ἧκεν οὖν εὐθὺς ὁ προφήτης ὑπὸ θεοῦ πεμφθεὶς οὔτε λανθάνειν αὐτὸν ἐπὶ τοῖς παρανομήμασι λέγων οὔτʼ ἐπὶ πολὺ χαιρήσειν τοῖς πραττομένοις ἀπειλῶν, ἀλλὰ ζῶντος μὲν οὐκ ἀφαιρεθήσεσθαι τὴν βασιλείαν ἐπεὶ τῷ πατρὶ Δαυίδῃ τὸ θεῖον ὑπέσχετο διάδοχον αὐτὸν ποιήσειν ἐκείνου,τελευτήσαντος δὲ τὸν υἱὸν αὐτοῦ ταῦτα διαθήσειν οὐχ ἅπαντα μὲν τὸν λαὸν ἀποστήσας αὐτοῦ, δέκα δὲ φυλὰς παραδοὺς αὐτοῦ τῷ δούλῳ, δύο δὲ μόνας καταλιπὼν τῷ υἱωνῷ τῷ Δαυίδου διʼ αὐτὸν ἐκεῖνον, ὅτι τὸν θεὸν ἠγάπησε, καὶ διὰ τὴν πόλιν Ἱεροσόλυμα, ἐν ᾗ ναὸν ἔχειν ἠβουλήθη.Ταῦτʼ ἀκούσας Σολόμων ἤλγησε καὶ σφοδρῶς συνεχύθη πάντων αὐτῷ σχεδὸν τῶν ἀγαθῶν ἐφʼ οἷς ζηλωτὸς ἦν εἰς μεταβολὴν ἐρχομένων πονηράν. οὐ πολὺς δὲ διῆλθε χρόνος ἀφʼ οὗ κατήγγειλεν ὁ προφήτης αὐτῷ τὰ συμβησόμενα καὶ πολέμιον εὐθὺς ἐπʼ αὐτὸν ἤγειρεν ὁ θεὸς Ἄδερον μὲν ὄνομα τὴν δʼ αἰτίαν τῆς ἔχθρας λαβόντα τοιαύτην·παῖς οὗτος ἦν Ἰδουμαῖος γένος ἐκ βασιλικῶν σπερμάτων. καταστρεψαμένου δὲ τὴν Ἰδουμαίαν Ἰωάβου τοῦ Δαυίδου στρατηγοῦ καὶ πάντας τοὺς ἐν ἀκμῇ καὶ φέρειν ὅπλα δυναμένους διαφθείραντος μησὶν ἕξ, φυγὼν ἧκε πρὸς Φαραῶνα τὸν Αἰγυπτίων βασιλέα.ὁ δὲ φιλοφρόνως αὐτὸν δεξάμενος οἶκόν τε αὐτῷ δίδωσι καὶ χώραν εἰς διατροφὴν καὶ γενόμενον ἐν ἡλικίᾳ λίαν ἠγάπα, ὡς καὶ τῆς αὑτοῦ γυναικὸς αὐτῷ δοῦναι πρὸς γάμον τὴν ἀδελφὴν ὄνομα Θαφίνην, ἐξ ἧς αὐτῷ υἱὸς γενόμενος τοῖς τοῦ βασιλέως παισὶ συνετράφη.ἀκούσας οὖν τὸν Δαυίδου θάνατον ἐν Αἰγύπτῳ καὶ τὸν Ἰωάβου προσελθὼν ἐδεῖτο τοῦ Φαραῶνος ἐπιτρέπειν αὐτῷ βαδίζειν εἰς τὴν πατρίδα. τοῦ δὲ βασιλέως ἀνακρίναντος, τίνος ἐνδεὴς ὢν ἢ τί παθὼν ἐσπούδακε καταλιπεῖν αὐτόν, ἐνοχλῶν πολλάκις καὶ παρακαλῶν τότε μὲν οὐκ ἀφείθη·κατʼ ἐκεῖνον δὲ τὸν καιρόν, καθʼ ὃν ἤδη Σολόμωνι τὰ πράγματα κακῶς ἔχειν ἤρχετο διὰ τὰς προειρημένας παρανομίας καὶ τὴν ὀργὴν τὴν ἐπʼ αὐτοῖς τοῦ θεοῦ, συγχωρήσαντος τοῦ Φαραῶνος ὁ Ἄδερος ἧκεν εἰς τὴν Ἰδουμαίαν· καὶ μὴ δυνηθεὶς αὐτὴν ἀποστῆσαι τοῦ Σολόμωνος, κατείχετο γὰρ φρουραῖς πολλαῖς καὶ οὐκ ἦν ἐλεύθερος διʼ αὐτὰς οὐδʼ ἐπʼ ἀδείας ὁ νεωτερισμός, ἄρας ἐκεῖθεν εἰς τὴν Συρίαν ἀφίκετο.συμβαλὼν δὲ ἐκεῖ τινι Ῥάζῳ μὲν τοὔνομα τὸν δὲ τῆς Σωφηνῆς ἀποδεδρακότι βασιλέα Ἀδραάζαρον δεσπότην ὄντα καὶ λῃστεύοντι τὴν χώραν εἰς φιλίαν αὐτῷ συνάψας ἔχοντι περὶ αὑτὸν στῖφος λῃστρικὸν ἀναβαίνει, καὶ κατασχὼν τὴν ἐκεῖ Συρίαν βασιλεὺς αὐτῆς ἀποδείκνυται καὶ κατατρέχων τὴν τῶν Ἰσραηλιτῶν γῆν ἐποίει κακῶς καὶ διήρπαζε Σολόμωνος ζῶντος ἔτι. καὶ ταῦτα μὲν ἐκ τοῦ Ἀδέρου συνέβαινε πάσχειν τοῖς Ἑβραίοις.Ἐπιτίθεται δὲ Σολόμωνι καὶ τῶν ὁμοφύλων τις Ἱεροβόαμος υἱὸς Ναβαταίου κατὰ προφητείαν πάλαι γενομένην αὐτῷ τοῖς πράγμασιν ἐπελπίσας· παῖδα γὰρ αὐτὸν ὑπὸ τοῦ πατρὸς καταλειφθέντα καὶ ὑπὸ τῇ μητρὶ παιδευόμενον ὡς εἶδε γενναῖον καὶ τολμηρὸν Σολόμων ὄντα τὸ φρόνημα τῆς τῶν τειχῶν οἰκοδομίας ἐπιμελητὴν κατέστησεν, ὅτε τοῖς Ἱεροσολύμοις τὸν κύκλον περιέβαλεν.οὕτως δὲ τῶν ἔργων προενόησεν, ὥστε ὁ βασιλεὺς αὐτὸν ἀπεδέξατο καὶ γέρας αὐτῷ στρατηγίαν ἐπὶ τῆς Ἰωσήπου φυλῆς ἔδωκεν. ἀπερχομένῳ δὲ τῷ Ἱεροβοάμῳ κατʼ ἐκεῖνον τὸν καιρὸν ἐκ τῶν Ἱεροσολύμων συνεβόλησε προφήτης ἐκ πόλεως μὲν Σιλὼ Ἀχίας δὲ ὄνομα. καὶ προσαγορεύσας αὐτὸν ἀπήγαγεν ἐκ τῆς ὁδοῦ μικρὸν ἀπονεύσας εἴς τι χωρίον, εἰς ὃ παρῆν μηδὲ εἷς ἄλλος.σχίσας δὲ εἰς δώδεκα φάρση τὸ ἱμάτιον, ὅπερ ἦν αὐτὸς περιβεβλημένος, ἐκέλευσε τὸν Ἱεροβόαμον λαβεῖν τὰ δέκα προσειπών, ὅτι ταῦτα ὁ θεὸς βούλεται καὶ σχίσας τὴν Σολόμωνος ἀρχὴν τῷ παιδὶ μὲν τῷ τούτου διὰ τὴν πρὸς Δαυίδην γεγενημένην ὁμολογίαν αὐτῷ μίαν φυλὴν καὶ τὴν ἑξῆς αὐτῇ δίδωσι, σοὶ δὲ τὰς δέκα Σολόμωνος εἰς αὐτὸν ἐξαμαρτόντος καὶ ταῖς γυναιξὶ καὶ τοῖς ἐκείνων θεοῖς αὑτὸν ἐκδεδωκότος.εἰδὼς οὖν τὴν αἰτίαν διʼ ἣν μετατίθησι τὴν αὑτοῦ γνώμην ἀπὸ Σολόμωνος ὁ θεὸς δίκαιος εἶναι πειρῶ καὶ φύλαττε τὰ νόμιμα, προκειμένου σοι τῆς εὐσεβείας καὶ τῆς πρὸς τὸν θεὸν τιμῆς ἄθλου μεγίστου τῶν ἁπάντων, γενήσεσθαι τηλικούτῳ ἡλίκον οἶσθα Δαυίδην γενόμενον.Ἐπαρθεὶς οὖν τοῖς τοῦ προφήτου λόγοις Ἱεροβόαμος φύσει θερμὸς ἂν νεανίας καὶ μεγάλων ἐπιθυμητὴς πραγμάτων οὐκ ἠρέμει. γενόμενος δʼ ἐν τῇ στρατηγίᾳ καὶ μεμνημένος τῶν ὑπὸ Ἀχία δεδηλωμένων εὐθὺς ἀναπείθειν ἐπεχείρει τὸν λαὸν ἀφίστασθαι Σολόμωνος καὶ κινεῖν καὶ παράγειν εἰς αὑτὸν τὴν ἡγεμονίαν.μαθὼν δὲ τὴν διάνοιαν αὐτοῦ καὶ τὴν ἐπιβολὴν Σολόμων ἐζήτει συλλαβὼν αὐτὸν ἀνελεῖν. φθάσας δὲ γνῶναι τοῦτο Ἱεροβόαμος πρὸς Ἴσακον φεύγει τὸν Αἰγυπτίων βασιλέα, καὶ μέχρι τῆς Σολόμωνος τελευτῆς ἐκεῖ μείνας τό τε μηδὲν ὑπʼ αὐτοῦ παθεῖν ἐκέρδησε καὶ τὸ τῇ βασιλείᾳ φυλαχθῆναι.ἀποθνήσκει δὲ Σολόμων ἤδη γηραιὸς ὢν βασιλεύσας μὲν ὀγδοήκοντα ἔτη, ζήσας δὲ ἐνενήκοντα καὶ τέσσαρα· θάπτεται δὲ ἐν Ἱεροσολύμοις ἅπαντας ὑπερβαλὼν εὐδαιμονίᾳ τε καὶ πλούτῳ καὶ φρονήσει τοὺς βασιλεύσαντας, εἰ μὴ ὅσα γε πρὸς τὸ γῆρας ὑπὸ τῶν γυναικῶν ἀπατηθεὶς παρηνόμησε· περὶ ὧν καὶ τῶν διʼ αὐτὰς κακῶν συμπεσόντων Ἑβραίοις εὐκαιρότερον ἕξομεν διασαφῆσαι.