ἦν δὲ τὸ γύναιον δραστήριόν τε καὶ τολμηρόν, εἰς τοσαύτην δὲ ἀσέλγειαν καὶ μανίαν προύπεσεν, ὥστε καὶ ναὸν τῷ Τυρίων θεῷ ὃν Βελίαν προσαγορεύουσιν ᾠκοδόμησε καὶ ἄλσος παντοίων δένδρων κατεφύτευσε· κατέστησε δὲ καὶ ἱερεῖς καὶ ψευδοπροφήτας τούτῳ τῷ θεῷ· καὶ αὐτὸς δʼ ὁ βασιλεὺς πολλοὺς τοιούτους περὶ αὑτὸν εἶχεν ἀνοίᾳ καὶ πονηρίᾳ πάντας ὑπερβεβληκὼς τοὺς πρὸ αὐτοῦ.Προφήτης δέ τις τοῦ μεγάλου θεοῦ ἐκ πόλεως Θεσσεβώνης τῆς Γαλααδίτιδος χώρας προσελθὼν Ἀχάβῳ προλέγειν αὐτῷ τὸν θεὸν ἔφασκε μήθʼ ὕσειν αὐτὸν ἐν ἐκείνοις τοῖς ἔτεσι μήτε δρόσον καταπέμψειν εἰς τὴν χώραν, εἰ μὴ φανέντος αὐτοῦ. καὶ τούτοις ἐπομόσας ἀνεχώρησεν εἰς τὰ πρὸς νότον μέρη ποιούμενος παρὰ χειμάρρῳ τινὶ τὴν διατριβήν, ἐξ οὗ καὶ τὸ ποτὸν εἶχε· τὴν γὰρ τροφὴν αὐτῷ καθʼ ἡμέραν κόρακες προσέφερον.ἀναξηρανθέντος δὲ τοῦ ποταμοῦ διʼ ἀνομβρίαν εἰς Σαριφθὰν πόλιν οὐκ ἄπωθεν τῆς Σιδῶνος καὶ Τύρου, μεταξὺ γὰρ κεῖται, παραγίνεται τοῦ θεοῦ κελεύσαντος· εὑρήσειν γὰρ ἐκεῖ γυναῖκα χήραν, ἥτις αὐτῷ παρέξει τροφάς.ὢν δʼ οὐ πόρρω τῆς πύλης ὁρᾷ γυναῖκα χερνῆτιν ξυλιζομένην· τοῦ δὲ θεοῦ δηλώσαντος ταύτην εἶναι τὴν μέλλουσαν αὐτὸν διατρέφειν προσελθὼν ἠσπάσατο καὶ κομίσαι ὕδωρ παρεκάλεσεν, ὅπως πίῃ, καὶ πορευομένης μετακαλεσάμενος καὶ ἄρτον ἐνεγκεῖν ἐκέλευσε.τῆς δʼ ὀμοσάσης μηδὲν ἔχειν ἢ μίαν ἀλεύρου δράκα καὶ ὀλίγον ἐλαίου, πορεύεσθαι δὲ συνειλεχυῖαν τὰ ξύλα, ἵνα φυράσασα ποιήσῃ αὑτῇ καὶ τῷ τέκνῳ ἄρτον, μεθʼ ὃν ἀπολεῖσθαι λιμῷ δαπανηθέντα μηκέτι μηδενὸς ὄντος ἔλεγεν, ἀλλὰ θαρσοῦσα, εἶπεν, ἄπιθι καὶ τὰ κρείττω προσδοκῶσα, καὶ ποιήσασα πρῶτον ἐμοὶ βραχὺ κόμισον· προλέγω γάρ σοι μηδέποτʼ ἐπιλείψειν ἀλεύρων ἐκεῖνο τὸ ἄγγος μηδʼ ἐλαίου τὸ κεράμιον, μέχρις οὗ ἂν ὕσῃ ὁ θεός.ταῦτʼ εἰπόντος τοῦ προφήτου παραγενομένη πρὸς αὑτὴν ἐποίησε τὰ εἰρημένα καὶ αὐτή τε ἔσχε καὶ τῷ τέκνῳ χορηγεῖ τὴν διατροφὴν καὶ τῷ προφήτῃ, ἐπέλιπε δʼ οὐδὲν αὐτοὺς τούτων, ἄχρις οὗ καὶ ὁ αὐχμὸς ἐπαύσατο.μέμνηται δὲ τῆς ἀνομβρίας ταύτης καὶ Μένανδρος ἐν ταῖς Ἰθωβάλου τοῦ Τυρίων βασιλέως πράξεσι λέγων οὕτως· ἀβροχία τʼ ἐπʼ αὐτοῦ ἐγένετο ἀπὸ τοῦ Ὑπερβερεταίου μηνὸς ἕως τοῦ ἐχομένου ἔτους Ὑπερβερεταίου, ἱκετείαν δʼ αὐτοῦ ποιησαμένου κεραυνοὺς ἱκανοὺς βεβληκέναι. οὗτος πόλιν Βότρυν ἔκτισε τὴν ἐπὶ Φοινίκῃ καὶ Αὖζαν τὴν ἐν Λιβύῃ. καὶ ταῦτα μὲν δηλῶν τὴν ἐπʼ Ἀχάβου γενομένην ἀνομβρίαν, κατὰ γὰρ τοῦτον καὶ Ἰθώβαλος ἐβασίλευε Τυρίων, ὁ Μένανδρος ἀναγέγραφεν.Ἡ δὲ γυνὴ περὶ ἧς πρὸ τούτων εἴπομεν, ἡ τὸν προφήτην διατρέφουσα, τοῦ παιδὸς αὐτῇ καταπεσόντος εἰς νόσον, ὡς καὶ τὴν ψυχὴν ἀφεῖναι καὶ δόξαι νεκρόν, ἀνακλαιομένη καὶ ταῖς τε χερσὶν αὑτὴν αἰκιζομένη καὶ φωνὰς οἵας ὑπηγόρευε τὸ πάθος ἀφιεῖσα κατῃτιᾶτο τῆς παρʼ αὐτῇ παρουσίας τὸν προφήτην ὡς ἐλέγξαντα τὰς ἁμαρτίας αὐτῆς καὶ διὰ τοῦτο τοῦ παιδὸς τετελευτηκότος.ὁ δὲ παρεκελεύετο θαρρεῖν καὶ παραδοῦναι τὸν υἱὸν αὐτῷ· ζῶντα γὰρ αὐτὸν ἀποδώσειν. παραδούσης οὖν βαστάσας εἰς τὸ δωμάτιον, ἐν ᾧ διέτριβεν αὐτός, καὶ καταθεὶς ἐπὶ τῆς κλίνης ἀνεβόησε πρὸς τὸν θεὸν οὐ καλῶς ἀμείψασθαι τὴν ὑποδεξαμένην καὶ θρέψασαν τὸν υἱὸν αὐτῆς ἀφαιρησόμενον, ἐδεῖτό τε τὴν ψυχὴν εἰσπέμψαι πάλιν τῷ παιδὶ καὶ παρασχεῖν αὐτῷ τὸν βίον.τοῦ δὲ θεοῦ κατοικτείραντος μὲν τὴν μητέρα, βουληθέντος δὲ καὶ τῷ προφήτῃ χαρίσασθαι τὸ μὴ δόξαι πρὸς αὐτὴν ἐπὶ κακῷ παρεῖναι, παρὰ πᾶσαν τὴν προσδοκίαν ἀνεβίωσεν. ἡ δʼ εὐχαρίστει τῷ προφήτῃ καὶ τότε σαφῶς ἔλεγε μεμαθηκέναι, ὅτι τὸ θεῖον αὐτῷ διαλέγεται.Χρόνου δʼ ὀλίγου διελθόντος παραγίνεται πρὸς Ἄχαβον τὸν βασιλέα κατὰ βούλησιν τοῦ θεοῦ δηλώσων αὐτῷ τὸν γενησόμενον ὑετόν. λιμὸς δὲ τότε κατεῖχε τὴν χώραν ἅπασαν καὶ πολλὴ τῶν ἀναγκαίων ἀπορία, ὡς μὴ μόνον ἀνθρώπους αὐτῶν σπανίζειν, ἀλλὰ καὶ τὴν γῆν μηδʼ ὅσα τοῖς ἵπποις καὶ τοῖς ἄλλοις κτήνεσι πρὸς νομήν ἐστι χρήσιμα διὰ τὴν ἀνομβρίαν ἀναδιδόναι.τὸν οὖν ἐπιμελόμενον αὐτοῦ τῶν κτημάτων ὁ βασιλεὺς καλέσας Ὠβεδίαν ἀπιέναι βούλεσθαι πρὸς αὐτὸν εἶπεν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων καὶ τοὺς χειμάρρους, ἵνʼ εἴ που παρʼ αὐτοῖς εὑρεθείη πόα ταύτην εἰς τροφὴν ἀμησάμενοι τοῖς κτήνεσιν ἔχωσι. καὶ περιπέμψαντα κατὰ πᾶσαν τὴν οἰκουμένην τοὺς ζητήσοντας τὸν προφήτην Ἠλίαν οὐχ εὑρηκέναι· συνέπεσθαι δʼ ἐκέλευσε κἀκεῖνον αὐτῷ.δόξαν οὖν ἐξορμᾶν αὐτοῖς μερισάμενοι τὰς ὁδοὺς ὅ τε Ὠβεδίας καὶ ὁ βασιλεὺς ἀπῄεσαν ἕτερος ἑτέραν τῶν ὁδῶν. συνεβεβήκει δὲ καθʼ ὃν Ἰεζαβέλη ἡ βασίλισσα καιρὸν τοὺς προφήτας ἀπέκτεινε τοῦτον ἑκατὸν ἐν τοῖς ὑπὸ Γάρις σπηλαίοις κρύψαι προφήτας καὶ τρέφειν αὐτοὺς ἄρτον χορηγοῦντα μόνον καὶ ὕδωρ.μονωθέντι δʼ ἀπὸ τοῦ βασιλέως Ὠβεδίᾳ συνήντησεν ὁ προφήτης Ἠλίας· καὶ πυθόμενος παρʼ αὐτοῦ τίς εἴη καὶ μαθὼν προσεκύνησεν αὐτόν· ὁ δὲ πρὸς τὸν βασιλέα βαδίζειν ἐκέλευσε καὶ λέγειν, ὅτι παρείη πρὸς αὐτόν.ὁ δὲ τί κακὸν ὑπʼ αὐτοῦ πεπονθότα πρὸς τὸν ἀποκτεῖναι ζητοῦντα καὶ πᾶσαν ἐρευνήσαντα γῆν πέμπειν αὐτὸν ἔλεγεν· ἢ τοῦτʼ ἀγνοεῖν αὐτόν, ὅτι μηδένα τόπον κατέλιπεν, εἰς ὃν οὐκ ἀπέστειλε τοὺς ἀνάξοντας εἰ λάβοιεν ἐπὶ θανάτῳ;