ἐν δὲ τούτοις τοῖς δυσὶν ἔτεσι στρατευσάμενος ἐπὶ Γαβαθῶνα πόλιν Παλαιστίνων οὖσαν πολιορκίᾳ λαβεῖν αὐτὴν προσέμενεν· ἐπιβουλευθεὶς δʼ ἐκεῖ ὑπὸ φίλου τινὸς Βασάνου ὄνομα Σειδοῦ δὲ παιδὸς ἀποθνήσκει, ὃς μετὰ τὴν τελευτὴν αὐτοῦ τὴν βασιλείαν παραλαβὼν ἅπαν τὸ Ἱεροβοάμου γένος διέφθειρε.καὶ συνέβη κατὰ τὴν τοῦ θεοῦ προφητείαν τοὺς μὲν ἐν τῇ πόλει τῶν Ἱεροβοάμου συγγενῶν ἀποθανόντας ὑπὸ κυνῶν σπαραχθῆναι καὶ δαπανηθῆναι, τοὺς δʼ ἐν τοῖς ἀγροῖς ὑπʼ ὀρνίθων. ὁ μὲν οὖν Ἱεροβοάμου οἶκος τῆς ἀσεβείας αὐτοῦ καὶ τῶν ἀνομημάτων ἀξίαν ὑπέσχε δίκην.Ὁ δὲ τῶν Ἱεροσολύμων βασιλεὺς Ἄσανος ἦν τὸν τρόπον ἄριστος καὶ πρὸς τὸ θεῖον ἀφορῶν καὶ μηδὲν μήτε πράττων μήτʼ ἐννοούμενος, ὃ μὴ πρὸς τὴν εὐσέβειαν εἶχε καὶ τὴν τῶν νομίμων φυλακὴν τὴν ἀναφοράν. κατώρθωσε δὲ τὴν αὑτοῦ βασιλείαν ἐκκόψας εἴ τι πονηρὸν ἦν ἐν αὐτῇ καὶ καθαρεύσας ἁπάσης κηλῖδος.στρατοῦ δʼ εἶχεν ἐπιλέκτων ἀνδρῶν ὡπλισμένων θυρεὸν καὶ σιρομάστην ἐκ μὲν τῆς Ἰούδα φυλῆς μυριάδας τριάκοντα, ἐκ δὲ τῆς Βενιαμίτιδος ἀσπίδας φορούντων καὶ τοξοτῶν μυριάδας πέντε καὶ εἴκοσι.ἤδη δὲ αὐτοῦ δέκα ἔτη βασιλεύοντος στρατεύει μεγάλῃ δυνάμει Ζαραῖος ἐπʼ αὐτὸν ὁ τῆς Αἰθιοπίας βασιλεὺς ἐνενήκοντα μὲν πεζῶν μυριάσιν ἱππέων δὲ δέκα τριακοσίοις δʼ ἅρμασι. καὶ μέχρι πόλεως Μαρήσας, ἔστι δʼ αὕτη τῆς Ἰούδα φυλῆς, ἐλάσαντος αὐτοῦ μετὰ τῆς οἰκείας δυνάμεως ἀπήντησεν Ἄσανος,καὶ ἀντιπαρατάξας αὐτῷ τὴν στρατιὰν ἔν τινι φάραγγι Σαβαθὰ λεγομένῃ τῆς πόλεως οὐκ ἄπωθεν, ὡς κατεῖδε τὸ τῶν Αἰθιόπων πλῆθος ἀναβοήσας νίκην ᾔτει παρὰ τοῦ θεοῦ καὶ τὰς πολλὰς ἑλεῖν μυριάδας τῶν πολεμίων· οὐδὲ γὰρ ἄλλῳ τινὶ θαρσήσας ἔλεγεν ἢ τῇ παρʼ αὐτοῦ βοηθείᾳ δυναμένῃ καὶ τοὺς ὀλίγους ἀπεργάσασθαι κρείττους τῶν πλειόνων καὶ τοὺς ἀσθενεῖς τῶν ὑπερεχόντων ἀπαντῆσαι πρὸς μάχην τῷ Ζαραίῳ.Ταῦτα λέγοντος Ἀσάνου νίκην ἐσήμαινεν ὁ θεός, καὶ συμβαλὼν μετὰ χαρᾶς τῶν προδεδηλωμένων ὑπὸ τοῦ θεοῦ πολλοὺς ἀποκτείνει τῶν Αἰθιόπων καὶ τραπέντας εἰς φυγὴν ἐδίωξεν ἄχρι τῆς Γεραρίτιδος χώρας. ἀφέμενοι δὲ τῆς ἀναιρέσεως ἐπὶ τὴν διαρπαγὴν τῶν πόλεων, ἥλω γὰρ ἡ Γεράρων, ἐχώρησαν καὶ τῆς παρεμβολῆς αὐτῶν, ὡς πολὺν μὲν ἐκφορῆσαι χρυσὸν πολὺν δὲ ἄργυρον λείαν τε ἀπαγαγεῖν καμήλους τε καὶ ὑποζύγια καὶ βοσκημάτων ἀγέλας.Ἄσανος μὲν οὖν καὶ ἡ παρʼ αὐτῷ στρατιὰ τοιαύτην παρὰ τοῦ θεοῦ νίκην λαβόντες καὶ ὠφέλειαν ἀνέστρεφον εἰς Ἱεροσόλυμα, παραγενομένοις δὲ αὐτοῖς ἀπήντησε κατὰ τὴν ὁδὸν προφήτης Ἀζαρίας ὄνομα. οὗτος ἐπισχεῖν κελεύσας τῆς ὁδοιπορίας ἤρξατο λέγειν πρὸς αὐτούς, ὅτι ταύτης εἶεν τῆς νίκης παρὰ τοῦ θεοῦ τετυχηκότες, ὅτι δικαίους καὶ ὁσίους ἑαυτοὺς παρέσχον καὶ πάντα κατὰ βούλησιν θεοῦ πεποιηκότας.ἐπιμένουσι μὲν οὖν ἔφασκεν ἀεὶ κρατεῖν αὐτοὺς τῶν ἐχθρῶν καὶ τὸ ζῆν μετʼ εὐδαιμονίας παρέξειν τὸν θεόν, ἀπολιποῦσι δὲ τὴν θρησκείαν ἅπαντα τούτων ἐναντία συμβήσεσθαι καὶ γενήσεσθαι χρόνον ἐκεῖνον, ἐν ᾧ μηδεὶς ἀληθὴς εὑρεθήσεται προφήτης ἐν τῷ ὑμετέρῳ ὄχλῳ οὐδὲ ἱερεὺς τὰ δίκαια χρηματίζων,ἀλλὰ καὶ αἱ πόλεις ἀνάστατοι γενήσονται καὶ τὸ ἔθνος κατὰ πάσης σπαρήσεται γῆς ἔπηλυν βίον καὶ ἀλήτην βιωσόμενον. καιρὸν δʼ αὐτοῖς ἔχουσι συνεβούλευεν ἀγαθοῖς γίνεσθαι καὶ μὴ φθονῆσαι τῆς εὐμενείας αὑτοῖς τοῦ θεοῦ. ταῦτʼ ἀκούσας ὁ βασιλεὺς καὶ ὁ λαὸς ἐχάρησαν καὶ πολλὴν πρόνοιαν ἐποιοῦντο κοινῇ τε πάντες καὶ κατʼ ἰδίαν τοῦ δικαίου· διέπεμψε δʼ ὁ βασιλεὺς καὶ τοὺς ἐν τῇ χώρᾳ τῶν νομίμων ἐπιμελησομένους.Καὶ τὰ μὲν Ἀσάνου τοῦ βασιλέως τῶν δύο φυλῶν ἐν τούτοις ὑπῆρχεν. ἐπάνειμι δʼ ἐπὶ τὸ πλῆθος τῶν Ἰσραηλιτῶν καὶ τὸν βασιλέα αὐτῶν Βασάνην τὸν ἀποκτείναντα τὸν Ἱεροβοάμου υἱὸν Νάβαδον καὶ κατασχόντα τὴν ἀρχήν.οὗτος γὰρ ἐν Θαρσάλῃ πόλει διατρίβων καὶ ταύτην οἰκητήριον πεποιηκὼς εἴκοσι μὲν ἐβασίλευσεν ἔτη καὶ τέσσαρα, πονηρὸς δὲ καὶ ἀσεβὴς ὑπὲρ Ἱεροβόαμον καὶ τὸν υἱὸν αὐτοῦ γενόμενος πολλὰ καὶ τὸ πλῆθος κακὰ διέθηκε καὶ τὸν θεὸν ἐξύβρισεν· ὃς αὐτῷ πέμψας Ἰηοῦν τὸν προφήτην προεῖπε διαφθερεῖν αὐτοῦ πᾶν τὸ γένος καὶ τοῖς αὐτοῖς οἷς καὶ τὸν Ἱεροβοάμου κακοῖς περιέβαλεν οἶκον ἐξολέσειν,ὅτι βασιλεὺς ὑπʼ αὐτοῦ γενόμενος οὐκ ἠμείψατο τὴν εὐεργεσίαν τῷ δικαίως προστῆναι τοῦ πλήθους καὶ εὐσεβῶς, ἅπερ αὐτοῖς πρῶτον τοῖς οὖσι τοιούτοις ἀγαθὰ ἔπειτα τῷ θεῷ φίλα, τὸν δὲ κάκιστον Ἱεροβόαμον ἐμιμήσατο καὶ τῆς ψυχῆς ἀπολομένης τῆς ἐκείνου ζῶσαν αὐτοῦ τὴν πονηρίαν ἐνεδείξατο· πεῖραν οὖν ἕξειν εἰκότως τῆς ὁμοίας συμφορᾶς αὐτὸν ἔλεγεν ὅμοιον αὐτῷ γενόμενον.Βασάνης δὲ προακηκοὼς τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι κακὰ μεθʼ ὅλης τῆς γενεᾶς ἐπὶ τοῖς τετολμημένοις οὐ πρὸς τὸ λοιπὸν ἡσύχασεν, ἵνα μὴ μᾶλλον πονηρὸς δόξας ἀποθάνῃ καὶ περὶ τῶν παρῳχημένων ἔκτοτε γοῦν μετανοήσας συγγνώμης τύχῃ,ἀλλʼ ὥσπερ οἱ προκειμένων αὐτοῖς ἄθλων ἐπὰν περί τι σπουδάσωσιν οὐ διαλείπουσι περὶ τοῦτο ἐνεργοῦντες, οὕτω καὶ Βασάνης προειρηκότος αὐτῷ τοῦ προφήτου τὰ μέλλοντα ὡς ἐπʼ ἀγαθοῖς τοῖς μεγίστοις κακοῖς ὀλέθρῳ γένους καὶ οἰκίας ἀπωλείᾳ χείρων ἐγένετο, καὶ καθʼ ἑκάστην ἡμέραν ὥσπερ ἀθλητὴς κακίας τοῖς περὶ ταύτην πόνοις προσετίθει.