ὁ δὲ τοὺς υἱοὺς πέμψας ἐκόμισε τὸ σῶμα εἰς τὴν πόλιν καὶ πολυτελοῦς κηδείας ἠξίωσεν ἐντειλάμενος τοῖς παισὶ καὶ αὐτὸν ἀποθανόντα σὺν ἐκείνῳ θάψαι, λέγων ἀληθῆ μὲν εἶναι πάνθʼ ὅσα προεφήτευσε κατὰ τῆς πόλεως ἐκείνης καὶ τοῦ θυσιαστηρίου καὶ τῶν ἱερέων καὶ τῶν ψευδοπροφητῶν, ὑβρισθήσεσθαι δʼ αὐτὸς μετὰ τὴν τελευτὴν οὐδὲν σὺν ἐκείνῳ ταφεὶς τῶν ὀστῶν οὐ γνωρισθησομένων.κηδεύσας οὖν τὸν προφήτην καὶ ταῦτα τοῖς υἱοῖς ἐντειλάμενος πονηρὸς ὢν καὶ ἀσεβὴς πρόσεισι τῷ Ἱεροβοάμῳ καὶ τί δήποτʼ ἐταράχθης, εἰπών, ὑπὸ τῶν τοῦ ἀνοήτου λόγων; ὡς τὰ περὶ τὸ θυσιαστήριον αὐτῷ καὶ τὴν αὑτοῦ χεῖρα διηγήσαθʼ ὁ βασιλεὺς θεῖον ἀληθῶς καὶ προφήτην ἄριστον ἀποκαλῶν, ἤρξατο ταύτην αὐτοῦ τὴν δόξαν ἀναλύειν κακουργῶν καὶ πιθανοῖς περὶ τῶν γεγενημένων χρώμενος λόγοις βλάπτειν αὐτῶν τὴν ἀλήθειαν.ἐπεχείρει γὰρ πείθειν αὐτόν, ὡς ὑπὸ κόπου μὲν ἡ χεὶρ αὐτοῦ ναρκήσειε βαστάζουσα τὰς θυσίας, εἶτʼ ἀνεθεῖσα πάλιν εἰς τὴν αὑτῆς ἐπανέλθοι φύσιν, τὸ δὲ θυσιαστήριον καινὸν ὂν καὶ δεξάμενον θυσίας πολλὰς καὶ μεγάλας ῥαγείη καὶ πέσοι διὰ βάρος τῶν ἐπενηνεγμένων. ἐδήλου δʼ αὐτῷ καὶ τὸν θάνατον τοῦ τὰ σημεῖα ταῦτα προειρηκότος ὡς ὑπὸ λέοντος ἀπώλετο· οὕτως οὐδὲ ἓν οὔτʼ εἶχενοὔτʼ ἐφθέγξατο προφήτου. ταῦτα εἰπὼν πείθει τὸν βασιλέα καὶ τὴν διάνοιαν αὐτοῦ τελέως ἀποστρέψας ἀπὸ τοῦ θεοῦ καὶ τῶν ὁσίων ἔργων καὶ δικαίων ἐπὶ τὰς ἀσεβεῖς πράξεις παρώρμησεν. οὕτως δʼ ἐξύβρισεν εἰς τὸ θεῖον καὶ παρηνόμησεν, ὡς οὐδὲν ἄλλο καθʼ ἡμέραν ζητεῖν ἢ τί καινὸν καὶ μιαρώτερον τῶν ἤδη τετολμημένων ἐργάσηται. καὶ τὰ μὲν περὶ Ἱεροβόαμον ἐπὶ τοῦ παρόντος ἐν τούτοις ἡμῖν δεδηλώσθω.Ὁ δὲ Σολόμωνος υἱὸς Ῥοβόαμος ὁ τῶν δύο φυλῶν βασιλεύς, ὡς προειρήκαμεν, ᾠκοδόμησε πόλεις ὀχυράς τε καὶ μεγάλας Βηθλεὲμ καὶ Ἠταμὲ καὶ Θεκωὲ καὶ Βηθσοὺρ καὶ Σωχὼ καὶ Ὀδολλὰμ καὶ Εἰπὰν καὶ Μάρισαν καὶ τὴν Ζιφὰ καὶ Ἀδωραὶμ καὶ Λάχεις καὶ Ἀζηκὰ καὶ Σαρὰμ καὶ Ἠλὼμ καὶ Χεβρῶνα.ταύτας μὲν ἐν τῇ Ἰουδαίᾳ φυλῇ καὶ κληρουχίᾳ πρώτας ᾠκοδόμησε, κατεσκεύασε δὲ καὶ ἄλλας μεγάλας ἐν τῇ Βενιαμίδι κληρουχίᾳ, καὶ τειχίσας φρουράς τε κατέστησεν ἐν ἁπάσαις καὶ ἡγεμόνας σῖτόν τε πολὺν καὶ οἶνον καὶ ἔλαιον τά τε ἄλλα πρὸς διατροφὴν ἐν ἑκάστῃ τῶν πόλεων δαψιλῶς ἀπέθετο, πρὸς δὲ τούτοις θυρεοὺς καὶ σιρομάστας εἰς πολλὰς μυριάδας.συνῆλθον δὲ οἱ παρὰ πᾶσι τοῖς Ἰσραηλίταις ἱερεῖς πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα καὶ Ληουῖται καὶ εἴ τινες ἄλλοι τοῦ πλήθους ἦσαν ἀγαθοὶ καὶ δίκαιοι καταλιπόντες αὑτῶν τὰς πόλεις, ἵνα θρησκεύσωσιν ἐν Ἱεροσολύμοις τὸν θεόν· οὐ γὰρ ἡδέως εἶχον προσκυνεῖν ἀναγκαζόμενοι τὰς δαμάλεις, ἃς Ἱεροβόαμος κατεσκεύασε· καὶ ηὔξησαν τὴν Ῥοβοάμου βασιλείαν ἐπʼ ἔτη τρία.γήμας δὲ συγγενῆ τινα καὶ τρεῖς ποιησάμενος ἐξ αὐτῆς παῖδας ἤγετο ὕστερον καὶ τὴν ἐκ τῆς Ἀψαλώμου θυγατρὸς Θαμάρης Μαχάνην ὄνομα καὶ αὐτὴν οὖσαν συγγενῆ· καὶ παῖς ἐξ αὐτῆς ἄρρην αὐτῷ γίνεται, ὃν Ἀβίαν προσηγόρευσεν. τεκνοῖ δὲ καὶ ἐξ ἄλλων γυναικῶν πλειόνων, ἁπασῶν δὲ μᾶλλον ἔστερξε τὴν Μαχάνην.εἶχε δὲ τὰς μὲν νόμῳ συνοικούσας αὐτῷ γυναῖκας ὀκτωκαίδεκα παλλακὰς δὲ τριάκοντα, καὶ υἱοὶ μὲν αὐτῷ γεγόνεισαν ὀκτὼ καὶ εἴκοσι θυγατέρες δʼ ἑξήκοντα. διάδοχον δὲ ἀπέδειξε τῆς βασιλείας τὸν ἐκ τῆς Μαχάνης Ἀβίαν καὶ τοὺς θησαυροὺς αὐτῷ καὶ τὰς ὀχυρωτάτας πόλεις ἐπίστευσεν.Αἴτιον δʼ οἶμαι πολλάκις γίνεται κακῶν καὶ παρανομίας τοῖς ἀνθρώποις τὸ τῶν πραγμάτων μέγεθος καὶ ἡ πρὸς τὸ βέλτιον αὐτῶν τροπή· τὴν γὰρ βασιλείαν αὐξανομένην οὕτω βλέπων Ῥοβόαμος εἰς ἀδίκους καὶ ἀσεβεῖς ἐξετράπη πράξεις καὶ τῆς τοῦ θεοῦ θρησκείας κατεφρόνησεν, ὡς καὶ τὸν ὑπʼ αὐτῷ λαὸν μιμητὴν γενέσθαι τῶν ἀνομημάτων.συνδιαφθείρεται γὰρ τὰ τῶν ἀρχομένων ἤθη τοῖς τῶν ἡγουμένων τρόποις, καὶ ὡς ἔλεγχον τῆς ἐκείνων ἀσελγείας τὴν αὑτῶν σωφροσύνην παραπέμποντες ὡς ἀρετῇ ταῖς κακίαις αὐτῶν ἕπονται· οὐ γὰρ ἔνεστιν ἀποδέχεσθαι δοκεῖν τὰ τῶν βασιλέων ἔργα μὴ ταὐτὰ πράττοντας.τοῦτο τοίνυν συνέβαινε καὶ τοῖς ὑπὸ Ῥοβοάμῳ τεταγμένοις ἀσεβοῦντος αὐτοῦ καὶ παρανομοῦντος σπουδάζειν, μὴ προσκρούσωσι τῷ βασιλεῖ θέλοντες εἶναι δίκαιοι. τιμωρὸν δὲ τῶν εἰς αὐτὸν ὕβρεων ὁ θεὸς ἐπιπέμπει τὸν Αἰγυπτίων βασιλέα Ἴσωκον, περὶ οὗ πλανηθεὶς Ἡρόδοτος τὰς πράξεις αὐτοῦ Σεσώστρει προσάπτει.οὗτος γὰρ ὁ Ἴσωκος πέμπτῳ ἔτει τῆς Ῥοβοάμου βασιλείας ἐπιστρατεύεται μετὰ πολλῶν αὐτῷ μυριάδων· ἅρματα μὲν γὰρ αὐτῷ χίλια καὶ διακόσια τὸν ἀριθμὸν ἠκολούθει, ἱππέων δὲ μυριάδες ἕξ, πεζῶν δὲ μυριάδες τεσσαράκοντα. τούτων τοὺς πλείστους Λίβυας ἐπήγετο καὶ Αἰθίοπας.ἐμβαλὼν οὖν εἰς τὴν χώραν τῶν Ἑβραίων καταλαμβάνει τε τὰς ὀχυρωτάτας τῆς Ῥοβοάμου βασιλείας πόλεις ἀμαχητὶ καὶ ταύτας ἀσφαλισάμενος ἔσχατον ἐπῆλθε τοῖς Ἱεροσολύμοις ἐγκεκλεισμένου τοῦ Ῥοβοάμου καὶ τοῦ πλήθους ἐν αὐτοῖς διὰ τὴν Ἰσώκου στρατείαν καὶ τὸν θεὸν ἱκετευόντων δοῦναι νίκην καὶ σωτηρίαν·ἀλλʼ οὐκ ἔπεισαν τὸν θεὸν ταχθῆναι μετʼ αὐτῶν· ὁ δὲ προφήτης Σαμαίας ἔφησεν αὐτοῖς τὸν θεὸν ἀπειλεῖν ἐγκαταλείψειν αὐτούς, ὡς καὶ αὐτοὶ τὴν θρησκείαν αὐτοῦ κατέλιπον. ταῦτʼ ἀκούσαντες εὐθὺς ταῖς ψυχαῖς ἀνέπεσον καὶ μηδὲν ἔτι σωτήριον ὁρῶντες ἐξομολογεῖσθαι πάντες ὥρμησαν, ὅτι δικαίως αὐτοὺς ὁ θεὸς ὑπερόψεται γενομένους περὶ αὐτὸν ἀσεβεῖς καὶ συγχέοντας τὰ νόμιμα.