ τῆς ἀκαρπίας αἴτιος γεγενημένος. ὁ δʼ οὐδὲν ὑποθωπεύσας αὐτὸν εἶπεν ἅπαντα τὰ δεινὰ πεποιηκέναι καὶ τὸ γένος αὐτοῦ ξενικοὺς ἐπεισενηνοχότας τῇ χώρᾳ θεοὺς καὶ τούτους σέβοντας, τὸν δʼ ἴδιον αὐτῶν, ὃς μόνος ἐστὶ θεός, ἀπολελοιπότας καὶ μηδεμίαν ἔτι πρόνοιαν αὐτοῦ ποιουμένους.νῦν μέντοι γε ἀνελθόντα ἐκέλευε πάντα τὸν λαὸν εἰς τὸ Καρμήλιον ὄρος ἀθροῖσαι πρὸς αὐτὸν καὶ τοὺς προφήτας αὐτοῦ καὶ τῆς γυναικός, εἰπὼν ὅσοι τὸν ἀριθμὸν εἴησαν, καὶ τοὺς τῶν ἀλσῶν προφήτας ὡς τετρακοσίους τὸ πλῆθος ὄντας.ὡς δὲ συνέδραμον πάντες εἰς τὸ προειρημένον ὄρος Ἀχάβου διαπέμψαντος, σταθεὶς αὐτῶν ὁ προφήτης Ἠλίας μεταξύ, μέχρι πότε διῃρημένους αὐτοὺς τῇ διανοίᾳ καὶ ταῖς δόξαις οὕτως βιώσειν ἔφασκε· νομίσαντας μὲν γὰρ τὸν ἐγχώριον θεὸν ἀληθῆ καὶ μόνον ἕπεσθαι τούτῳ καὶ ταῖς ἐντολαῖς αὐτοῦ παρῄνει, μηδὲν δὲ τοῦτον ἡγουμένους ἀλλὰ περὶ τῶν ξενικῶν ὑπειληφότας ὡς ἐκείνους δεῖ θρησκεύειν αὐτοῖς συνεβούλευε κατακολουθεῖν.τοῦ δὲ πλήθους μηδὲν πρὸς ταῦτʼ ἀποκριναμένου ἠξίωσεν Ἠλίας πρὸς διάπειραν τῆς τε τῶν ξενικῶν θεῶν ἰσχύος καὶ τῆς τοῦ ἰδίου, μόνος ὢν αὐτοῦ προφήτης ἐκείνων δὲ τετρακοσίους ἐχόντων, λαβεῖν αὐτός τε βοῦν καὶ ταύτην θύσας ἐπιθεῖναι ξύλοις πυρὸς οὐχ ὑπαφθέντος, κἀκείνους ταὐτὸ ποιήσαντας ἐπικαλέσασθαι τοὺς ἰδίους θεοὺς ἀνακαῦσαι τὰ ξύλα· γενομένου γὰρ τούτου μαθήσεσθαι αὐτοὺς τὴν ἀληθῆ φύσιν τοῦ θεοῦ.ἀρεσάσης δὲ τῆς γνώμης ἐκέλευσεν Ἠλίας τοὺς προφήτας ἐκλεξαμένους βοῦν πρώτους θῦσαι καὶ τοὺς αὑτῶν ἐπικαλέσασθαι θεούς. ἐπεὶ δʼ οὐδὲν ἀπήντα παρὰ τῆς εὐχῆς καὶ τῆς ἐπικλήσεως θύσασι τοῖς προφήταις, σκώπτων ὁ Ἠλίας μεγάλῃ βοῇ καλεῖν αὐτοὺς ἐκέλευε τοὺς θεούς· ἢ γὰρ ἀποδημεῖν αὐτοὺς ἢ καθεύδειν.τῶν δʼ ἀπʼ ὄρθρου τοῦτο ποιούντων μέχρι μέσης ἡμέρας καὶ τεμνόντων αὑτοὺς μαχαίραις καὶ σιρομάσταις κατὰ τὸ πάτριον ἔθος, μέλλων αὐτὸς ἐπιτελεῖν ἐκέλευσε τοὺς μὲν ἀναχωρῆσαι, τοὺς δʼ ἐγγὺς προσελθόντας τηρεῖν αὐτόν, μὴ πῦρ λάθρα τοῖς ξύλοις ἐμβάλῃ.τοῦ δὲ ὄχλου προσελθόντος λαβὼν δώδεκα λίθους κατὰ φυλὴν τοῦ λαοῦ τῶν Ἑβραίων ἀνέστησεν ἐξ αὐτῶν θυσιαστήριον καὶ περὶ αὐτὸ δεξαμενὴν ὤρυξε βαθυτάτην, καὶ συνθεὶς τὰς σχίζας ἐπὶ τοῦ βωμοῦ καὶ κατʼ αὐτῶν ἐπιθεὶς τὰ ἱερεῖα τέσσαρας ἀπὸ τῆς κρήνης ἐκέλευσεν ὑδρίας ὕδατος κατασκεδάσαι τοῦ θυσιαστηρίου, ὡς ὑπερβαλεῖν αὐτὸ καὶ τὴν δεξαμενὴν ἅπασαν γεμισθῆναι ὕδατος πηγῆς ἀναδοθείσης.ταῦτα δὲ ποιήσας ἤρξατο εὔχεσθαι τῷ θεῷ καὶ καλεῖν αὐτὸν καὶ ποιεῖν τῷ πεπλανημένῳ πολὺν ἤδη χρόνον λαῷ φανερὰν τὴν αὑτοῦ δύναμιν. καὶ ταῦτα λέγοντος ἄφνω πῦρ ἐξ οὐρανοῦ τοῦ πλήθους ὁρῶντος ἐπὶ τὸν βωμὸν ἔπεσε καὶ τὴν θυσίαν ἐδαπάνησεν, ὡς ἀνακαῆναι καὶ τὸ ὕδωρ καὶ ψαφαρὸν γενέσθαι τὸν τόπον.Οἱ δʼ Ἰσραηλῖται τοῦτʼ ἰδόντες ἔπεσον ἐπὶ τῆς γῆς καὶ προσεκύνουν ἕνα θεὸν καὶ μέγιστον καὶ ἀληθῆ μόνον ἀποκαλοῦντες, τοὺς δʼ ἄλλους ὀνόματι ὑπὸ φαύλης καὶ ἀνοήτου δόξης πεποιημένους· συλλαβόντες δʼ αὐτῶν καὶ τοὺς προφήτας ἀπέκτειναν Ἠλία παραινέσαντος. ἔφη δὲ καὶ τῷ βασιλεῖ πορεύεσθαι πρὸς ἄριστον μηδὲν ἔτι φροντίσαντα· μετʼ ὀλίγον γὰρ ὄψεσθαι τὸν θεὸν ὕοντα.καὶ ὁ μὲν Ἄχαβος ἀπηλλάγη, Ἠλίας δʼ ἐπὶ τὸ ἀκρωτήριον τοῦ Καρμηλίου ἀναβὰς ὄρους καὶ καθίσας ἐπὶ τῆς γῆς προσηρείσατο τοῖς γόνασι τὴν κεφαλήν, τὸν δὲ θεράποντα ἐκέλευσεν ἀνελθόντα ἐπί τινα σκοπὴν εἰς τὴν θάλασσαν ἀποβλέπειν, κἂν ἴδῃ νεφέλην ἐγειρομένην ποθέν, φράζειν αὐτῷ· μέχρι γὰρ τότε καθαρῷ συνέβαινε τῷ ἀέρι εἶναι.τοῦ δὲ ἀναβάντος καὶ μηδὲν πολλάκις ὁρᾶν φήσαντος, ἕβδομον ἤδη βαδίσας ἑωρακέναι μελαινόμενον εἶπέ τι τοῦ ἀέρος οὐ πλέον ἴχνους ἀνθρωπίνου. ὁ δὲ Ἠλίας ταῦτʼ ἀκούσας πέμπει πρὸς τὸν Ἄχαβον κελεύων αὐτὸν εἰς τὴν πόλιν ἀπέρχεσθαι πρὶν ἢ καταρραγῆναι τὸν ὄμβρον.καὶ ὁ μὲν εἰς Ἱερέζηλα πόλιν παραγίνεται· μετʼ οὐ πολὺ δὲ τοῦ ἀέρος ἀχλύσαντος καὶ νέφεσι καλυφθέντος πνεῦμά τε λάβρον ἐπιγίνεται καὶ πολὺς ὄμβρος. ὁ δὲ προφήτης ἔνθεος γενόμενος τῷ τοῦ βασιλέως ἅρματι μέχρι τῆς Ἱερέζηλας πόλεως συνέδραμε.Μαθοῦσα δὲ ἡ τοῦ Ἀχάβου γυνὴ Ἰεζάβηλα τά τε σημεῖα τὰ ὑπὸ Ἠλία γενόμενα καὶ ὅτι τοὺς προφήτας αὐτῶν ἀπέκτεινεν, ὀργισθεῖσα πέμπει πρὸς αὐτὸν ἀγγέλους ἀπειλοῦσα διʼ αὐτῶν ἀποκτείνειν αὐτόν, ὡς κἀκεῖνος τοὺς προφήτας αὐτῆς ἀπολέσειε.