ἄνδρες ὁμόφυλοι, γινώσκειν ὑμᾶς νομίζω τοῦτο, ὅτι πᾶς τόπος ἔχει τὸν θεὸν καὶ οὐκ ἔστιν ἓν ἀποδεδειγμένον χωρίον ἐν ᾧ πάρεστιν, ἀλλὰ πανταχοῦ τε ἀκούει καὶ τοὺς θρησκεύοντας ἐφορᾷ. ὅθεν οὔ μοι δοκεῖ νῦν ἐπείγειν ὑμᾶς εἰς Ἱεροσόλυμα πορευθέντας εἰς τὴν τῶν ἐχθρῶν πόλιν μακρὰν οὕτως ὁδὸν προσκυνεῖν·ἄνθρωπος γὰρ κατεσκεύακε τὸν ναόν, πεποίηκα δὲ κἀγὼ δύο χρυσᾶς δαμάλεις ἐπωνύμους τῷ θεῷ καὶ τὴν μὲν ἐν Βηθήλῃ πόλει καθιέρωσα τὴν δʼ ἐν Δάνῃ, ὅπως ὑμῶν οἱ τούτων ἔγγιστα τῶν πόλεων κατῳκημένοι προσκυνῶσιν εἰς αὐτὰς ἀπερχόμενοι τὸν θεόν. ἀποδείξω δέ τινας ὑμῖν καὶ ἱερεῖς ἐξ ὑμῶν αὐτῶν καὶ Ληουίτας, ἵνα μὴ χρείαν ἔχητε τῆς Ληουίτιδος φυλῆς καὶ τῶν υἱῶν Ἀαρῶνος, ἀλλʼ ὁ βουλόμενος ὑμῶν ἱερεὺς εἶναι προσενεγκάτω μόσχον τῷ θεῷ καὶ κριόν, ὃ καὶ τὸν πρῶτον ἱερέα φασὶν Ἀαρῶνα πεποιηκέναι.ταῦτʼ εἰπὼν ἐξηπάτησε τὸν λαὸν καὶ τῆς πατρίου θρησκείας ἀποστάντας ἐποίησε παραβῆναι τοὺς νόμους. ἀρχὴ κακῶν ἐγένετο τοῦτο τοῖς Ἑβραίοις καὶ τοῦ πολέμῳ κρατηθέντας ὑπὸ τῶν ἀλλοφύλων αἰχμαλωσίᾳ περιπεσεῖν. ἀλλὰ ταῦτα μὲν κατὰ χώραν δηλώσομεν.Ἐνστάσης δὲ τῆς ἑορτῆς ἑβδόμῳ μηνὶ βουλόμενος καὶ αὐτὸς ἐν Βηθήλῃ ταύτην ἀγαγεῖν, ὥσπερ ἑώρταζον καὶ αἱ δύο φυλαὶ ἐν Ἱεροσολύμοις, οἰκοδομεῖ μὲν θυσιαστήριον πρὸ τῆς δαμάλεως, γενόμενος δὲ αὐτὸς ἀρχιερεὺς ἐπὶ τὸν βωμὸν ἀναβαίνει σὺν τοῖς ἰδίοις ἱερεῦσι.μέλλοντος δʼ ἐπιφέρειν τὰς θυσίας καὶ τὰς ὁλοκαυτώσεις ἐν ὄψει τοῦ λαοῦ παντὸς παραγίνεται πρὸς αὐτὸν ἐξ Ἱεροσολύμων προφήτης Ἰάδων ὄνομα τοῦ θεοῦ πέμψαντος, ὃς σταθεὶς ἐν μέσῳ τῷ πλήθει τοῦ βασιλέως ἀκούοντος εἶπε τάδε πρὸς τὸ θυσιαστήριον ποιούμενος τοὺς λόγους·ὁ θεὸς ἔσεσθαί τινα προλέγει ἐκ τοῦ Δαυίδου γένους Ἰωσίαν ὄνομα, ὃς ἐπὶ σοῦ θύσει τοὺς ψευδιερεῖς τοὺς κατʼ ἐκεῖνον τὸν καιρὸν γενησομένους καὶ τὰ ὀστᾶ τῶν λαοπλάνων τούτων καὶ ἀπατεώνων καὶ ἀσεβῶν ἐπὶ σοῦ καύσει. ἵνα μέντοι γε πιστεύσωσιν οὗτοι τοῦθʼ οὕτως ἕξειν, σημεῖον αὐτοῖς προερῶ γενησόμενον· ῥαγήσεται τὸ θυσιαστήριον παραχρῆμα καὶ πᾶσα ἡ ἐπʼ αὐτοῦ πιμελὴ τῶν ἱερείων ἐπὶ γῆν χυθήσεται.ταῦτʼ εἰπόντος τοῦ προφήτου παροξυνθεὶς ὁ Ἱεροβόαμος ἐξέτεινε τὴν χεῖρα κελεύων συλλαβεῖν αὐτόν. ἐκτεταμένη δʼ ἡ χεὶρ εὐθέως παρείθη καὶ οὐκέτʼ ἴσχυε ταύτην πρὸς αὑτὸν ἀναγαγεῖν, ἀλλὰ νεναρκηκυῖαν καὶ νεκρὰν εἶχεν ἀπηρτημένην. ἐρράγη δὲ καὶ τὸ θυσιαστήριον καὶ κατηνέχθη πάντα ἀπʼ αὐτοῦ, καθὼς προεῖπεν ὁ προφήτης.μαθὼν δὲ ἀληθῆ τὸν ἄνθρωπον καὶ θείαν ἔχοντα πρόγνωσιν παρεκάλεσεν αὐτὸν δεηθῆναι τοῦ θεοῦ ἀναζωπυρῆσαι τὴν δεξιὰν αὐτῷ. καὶ ὁ μὲν ἱκέτευσε τὸν θεὸν τοῦτʼ αὐτῷ παρασχεῖν, ὁ δὲ τῆς χειρὸς τὸ κατὰ φύσιν ἀπολαβούσης χαίρων ἐπʼ αὐτῇ τὸν προφήτην παρεκάλει δειπνῆσαι παρʼ αὐτῷ.Ἰάδων δέ φησιν οὐχ ὑπομένειν εἰσελθεῖν πρὸς αὐτὸν οὐδὲ γεύσασθαι ἄρτου καὶ ὕδατος ἐν ταύτῃ τῇ πόλει· τοῦτο γὰρ αὐτῷ τὸν θεὸν ἀπειρηκέναι καὶ τὴν ὁδὸν ἣν ἦλθεν ὅπως μὴ διʼ αὐτῆς ποιήσηται τὴν ἐπιστροφήν, ἀλλὰ διʼ ἄλλης ἔφασκεν· τοῦτον μὲν οὖν ὁ βασιλεὺς ἐθαύμαζεν τῆς ἐγκρατείας, αὐτὸς δʼ ἦν ἐν φόβῳ μεταβολὴν αὐτοῦ τῶν πραγμάτων ἐκ τῶν προειρημένων οὐκ ἀγαθὴν ὑπονοῶν.Ἦν δέ τις ἐν τῇ πόλει πρεσβύτης πονηρὸς ψευδοπροφήτης, ὃν εἶχεν ἐν τιμῇ Ἱεροβόαμος ἀπατώμενος ὑπʼ αὐτοῦ τὰ πρὸς ἡδονὴν λέγοντος. οὗτος τότε μὲν κλινήρης ἦν διὰ τὴν ἀπὸ τοῦ γήρως ἀσθένειαν, τῶν δὲ παίδων αὐτῷ δηλωσάντων τὰ περὶ τοῦ παρόντος ἐξ Ἱεροσολύμων προφήτου καὶ τῶν σημείων τῶν γενομένων,καὶ ὡς παρεθεῖσαν αὐτῷ τὴν δεξιὰν Ἱεροβόαμος εὐξαμένου πάλιν ἐκείνου ζῶσαν ἀπολάβοι, δείσας μὴ παρευδοκιμήσειεν αὐτὸν ὁ ξένος παρὰ τῷ βασιλεῖ καὶ πλείονος ἀπολαύοι τιμῆς προσέταξε τοῖς παισὶν εὐθὺς ἐπιστρώσασι τὸν ὄνον ἕτοιμον πρὸς ἔξοδον αὐτῷ παρασκευάσαι.τῶν δὲ σπευσάντων ὃ προσετάγησαν ἐπιβὰς ἐδίωξε τὸν προφήτην καὶ καταλαβὼν ἀναπαυόμενον ὑπὸ δένδρῳ δασεῖ καὶ σκιὰν ἔχοντι δρυὸς εὐμεγέθους ἠσπάσατο πρῶτον, εἶτʼ ἐμέμφετο μὴ παρʼ αὐτὸν εἰσελθόντα καὶ ξενίων μεταλαβόντα.τοῦ δὲ φήσαντος κεκωλῦσθαι πρὸς τοῦ θεοῦ γεύσασθαι παρά τινι τῶν ἐν ἐκείνῃ τῇ πόλει, ἀλλʼ οὐχὶ παρʼ ἐμοὶ πάντως, εἶπεν, ἀπηγόρευκέ σοι τὸ θεῖον παραθέσθαι τράπεζαν· προφήτης γάρ εἰμι κἀγὼ καὶ τῆς αὐτῆς σοι κοινωνὸς πρὸς αὐτὸν θρησκείας, καὶ πάρειμι νῦν ὑπʼ αὐτοῦ πεμφθείς. ὅπως ἀγάγω σε πρὸς ἐμαυτὸν ἑστιασόμενον.ὁ δὲ ψευσαμένῳ πεισθεὶς ἀνέστρεψεν· ἀριστώντων δʼ ἔτι καὶ φιλοφρονουμένων ὁ θεὸς ἐπιφαίνεται τῷ Ἰάδωνι καὶ παραβάντα τὰς ἐντολὰς αὐτοῦ τιμωρίαν ὑφέξειν ἔλεγεν καὶ ποδαπὴν ἐδήλου· λέοντα γὰρ αὐτῷ κατὰ τὴν ὁδὸν ἀπερχομένῳ συμβαλεῖν ἔφραζεν, ὑφʼ οὗ διαφθαρήσεσθαι καὶ τῆς ἐν τοῖς πατρῴοις μνήμασι ταφῆς ἀμοιρήσειν.ταῦτα δʼ ἐγένετο οἶμαι κατὰ τὴν τοῦ θεοῦ βούλησιν, ὅπως μὴ προσέχοι τοῖς τοῦ Ἰάδωνος λόγοις Ἱεροβόαμος ἐληλεγμένῳ ψευδεῖ. πορευομένῳ τοίνυν τῷ Ἰάδωνι πάλιν εἰς Ἱεροσόλυμα συμβάλλει λέων καὶ κατασπάσας αὐτὸν ἀπὸ τοῦ κτήνους ἀπέκτεινε, καὶ τὸν μὲν ὄνον οὐδὲν ὅλως ἔβλαψε, παρακαθεζόμενος δʼ ἐφύλαττε κἀκεῖνον καὶ τὸ τοῦ προφήτου σῶμα, μέχρις οὗ τινες τῶν ὁδοιπόρων ἰδόντες ἀπήγγειλαν ἐλθόντες εἰς τὴν πόλιν τῷ ψευδοπροφήτῃ.