οὐδὲν γὰρ ἦν ὅ τις ἀργύρῳ ἐπίπρασκεν ἢ πάλιν ἐωνεῖτο, ἀλλὰ πολλαὶ γὰρ ἦσαν ναῦς, ἃς ὁ βασιλεὺς ἐν τῇ Ταρσικῇ λεγομένῃ θαλάττῃ καταστήσας παραγαγεῖν εἰς τὰ ἐνδοτέρω τῶν ἐθνῶν παντοίαν ἐμπορίαν προσέταξεν, ὧν ἐξεμπολουμένων ἄργυρός τε καὶ χρυσὸς ἐκομίζετο τῷ βασιλεῖ καὶ πολὺς ἐλέφας Αἰθίοπές τε καὶ πίθηκοι. τὸν δὲ πλοῦν ἀπιοῦσαί τε καὶ ἐπανερχόμεναι τρισὶν ἔτεσιν ἤνυον.Φήμη δὲ λαμπρὰ πᾶσαν ἐν κύκλῳ τὴν χώραν περιήρχετο διαβοῶσα τὴν Σολόμωνος ἀρετὴν καὶ σοφίαν, ὡς τούς τε πανταχοῦ βασιλεῖς ἐπιθυμεῖν εἰς ὄψιν αὐτῷ παραγενέσθαι τοῖς λεγομένοις διʼ ὑπερβολὴν ἀπιστοῦντας, καὶ δωρεαῖς μεγάλαις προσεμφανίζειν τὴν περὶ αὐτὸν σπουδήν·ἔπεμπον γὰρ αὐτῷ σκεύη χρυσᾶ καὶ ἀργυρᾶ καὶ ἁλουργεῖς ἐσθῆτας καὶ ἀρωμάτων γένη πολλὰ καὶ ἵππους καὶ ἅρματα καὶ τῶν ἀχθοφόρων ἡμιόνων ὅσους καὶ ῥώμῃ καὶ κάλλει τὴν τοῦ βασιλέως ὄψιν εὖ διαθήσειν ἐπελέγοντο, ὥστε τοῖς οὖσιν αὐτῷ πρότερον ἅρμασι καὶ ἵπποις ἐκ τῶν πεμπομένων προσθέντα ποιῆσαι τὸν μὲν τῶν ἁρμάτων ἀριθμὸν τετρακοσίοις περισσότερον, ἦν γὰρ αὐτῷ πρότερον χίλια, τὸν δὲ τῶν ἵππων δισχιλίοις, ὑπῆρχον γὰρ αὐτῷ δισμύριοι ἵπποι.ἤσκηντο δʼ οὗτοι πρὸς εὐμορφίαν καὶ τάχος, ὡς μήτʼ εὐπρεπεστέρους ἄλλους εἶναι συμβαλεῖν αὐτοῖς μήτε ὠκυτέρους, ἀλλὰ καλλίστους τε πάντων ὁρᾶσθαι καὶ ἀπαραμίλλητον αὐτῶν εἶναι τὴν ὀξύτητα.ἐπεκόσμουν δὲ αὐτοὺς καὶ οἱ ἀναβαίνοντες νεότητι μὲν πρῶτον ἀνθοῦντες ἐπιτερπεστάτῃ τὸ δὲ ὕψος ὄντες περίοπτοι καὶ πολὺ τῶν ἄλλων ὑπερέχοντες, μηκίστας μὲν καθειμένοι χαίτας ἐνδεδυμένοι δὲ χιτῶνας τῆς Τυρίας πορφύρας. ψῆγμα δὲ χρυσοῦ καθʼ ἡμέραν αὐτῶν ἐπέσηθον ταῖς κόμαις, ὡς στίλβειν αὐτῶν τὰς κεφαλὰς τῆς αὐγῆς τοῦ χρυσοῦ πρὸς τὸν ἥλιον ἀντανακλωμένης.τούτων περὶ αὐτὸν ὄντων ὁ βασιλεὺς καθωπλισμένων καὶ τόξα ἐξηρτημένων ἐφʼ ἅρματος αὐτὸς ὀχούμενος καὶ λευκὴν ἠμφιεσμένος ἐσθῆτα πρὸς αἰώραν ἔθος εἶχεν ἐξορμᾶν. ἦν δέ τι χωρίον ἀπὸ δύο σχοίνων Ἱεροσολύμων, ὃ καλεῖται μὲν Ἠτάν, παραδείσοις δὲ καὶ ναμάτων ἐπιρροαῖς ἐπιτερπὲς ὁμοῦ καὶ πλούσιον· εἰς τοῦτο τὰς ἐξόδους αἰωρούμενος ἐποιεῖτο.Θείᾳ τε περὶ πάντα χρώμενος ἐπινοίᾳ τε καὶ σπουδῇ καὶ λίαν ὢν φιλόκαλος οὐδὲ τῶν ὁδῶν ἠμέλησεν, ἀλλὰ καὶ τούτων τὰς ἀγούσας εἰς Ἱεροσόλυμα βασίλειον οὖσαν λίθῳ κατέστρωσε μέλανι, πρός τε τὸ ῥᾳστώνην εἶναι τοῖς βαδίζουσι, καὶ πρὸς τὸ δηλοῦν τὸ ἀξίωμα τοῦ πλούτου καὶ τῆς ἡγεμονίας.διαμερίσας δὲ τὰ ἅρματα καὶ διατάξας, ὥστε ἐν ἑκάστῃ πόλει τούτων ἀριθμὸν ὡρισμένον ὑπάρχειν, αὐτὸς μὲν περὶ αὑτὸν ἐτήρησεν ὀλίγα, τὰς δὲ πόλεις ταύτας ἁρμάτων προσηγόρευσε. τοῦ δʼ ἀργυρίου τοσοῦτον ἐποιήσατο πλῆθος ἐν Ἱεροσολύμοις ὁ βασιλεύς, ὅσον ἦν καὶ τῶν λίθων, καὶ τῶν κεδρίνων ξύλων οὐ πρότερον ὄντων, ὥσπερ καὶ τῶν δένδρων τῶν συκαμινίνων, ὧν πληθύει τὰ τῆς Ἰουδαίας πεδία.προσέταξε δὲ καὶ τοῖς ἐμπόροις Αἰγύπτου κομίζουσιν αὐτῷ πιπράσκειν τὸ μὲν ἅρμα σὺν ἵπποις δυσὶν ἑξακοσίων δραχμῶν ἀργυρίου, αὐτὸς δὲ τοῖς τῆς Συρίας βασιλεῦσι καὶ τοῖς πέραν Εὐφράτου διέπεμπεν αὐτούς.Γενόμενος δὲ πάντων βασιλέων ἐνδοξότατος καὶ θεοφιλέστατος καὶ φρονήσει καὶ πλούτῳ διενεγκὼν τῶν πρὸ αὐτοῦ τὴν Ἑβραίων ἀρχὴν ἐσχηκότων οὐκ ἐπέμεινε τούτοις ἄχρι τελευτῆς, ἀλλὰ καταλιπὼν τὴν τῶν πατρίων ἐθισμῶν φυλακὴν οὐκ εἰς ὅμοιον οἷς προειρήκαμεν αὐτοῦ τέλος κατέστρεψεν,εἰς δὲ γυναῖκας ἐκμανεὶς καὶ τὴν τῶν ἀφροδισίων ἀκρασίαν οὐ ταῖς ἐπιχωρίαις μόνον ἠρέσκετο, πολλὰς δὲ καὶ ἐκ τῶν ἀλλοτρίων ἐθνῶν γήμας Σιδωνίας καὶ Τυρίας καὶ Ἀμμανίτιδας καὶ Ἰδουμαίας παρέβη μὲν τοὺς Μωσήους νόμους, ὃς ἀπηγόρευσε συνοικεῖν ταῖς οὐχ ὁμοφύλοις,τοὺς δʼ ἐκείνων ἤρξατο θρησκεύειν θεοὺς ταῖς γυναιξὶ καὶ τῷ πρὸς αὐτὰς ἔρωτι χαριζόμενος, τοῦτʼ αὐτὸ ὑπιδομένου τοῦ νομοθέτου προειπόντος μὴ γαμεῖν τὰς ἀλλοτριοχώρους, ἵνα μὴ τοῖς ξένοις ἐπιπλακέντες ἔθεσι τῶν πατρίων ἀποστῶσι, μηδὲ τοὺς ἐκείνων σέβωνται θεοὺς παρέντες τιμᾶν τὸν ἴδιον.ἀλλὰ τούτων μὲν κατημέλησεν ὑπενεχθεὶς εἰς ἡδονὴν ἀλόγιστον Σολόμων, ἀγαγόμενος δὲ γυναῖκας ἀρχόντων καὶ διασήμων θυγατέρας ἑπτακοσίας τὸν ἀριθμὸν καὶ παλλακὰς τριακοσίας, πρὸς δὲ ταύταις καὶ τὴν τοῦ βασιλέως τῶν Αἰγυπτίων θυγατέρα, εὐθὺς μὲν ἐκρατεῖτο πρὸς αὐτῶν, ὥστε μιμεῖσθαι τὰ παρʼ ἐκείναις, καὶ τῆς εὐνοίας καὶ φιλοστοργίας ἠναγκάζετο παρέχειν αὐταῖς δεῖγμα τὸ βιοῦν ὡς αὐταῖς πάτριον ἦν·προβαινούσης δὲ τῆς ἡλικίας καὶ τοῦ λογισμοῦ διὰ τὸν χρόνον ἀσθενοῦντος ἀντέχειν πρὸς τὴν μνήμην τῶν ἐπιχωρίων ἐπιτηδευμάτων ἔτι μᾶλλον τοῦ μὲν ἰδίου θεοῦ κατωλιγώρησε, τοὺς δὲ τῶν γάμων τῶν ἐπεισάκτων τιμῶν διετέλει.καὶ πρὸ τούτων δὲ ἁμαρτεῖν αὐτὸν ἔτυχε καὶ σφαλῆναι περὶ τὴν φυλακὴν τῶν νομίμων, ὅτε τὰ τῶν χαλκῶν βοῶν ὁμοιώματα κατεσκεύασε τῶν ὑπὸ τῇ θαλάττῃ τῷ ἀναθήματι καὶ τῶν λεόντων τῶν περὶ τὸν θρόνον τὸν ἴδιον· οὐδὲ γὰρ ταῦτα ποιεῖν ὅσιον εἰργάσατο.κάλλιστον δʼ ἔχων καὶ οἰκεῖον παράδειγμα τῆς ἀρετῆς τὸν πατέρα καὶ τὴν ἐκείνου δόξαν, ἣν αὐτῷ συνέβη καταλιπεῖν διὰ τὴν πρὸς τὸν θεὸν εὐσέβειαν, οὐ μιμησάμενος αὐτὸν καὶ ταῦτα δὶς αὐτῷ τοῦ θεοῦ κατὰ τοὺς ὕπνους φανέντος καὶ τὸν πατέρα μιμεῖσθαι παραινέσαντος ἀκλεῶς ἀπέθανεν.