καὶ τελευταῖον τὴν στρατιὰν παραλαβὼν πάλιν ἐπῆλθε πόλει τινὶ τῶν οὐκ ἀφανῶν Ἀρμαθῶνι τοὔνομα σταδίους ἀπεχούσῃ Ἱεροσολύμων τεσσαράκοντα, καὶ καταλαβόμενος αὐτὴν ὠχύρου προδιεγνωκὼς καταλιπεῖν ἐν αὐτῇ δύναμιν, ἵνʼ ἐκεῖθεν ὡρμημένοι τὴν Ἀσάνου βασιλείαν κακώσωσι.Φοβηθεὶς δὲ Ἄσανος τὴν ἐπιχείρησιν τοῦ πολεμίου καὶ λογισάμενος, ὡς πολλὰ διαθήσει κακὰ τὴν ὑπʼ αὐτῷ βασιλευομένην ἅπασαν ὁ καταλειφθεὶς ἐν Ἀρμαθῶνι στρατός, ἔπεμψε πρὸς τὸν Δαμασκηνῶν βασιλέα πρέσβεις καὶ χρυσὸν καὶ ἄργυρον παρακαλῶν συμμαχίαν καὶ ὑπομιμνήσκων, ὅτι καὶ πατρῴα φιλία πρὸς ἀλλήλους ἐστὶν αὐτοῖς.ὁ δὲ τῶν χρημάτων τὸ πλῆθος ἀσμένως ἐδέξατο καὶ συμμαχίαν ἐποιήσατο πρὸς αὐτὸν διαλύσας τὴν πρὸς τὸν Βασάνην φιλίαν, καὶ πέμψας εἰς τὰς ὑπʼ αὐτοῦ βασιλευομένας πόλεις τοὺς ἡγεμόνας τῆς ἰδίας δυνάμεως ἐκέλευσε κακοῦν αὐτάς. οἱ δὲ τὰς μὲν ἐνεπίμπρασαν τὰς δὲ διήρπασαν πορευθέντες, τήν τε Ἰωάνου λεγομένην καὶ Δάνα καὶ Ἀβελάνην καὶ ἄλλας πολλάς.ταῦτʼ ἀκούσας ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς τοῦ μὲν οἰκοδομεῖν καὶ ὀχυροῦν τὸν Ἀραμαθῶνα ἐπαύσατο καὶ μετὰ σπουδῆς ὡς βοηθήσων τοῖς οἰκείοις κακουμένοις ἀνέστρεψεν, ὁ δʼ Ἄσανος ἐκ τῆς παρεσκευασμένης ὑπʼ αὐτοῦ πρὸς οἰκοδομίαν ὕλης πόλεις ἀνήγειρεν ἐν αὐτῷ τῷ τόπῳ δύο καρτεράς, ἡ μὲν Γαβαὰ ἐκαλεῖτο, ἡ δὲ Μασταφάς.καὶ μετὰ ταῦτα καιρὸν οὐκ ἔσχεν ὁ Βασάνης τῆς ἐπὶ τὸν Ἄσανον στρατείας· ἐφθάσθη γὰρ ὑπὸ τοῦ χρεὼν καὶ θάπτεται μὲν ἐν Θαρσῇ πόλει, παραλαμβάνει δʼ αὐτοῦ τὴν ἀρχὴν παῖς Ἤλανος. οὗτος ἄρξας ἐπʼ ἔτη δύο τελευτᾷ φονεύσαντος αὐτὸν ἐξ ἐπιβουλῆς Ζαμβρίου τοῦ ἱππάρχου τῆς ἡμισείας τάξεως·κατευωχηθέντα γὰρ αὐτὸν παρὰ τῷ οἰκονόμῳ αὐτοῦ Ὠσᾶ τοὔνομα πείσας ἐπιδραμεῖν τῶν ὑφʼ αὑτὸν ἱππέων τινὰς ἀπέκτεινε διʼ αὐτῶν μεμονωμένον τῶν περὶ αὐτὸν ὁπλιτῶν καὶ ἡγεμόνων· οὗτοι γὰρ ἅπαντες περὶ τὴν πολιορκίαν τῆς Γαβαθώνης ἐγίνοντο τῆς Παλαιστίνων.Φονεύσας δὲ τὸν Ἤλανον ὁ ἵππαρχος Ζαμβρίας αὐτὸς βασιλεύει καὶ πᾶσαν τὴν Βασάνου γενεὰν κατὰ τὴν Ἰηοῦς προφητείαν διαφθείρει· τῷ γὰρ αὐτῷ τρόπῳ συνέβη τὸν οἶκον αὐτοῦ πρόρριζον ἀπολέσθαι διὰ τὴν ἀσέβειαν, ὡς καὶ τὸν Ἱεροβοάμου διαφθαρέντα γεγράφαμεν.ἡ δὲ πολιορκοῦσα τὴν Γαβαθώνην στρατιὰ πυθομένη τὰ περὶ τὸν βασιλέα καὶ ὅτι Ζαμβρίας ἀποκτείνας αὐτὸν ἔχει τὴν βασιλείαν καὶ αὐτὴ τὸν ἡγούμενον αὐτῆς Ἀμαρῖνον ἀπέδειξε βασιλέα, ὃς ἀπὸ τῆς Γαβαθώνης ἀναστήσας τὸν στρατὸν εἰς Θαρσὴν παραγίνεται τὸ βασίλειον καὶ προσβαλὼν τῇ πόλει κατὰ κράτος αἱρεῖ.Ζαμβρίας δὲ τὴν πόλιν ἰδὼν ἠρημωμένην συνέφυγεν εἰς τὸ μυχαίτατον τῶν βασιλείων καὶ ὑποπρήσας αὐτὸ συγκατέκαυσεν ἑαυτὸν βασιλεύσας ἡμέρας ἑπτά. διέστη δʼ εὐθὺς ὁ τῶν Ἰσραηλιτῶν λαὸς καὶ οἱ μὲν αὐτῶν Θαμαναῖον βασιλεύειν ἤθελον, οἱ δὲ τὸν Ἀμαρῖνον. νικήσαντες δʼ οἱ τοῦτον ἄρχειν ἀξιοῦντες ἀποκτείνουσι τὸν Θαμαναῖον, καὶ παντὸς βασιλεύει ὁ Ἀμαρῖνος τοῦ ὄχλου.τριακοστῷ δὲ ἔτει τῆς Ἀσάνου βασιλείας ἦρξεν ὁ Ἀμαρῖνος ἔτη δώδεκα· τούτων τὰ μὲν ἓξ ἐν Θάρσῳ πόλει, τὰ δὲ λοιπὰ ἐν Σωμαρεῶνι λεγομένῃ πόλει ὑπὸ δὲ Ἑλλήνων Σαμαρείᾳ καλουμένῃ. προσηγόρευσε δʼ αὐτὴν αὐτὸς Σωμαραῖος ἀπὸ τοῦ τὸ ὄρος ἀποδομένου αὐτῷ ἐφʼ ᾧ κατεσκεύασε τὴν πόλιν Σωμάρου.διέφερε δʼ οὐδὲν τῶν πρὸ αὐτοῦ βασιλευσάντων ἢ τῷ χείρων αὐτῶν εἶναι· ἅπαντες γὰρ ἐζήτουν πῶς ἀποστήσουσιν ἀπὸ τοῦ θεοῦ τὸν λαὸν τοῖς καθʼ ἡμέραν ἀσεβήμασι καὶ διὰ τοῦτο διʼ ἀλλήλων αὐτοὺς ὁ θεὸς ἐποίησεν ἐλθεῖν καὶ μηδένα τοῦ γένους ὑπολιπεῖν. ἐτελεύτησε δὲ καὶ οὗτος ἐν Σαμαρείᾳ, διαδέχεται δʼ αὐτὸν ὁ παῖς Ἄχαβος.Μαθεῖν δʼ ἔστιν ἐκ τούτων, ὅσην τὸ θεῖον ἐπιστροφὴν ἔχει τῶν ἀνθρωπίνων πραγμάτων, καὶ πῶς μὲν ἀγαπᾷ τοὺς ἀγαθούς, μισεῖ δὲ τοὺς πονηροὺς καὶ προρρίζους ἀπόλλυσιν· οἱ μὲν γὰρ τῶν Ἰσραηλιτῶν βασιλεῖς ἄλλος ἐπʼ ἄλλῳ διὰ τὴν παρανομίαν καὶ τὰς ἀδικίας ἐν ὀλίγῳ χρόνῳ πολλοὶ κακῶς διαφθαρέντες ἐγνώσθησαν καὶ τὸ γένος αὐτῶν, ὁ δὲ τῶν Ἱεροσολύμων καὶ τῶν δύο φυλῶν βασιλεὺς Ἄσανος διʼ εὐσέβειαν καὶ δικαιοσύνην εἰς μακρὸν καὶ εὔδαιμον ὑπὸ τοῦ θεοῦ προήχθη γῆρας καὶ τεσσαράκοντα καὶ ἓν ἄρξας ἔτος εὐμοίρως ἀπέθανε.τελευτήσαντος δʼ αὐτοῦ διεδέξατο τὴν ἡγεμονίαν ὁ υἱὸς Ἰωσαφάτης ἐκ γυναικὸς Ἀβιδᾶς τοὔνομα γεγενημένος. τοῦτον μιμητὴν Δαυίδου τοῦ προπάππου κατά τε ἀνδρείαν καὶ εὐσέβειαν ἅπαντες ἐν τοῖς ἔργοις ὑπέλαβον. ἀλλὰ περὶ μὲν τούτου τοῦ βασιλέως οὐ κατεπείγει νῦν λέγειν.Ὁ δὲ Ἄχαβος ὁ τῶν Ἰσραηλιτῶν βασιλεὺς κατῴκει μὲν ἐν Σαμαρείᾳ, τὴν δʼ ἀρχὴν κατέσχεν ἕως ἐτῶν εἴκοσι καὶ δύο μηδὲν καινίσας τῶν πρὸ αὐτοῦ βασιλέων, εἰ μὴ ὅσα γε πρὸς τὸ χεῖρον καθʼ ὑπερβολὴν πονηρίας ἐπενόησεν, ἅπαντα δʼ αὐτῶν τὰ κακουργήματα καὶ τὴν πρὸς τὸ θεῖον ὕβριν ἐκμιμησάμενος καὶ μάλιστα τὴν Ἱεροβοάμου ζηλώσας παρανομίαν·καὶ γὰρ οὗτος δαμάλεις τὰς ὑπʼ ἐκείνου κατασκευασθείσας προσεκύνησε καὶ τούτοις ἄλλα παράδοξα προσεμηχανήσατο. ἔγημε δὲ γυναῖκα θυγατέρα μὲν Εἰθωβάλου τοῦ Τυρίων καὶ Σιδωνίων βασιλέως Ἰεζαβέλην δὲ ὄνομα, ἀφʼ ἧς τοὺς ἰδίους αὐτῆς θεοὺς προσκυνεῖν ἔμαθεν.