κατιδὼν δʼ αὐτοὺς ὁ θεὸς οὕτω διακειμένους καὶ τὰς ἁμαρτίας ἀνθομολογουμένους οὐκ ἀπολέσειν αὐτοὺς εἶπε πρὸς τὸν προφήτην, ποιήσειν μέντοι γε τοῖς Αἰγυπτίοις ὑποχειρίους, ἵνα μάθωσι πότερον ἀνθρώπῳ δουλεύειν ἐστὶν ἀπονώτερον ἢ θεῷ.παραλαβὼν δὲ Ἴσωκος ἀμαχητὶ τὴν πόλιν δεξαμένου Ῥοβοάμου διὰ τὸν φόβον οὐκ ἐνέμεινε ταῖς γενομέναις συνθήκαις, ἀλλʼ ἐσύλησε τὸ ἱερὸν καὶ τοὺς θησαυροὺς ἐξεκένωσε τοῦ θεοῦ καὶ τοὺς βασιλικοὺς χρυσοῦ καὶ ἀργύρου μυριάδας ἀναριθμήτους βαστάσας καὶ μηδὲν ὅλως ὑπολιπών.περιεῖλε δὲ καὶ τοὺς χρυσοῦς θυρεοὺς καὶ τὰς ἀσπίδας, ἃς κατεσκεύασε Σολόμων ὁ βασιλεύς, οὐκ εἴασε δὲ οὐδὲ τὰς χρυσᾶς φαρέτρας, ἃς ἀνέθηκε Δαυίδης τῷ θεῷ λαβὼν παρὰ τοῦ τῆς Σωφηνῆς βασιλέως, καὶ τοῦτο ποιήσας ἀνέστρεψεν εἰς τὰ οἰκεῖα.μέμνηται δὲ ταύτης τῆς στρατείας καὶ ὁ Ἁλικαρνασεὺς Ἡρόδοτος περὶ μόνον τὸ τοῦ βασιλέως πλανηθεὶς ὄνομα, καὶ ὅτι ἄλλοις τε πολλοῖς ἐπῆλθεν ἔθνεσι καὶ τὴν Παλαιστίνην Συρίαν ἐδουλώσατο λαβὼν ἀμαχητὶ τοὺς ἀνθρώπους τοὺς ἐν αὐτῇ.φανερὸν δʼ ἐστίν, ὅτι τὸ ἡμέτερον ἔθνος βούλεται δηλοῦν κεχειρωμένον ὑπὸ τοῦ Αἰγυπτίου· ἐπάγει γάρ, ὅτι στήλας κατέλιπεν ἐν τῇ τῶν ἀμαχητὶ παραδόντων ἑαυτοὺς αἰδοῖα γυναικῶν ἐγγράψας· Ῥοβόαμος δʼ αὐτῷ παρέδωκεν ὁ ἡμέτερος βασιλεὺς ἀμαχητὶ τὴν πόλιν.φησὶ δὲ καὶ Αἰθίοπας παρʼ Αἰγυπτίων μεμαθηκέναι τὴν τῶν αἰδοίων περιτομήν· Φοίνικες γὰρ καὶ Σύροι οἱ ἐν τῇ Παλαιστίνῃ ὁμολογοῦσι παρʼ Αἰγυπτίων μεμαθηκέναι. δῆλον οὖν ἐστιν, ὅτι μηδένες ἄλλοι περιτέμνονται τῶν ἐν τῇ Παλαιστίνῃ Σύρων ἢ μόνοι ἡμεῖς. ἀλλὰ περὶ μὲν τούτων ἕκαστοι λεγέτωσαν ὅ τι ἂν αὐτοῖς δοκῇ.Ἀναχωρήσαντος δὲ Ἰσώκου Ῥοβόαμος ὁ βασιλεὺς ἀντὶ μὲν τῶν χρυσέων θυρεῶν καὶ τῶν ἀσπίδων χάλκεα ποιήσας τὸν αὐτὸν ἀριθμὸν παρέδωκε τοῖς τῶν βασιλείων φύλαξιν. ἀντὶ δὲ τοῦ μετὰ στρατηγίας ἐπιφανοῦς καὶ τῆς ἐν τοῖς πράγμασι λαμπρότητος διάγειν ἐβασίλευσεν ἐν ἡσυχίᾳ πολλῇ καὶ δέει πάντα τὸν χρόνον ἐχθρὸς ὢν Ἱεροβοάμῳ.ἐτελεύτησε δὲ βιώσας ἔτη πεντήκοντα καὶ ἑπτὰ βασιλεύσας δʼ αὐτῶν ἑπτακαίδεκα, τὸν τρόπον ἀλαζὼν ἀνὴρ καὶ ἀνόητος καὶ διὰ τὸ μὴ προσέχειν τοῖς πατρῴοις φίλοις τὴν ἀρχὴν ἀπολέσας· ἐτάφη δʼ ἐν Ἱεροσολύμοις ἐν ταῖς θήκαις τῶν βασιλέων. διεδέξατο δʼ αὐτοῦ τὴν βασιλείαν ὁ υἱὸς Ἀβίας ὄγδοον ἤδη καὶ δέκατον ἔτος Ἱεροβοάμου τῶν δέκα φυλῶν βασιλεύοντος.καὶ ταῦτα μὲν τοιοῦτον ἔσχε τὸ τέλος· τὰ δὲ περὶ Ἱεροβόαμον ἀκόλουθα τούτων ἔχομεν πῶς κατέστρεψε τὸν βίον διεξελθεῖν· οὗτος γὰρ οὐ διέλιπεν οὐδʼ ἠρέμησεν εἰς τὸν θεὸν ἐξυβρίζων, ἀλλὰ καθʼ ἑκάστην ἐπὶ τῶν ὑψηλῶν ὀρῶν βωμοὺς ἀνιστὰς καὶ ἱερεῖς ἐκ τοῦ πλήθους ἀποδεικνὺς διετέλει.Ταῦτα δʼ ἔμελλεν οὐκ εἰς μακρὰν τἀσεβήματα καὶ τὴν ὑπὲρ αὐτῶν δίκην εἰς τὴν αὐτοῦ κεφαλὴν καὶ πάσης αὐτοῦ τῆς γενεᾶς τρέψειν τὸ θεῖον. κάμνοντος δʼ αὐτῷ κατʼ ἐκεῖνον τὸν καιρὸν τοῦ παιδός, ὃν Ὀβίμην ἐκάλουν, τὴν γυναῖκα αὐτοῦ προσέταξε τὴν στολὴν ἀποθεμένην καὶ σχῆμα λαβοῦσαν ἰδιωτικὸν πορευθῆναι πρὸς Ἀχίαν τὸν προφήτην·εἶναι γὰρ θαυμαστὸν ἄνδρα περὶ τῶν μελλόντων προειπεῖν· καὶ γὰρ περὶ τῆς βασιλείας αὐτῷ τοῦτον δεδηλωκέναι· παραγενομένην δʼ ἐκέλευσε περὶ τοῦ παιδὸς ἀνακρίνειν ὡς ξένην, εἰ διαφεύξεται τὴν νόσον. ἡ δὲ μετασχηματισαμένη, καθὼς αὐτῇ προσέταξεν ὁ ἀνήρ, ἧκεν εἰς Σιλὼ πόλιν· ἐκεῖ γὰρ διέτριβεν ὁ Ἀχίας.καὶ μελλούσης εἰς τὴν οἰκίαν αὐτοῦ εἰσιέναι τὰς ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας ἐπιφανεὶς ὁ θεὸς ἀμφότερα αὐτῷ μηνύει τήν τε Ἱεροβοάμου γυναῖκα πρὸς αὐτὸν ἀφιγμένην καὶ τί δεῖ περὶ ὧν πάρεστιν ἀποκρίνασθαι.παριούσης δὲ τῆς γυναικὸς εἰς τὴν οἰκίαν ὡς ἰδιώτιδος καὶ ξένης ἀνεβόησεν εἴσελθε, ὦ γύναι Ἱεροβοάμου· τί κρύπτεις σαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνεις, ὃς ἀφιξομένην τέ μοι ἐδήλωσε καὶ προσέταξε τίνας ποιήσομαι τοὺς λόγους. ἀπελθοῦσα οὖν πρὸς τὸν ἄνδρα φράζε αὐτῷ ταῦτα λέγειν·ἐπεί σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ τοῦ Δαυίδου γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατασκευάσας ἐκείνους τιμᾷς, οὕτω σε πάλιν καθαιρήσω καὶ πᾶν ἐξολέσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν ποιήσω γενέσθαι.βασιλεὺς γὰρ ἐξεγείρεθʼ ὑπʼ ἐμοῦ τοῦ λαοῦ παντός, ὃς οὐδένα ὑπολείψει τοῦ Ἱεροβοάμου γένους· μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς καὶ διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, ὅτι τοῖς τοῦ βασιλέως ἀσεβήμασι κατηκολούθησε καὶ τοὺς ὑπʼ αὐτοῦ γενομένους προσκυνεῖ θεοὺς τὴν ἐμὴν θυσίαν ἐγκαταλιπόν.σὺ δέ, ὦ γύναι, ταῦτα ἀπαγγέλλουσα σπεῦδε πρὸς τὸν ἄνδρα. τὸν δὲ υἱὸν καταλήψῃ τεθνηκότα· σοῦ γὰρ εἰσιούσης εἰς τὴν πόλιν ἀπολείψει τὸ ζῆν αὐτόν. ταφήσεται δὲ κλαυθεὶς ὑπὸ τοῦ πλήθους παντὸς κοινῷ τιμηθεὶς πένθει· καὶ γὰρ μόνος τῶν ἐκ τοῦ Ἱεροβοάμου γένους ἀγαθὸς οὗτος ἦν.ταῦτʼ αὐτοῦ προφητεύσαντος ἐκπηδήσασα ἡ γυνὴ τεταραγμένη καὶ τῷ τοῦ προειρημένου παιδὸς θανάτῳ περιαλγής, θρηνοῦσα διὰ τῆς ὁδοῦ καὶ τὴν μέλλουσαν τοῦ τέκνου κοπτομένη τελευτὴν ἀθλία τοῦ πάθους ἠπείγετο κακοῖς ἀμηχάνοις καὶ σπουδῇ μὲν ἀτυχεῖ χρωμένη διὰ τὸν υἱὸν αὐτῆς, ἔμελλε γὰρ αὐτὸν ἐπειχθεῖσα θᾶττον ὄψεσθαι νεκρόν, ἀναγκαίᾳ δὲ διὰ τὸν ἄνδρα. καὶ παραγενομένη τὸν μὲν ἐκπεπνευκότα καθὼς εἶπεν ὁ προφήτης εὗρε, τῷ δὲ βασιλεῖ πάντα ἀπήγγειλεν.