Ἱεροβόαμος δʼ οὐδενὸς τούτων φροντίσας πολλὴν ἀθροίσας στρατιὰν ἐπὶ τὸν Ῥοβοάμου παῖδα τῶν δύο φυλῶν τὴν βασιλείαν τοῦ πατρὸς διαδεξάμενον Ἀβίαν ἐξεστράτευσε πολεμήσων· κατεφρόνει γὰρ αὐτοῦ διὰ τὴν ἡλικίαν. ὁ δὲ ἀκούσας τὴν ἔφοδον τὴν Ἱεροβοάμου πρὸς αὐτὴν οὐ κατεπλάγη, γενόμενος δʼ ἐπάνω καὶ τῆς νεότητος τῷ φρονήματι καὶ τῆς ἐλπίδος τοῦ πολεμίου στρατιὰν ἐπιλέξας ἐκ τῶν δύο φυλῶν ἀπήντησε τῷ Ἱεροβοάμῳ εἰς τόπον τινὰ καλούμενον ὄρος Σαμαρῶν καὶ στρατοπεδευσάμενος ἐγγὺς αὐτοῦ τὰ πρὸς τὴν μάχην εὐτρέπιζεν.ἦν δʼ ἡ δύναμις αὐτοῦ μυριάδες τεσσαράκοντα, ἡ δὲ τοῦ Ἱεροβοάμου στρατιὰ διπλασίων ἐκείνης. ὡς δὲ τὰ στρατεύματα πρὸς τὰ ἔργα καὶ τοὺς κινδύνους ἀντιπαρετάσσετο καὶ συμβαλεῖν ἔμελλε, στὰς ἐφʼ ὑψηλοῦ τινος Ἀβίας τόπου καὶ τῇ χειρὶ κατασείσας τὸ πλῆθος καὶ τὸν Ἱεροβόαμον ἀκοῦσαι πρῶτον αὐτοῦ μεθʼ ἡσυχίας ἠξίωσε.γενομένης δὲ σιωπῆς ἤρξατο λέγειν· ὅτι μὲν τὴν ἡγεμονίαν ὁ θεὸς Δαυίδῃ καὶ τοῖς ἐκγόνοις αὐτοῦ κατένευσεν εἰς ἅπαντα χρόνον, οὐδʼ ὑμεῖς ἀγνοεῖτε, θαυμάζω δέ, πῶς ἀποστάντες τοὐμοῦ πατρὸς τῷ δούλῳ Ἱεροβοάμῳ προσέθεσθε καὶ μετʼ ἐκείνου πάρεστε νῦν ἐπὶ τοὺς ὑπὸ τοῦ θεοῦ βασιλεύειν κεκριμένους πολεμήσοντες καὶ τὴν ἀρχὴν ἀφαιρησόμενοι τὴν ὑπάρχουσαν· τὴν μὲν γὰρ πλείω μέχρι νῦν Ἱεροβόαμος ἀδίκως ἔχει.ἀλλʼ οὐκ οἶμαι καὶ ταύτης αὐτὸν ἀπολαύσειν ἐπὶ πλείονα χρόνον, ἀλλὰ δοὺς καὶ τοῦ παρεληλυθότος δίκην τῷ θεῷ παύσεται τῆς παρανομίας καὶ τῶν ὕβρεων, ἃς οὐ διαλέλοιπεν εἰς αὐτὸν ὑβρίζων καὶ ταὐτὰ ποιεῖν ὑμᾶς ἀναπεπεικώς, οἳ μηδὲν ἀδικηθέντες ὑπὸ τοῦ πατρός, ἀλλʼ ὅτι μὴ πρὸς ἡδονὴν ἐκκλησιάζων ὡμίλησεν ἀνθρώπων πονηρῶν συμβουλίᾳ πεισθείς, ἐγκατελίπετε τῷ δοκεῖν ὑπʼ ὀργῆς ἐκεῖνον, ταῖς δʼ ἀληθείαις αὑτοὺς ἀπὸ τοῦ θεοῦ καὶ τῶν ἐκείνου νόμων ἀπεσπάσατε.καίτοι συνεγνωκέναι καλῶς εἶχεν ὑμᾶς οὐ λόγων μόνον δυσκόλων ἀνδρὶ νέῳ καὶ δημαγωγίας ἀπείρῳ, ἀλλʼ εἰ καὶ πρός τι δυσχερὲς ἡ νεότης αὐτὸν καὶ ἡ ἀμαθία τῶν πραττομένων ἐξῆγεν ἔργον, διά τε Σολόμωνα τὸν πατέρα καὶ τὰς εὐεργεσίας τὰς ἐκείνου· παραίτησιν γὰρ εἶναι δεῖ τῆς τῶν ἐγγόνων ἁμαρτίας τὰς τῶν πατέρων εὐποιίας.ὑμεῖς δʼ οὐδὲν τούτων ἐλογίσασθε οὔτε τότʼ οὔτε νῦν, ἀλλʼ ἧκε στρατὸς ἐφʼ ἡμᾶς τοσοῦτος· τίνι καὶ πεπιστευκὼς περὶ τῆς νίκης; ἦ ταῖς χρυσαῖς δαμάλεσι καὶ τοῖς ἐπὶ τῶν ὀρῶν βωμοῖς, ἃ δείγματα τῆς ἀσεβείας ἐστὶν ὑμῶν ἀλλʼ οὐχὶ τῆς θρησκείας; ἢ τὸ πλῆθος ὑμᾶς εὐέλπιδας ἀπεργάζεται τὴν ἡμετέραν στρατιὰν ὑπερβάλλον;ἀλλʼ οὐδʼ ἥτις ἰσχὺς μυριάδων στρατοῦ μετʼ ἀδικημάτων πολεμοῦντος· ἐν γὰρ μόνῳ τῷ δικαίῳ καὶ πρὸς τὸ θεῖον εὐσεβεῖ τὴν βεβαιοτάτην ἐλπίδα τοῦ κρατεῖν τῶν ἐναντίων ἀποκεῖσθαι συμβέβηκεν, ἥτις ἐστὶ παρʼ ἡμῖν τετηρηκόσιν ἀπʼ ἀρχῆς τὰ νόμιμα καὶ τὸν ἴδιον θεὸν σεβομένοις, ὃν οὐ χεῖρες ἐποίησαν ἐξ ὕλης φθαρτῆς οὐδʼ ἐπίνοια πονηροῦ βασιλέως ἐπὶ τῇ τῶν ὄχλων ἀπάτῃ κατεσκεύασεν, ἀλλʼ ὃς ἔργον ἐστὶν αὑτοῦ καὶ ἀρχὴ καὶ τέλος τῶν ἁπάντων.συμβουλεύω τοιγαροῦν ὑμῖν ἔτι καὶ νῦν μεταγνῶναι καὶ λαβόντας ἀμείνω λογισμὸν παύσασθαι τοῦ πολεμεῖν καὶ τὰ πάτρια καὶ τὸ προαγαγὸν ὑμᾶς ἐπὶ τοσοῦτον μέγεθος εὐδαιμονίας γνωρίσαι.Ταῦτα μὲν Ἀβίας διελέχθη πρὸς τὸ πλῆθος· ἔτι δὲ αὐτοῦ λέγοντος λάθρα τινὰς τῶν στρατιωτῶν Ἱεροβόαμος ἔπεμψε περικυκλωσομένους τὸν Ἀβίαν ἔκ τινων οὐ φανερῶν τοῦ στρατοπέδου μερῶν. μέσου δʼ αὐτοῦ περιληφθέντος τῶν πολεμίων ἡ μὲν στρατιὰ κατέδεισε καὶ ταῖς ψυχαῖς ἀνέπεσεν, ὁ δʼ Ἀβίας παρεθάρρυνε καὶ τὰς ἐλπίδας ἔχειν ἐν τῷ θεῷ παρεκάλει· τοῦτον γὰρ οὐ κεκυκλῶσθαι πρὸς τῶν πολεμίων.οἱ δὲ ὁμοῦ πάντες ἐπικαλεσάμενοι τὴν παρὰ τοῦ θεοῦ συμμαχίαν τῶν ἱερέων τῇ σάλπιγγι σημανάντων ἀλαλάξαντες ἐχώρησαν ἐπὶ τοὺς πολεμίους· καὶ τῶν μὲν ἔθραυσε τὰ φρονήματα καὶ τὰς ἀκμὰς αὐτῶν ἐξέλυσεν ὁ θεός, τὴν δὲ Ἀβία στρατιὰν ὑπερτέραν ἐποίησεν·ὅσος γὰρ οὐδέποτʼ ἐμνημονεύθη φόνος ἐν πολέμῳ γεγονέναι οὔθʼ Ἑλλήνων οὔτε βαρβάρων, τοσούτους ἀποκτείναντες τῆς Ἱεροβοάμου δυνάμεως θαυμαστὴν καὶ διαβόητον νίκην παρὰ τοῦ θεοῦ λαβεῖν ἠξιώθησαν· πεντήκοντα γὰρ μυριάδας τῶν ἐχθρῶν κατέβαλον καὶ τὰς πόλεις αὐτῶν διήρπασαν τὰς ὀχυρωτάτας ἑλόντες κατὰ κράτος, τήν τε Βηθήλην καὶ τὴν τοπαρχίαν αὐτῆς καὶ τὴν Ἰσανὰν καὶ τὴν τοπαρχίαν αὐτῆς.καὶ Ἱεροβόαμος μὲν οὐκέτι μετὰ ταύτην τὴν ἧτταν ἴσχυσεν ἐφʼ ὅσον Ἀβίας περιῆν χρόνον. τελευτᾷ δʼ οὗτος ὀλίγον τῇ νίκῃ χρόνον ἐπιζήσας ἔτη βασιλεύσας τρία, καὶ θάπτεται μὲν ἐν Ἱεροσολύμοις ἐν ταῖς προγονικαῖς θήκαις, ἀπολείπει δὲ υἱοὺς μὲν δύο καὶ εἴκοσι θυγατέρας δὲ ἓξ καὶ δέκα. πάντας τούτους ἐκ γυναικῶν δεκατεσσάρων ἐτεκνώσατο.διεδέξατο δʼ αὐτοῦ τὴν βασιλείαν ὁ υἱὸς αὐτοῦ Ἄσανος· καὶ ἡ μήτηρ τοῦ νεανίσκου Μαχαία τοὔνομα. τούτου κρατοῦντος εἰρήνης ἀπέλαυεν ἡ χώρα τῶν Ἰσραηλιτῶν ἐπὶ ἔτη δέκα.Καὶ τὰ μὲν περὶ Ἀβίαν τὸν Ῥοβοάμου τοῦ Σολόμωνος οὕτως παρειλήφαμεν. ἐτελεύτησε δὲ καὶ Ἱεροβόαμος ὁ τῶν δέκα φυλῶν βασιλεὺς ἄρξας ἔτη δύο καὶ εἴκοσι. διαδέχεται δʼ αὐτὸν ὁ παῖς Νάβαδος δευτέρου ἔτους ἤδη τῆς βασιλείας Ἀσάνου διεληλυθότος. ἦρξε δὲ ὁ τοῦ Ἱεροβοάμου παῖς ἔτη δύο τῷ πατρὶ τὴν ἀσέβειαν καὶ τὴν πονηρίαν ἐμφερὴς ὤν.