Τὴν δὲ τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας τότε βασιλεύουσαν γυναῖκα σοφίᾳ διαπεπονημένην καὶ τἆλλα θαυμαστὴν ἀκούουσαν τὴν Σολόμωνος ἀρετὴν καὶ φρόνησιν ἐπιθυμία τῆς ὄψεως αὐτοῦ ἐκ τῶν ὁσημέραι περὶ τῶν ἐκεῖ λεγομένων πρὸς αὐτὸν ἤγαγε·πεισθῆναι γὰρ ὑπὸ τῆς πείρας ἀλλʼ οὐχ ὑπὸ τῆς ἀκοῆς, ἣν εἰκός ἐστι καὶ ψευδεῖ δόξῃ συγκατατίθεσθαι καὶ μεταπεῖσαι πάλιν, ὅλη γὰρ ἐπὶ τοῖς ἀπαγγέλλουσι κεῖται, θέλουσα πρὸς αὐτὸν ἐλθεῖν διέγνω, μάλιστα καὶ τῆς σοφίας αὐτοῦ βουλομένη λαβεῖν πεῖραν αὐτὴ προτείνασα καὶ λῦσαι τὸ ἄπορον τῆς διανοίας δεηθεῖσα ἧκεν εἰς Ἱεροσόλυμα μετὰ πολλῆς δόξης καὶ πλούτου παρασκευῆς·ἐπηγάγετο γὰρ καμήλους χρυσίου μεστὰς καὶ ἀρωμάτων ποικίλων καὶ λίθων πολυτελῶν. ὡς δʼ ἀφικομένην αὐτὴν ἡδέως ὁ βασιλεὺς προσεδέξατο. τά τε ἄλλα περὶ αὐτὴν φιλότιμος ἦν καὶ τὰ προβαλλόμενα σοφίσματα ῥᾳδίως τῇ συνέσει καταλαμβανόμενος θᾶττον ἢ προσεδόκα τις ἐπελύετο.ἡ δʼ ἐξεπλήσσετο μὲν καὶ τὴν σοφίαν τοῦ Σολόμωνος οὕτως ὑπερβάλλουσαν αὐτὴν καὶ τῆς ἀκουομένης τῇ πείρᾳ κρείττω καταμαθοῦσα, μάλιστα δʼ ἐθαύμαζε τὰ βασίλεια τοῦ τε κάλλους καὶ τοῦ μεγέθους οὐχ ἧττον δὲ τῆς διατάξεως τῶν οἰκοδομημάτων·καὶ γὰρ ἐν ταύτῃ πολλὴν τοῦ βασιλέως καθεώρα φρόνησιν. ὑπερεξέπληττε δʼ αὐτὴν ὅ τε οἶκος ὁ δρυμὼν ἐπικαλούμενος Λιβάνου καὶ ἡ τῶν καθʼ ἡμέραν δείπνων πολυτέλεια καὶ τὰ τῆς παρασκευῆς αὐτοῦ καὶ διακονίας ἥ τε τῶν ὑπηρετούντων ἐσθὴς καὶ τὸ μετʼ ἐπιστήμης αὐτῶν περὶ τὴν διακονίαν εὐπρεπές, οὐχ ἥκιστα δὲ καὶ αἱ καθʼ ἡμέραν ἐπιτελούμεναι τῷ θεῷ θυσίαι καὶ τὸ τῶν ἱερέων καὶ Λευιτῶν περὶ αὐτὰς ἐπιμελές.ταῦθʼ ὁρῶσα καθʼ ἡμέραν ὑπερεθαύμαζε, καὶ κατασχεῖν οὐ δυνηθεῖσα τὴν ἔκπληξιν τῶν βλεπομένων φανερὰν ἐποίησεν αὑτὴν θαυμαστικῶς διακειμένην· πρὸς γὰρ τὸν βασιλέα προήχθη λόγους εἰπεῖν, ὑφʼ ὧν ἠλέγχθη σφόδρα τὴν διάνοιαν ἐπὶ τοῖς προειρημένοις ἡττημένη·πάντα μὲν γάρ, εἶπεν, ὦ βασιλεῦ, τὰ διʼ ἀκοῆς εἰς γνῶσιν ἐρχόμενα μετʼ ἀπιστίας παραγίνεται, τῶν δὲ σῶν ἀγαθῶν, ὧν αὐτός τε ἔχεις ἐν αὑτῷ, λέγω δὲ τὴν σοφίαν καὶ τὴν φρόνησιν, καὶ ὧν ἡ βασιλεία σοι δίδωσιν, οὐ ψευδὴς ἄρα ἡ φήμη πρὸς ἡμᾶς διῆλθεν, ἀλλʼ οὖσα ἀληθὴς πολὺκαταδεεστέραν τὴν εὐδαιμονίαν ἀπέφηνεν ἧς ὁρῶ νῦν παροῦσα τὰς μὲν γὰρ ἀκοὰς πείθειν ἐπεχείρει μόνον, τὸ δὲ ἀξίωμα τῶν πραγμάτων οὐχ οὕτως ἐποίει γνώριμον, ὡς ἡ ὄψις αὐτὸ καὶ τὸ παρʼ αὐτοῖς εἶναι συνίστησιν. ἐγὼ γοῦν οὐδὲ τοῖς ἀπαγγελλομένοις διὰ πλῆθος καὶ μέγεθος ὧν ἐπυνθανόμην πιστεύουσα πολλῷ πλείω τούτων ἱστόρηκα.καὶ μακάριόν τε τὸν Ἑβραίων λαὸν εἶναι κρίνω δούλους τε τοὺς σοὺς καὶ φίλους, οἳ καθʼ ἡμέραν τῆς σῆς ἀπολαύουσιν ὄψεως καὶ τῆς σῆς σοφίας ἀκροώμενοι διατελοῦσιν. εὐλογήσειεν ἄν τις τὸν θεὸν ἀγαπήσαντα τήνδε τὴν χώραν καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας οὕτως, ὥστε σὲ ποιῆσαι βασιλέα.Παραστήσασα δὲ καὶ διὰ τῶν λόγων, πῶς αὐτὴν διέθηκεν ὁ βασιλεύς, ἔτι καὶ ταῖς δωρεαῖς τὴν διάνοιαν αὐτῆς ἐποίησε φανεράν· εἴκοσι μὲν γὰρ αὐτῷ τάλαντα ἔδωκε χρυσίου ἀρωμάτων τε πλῆθος ἀσυλλόγιστον καὶ λίθον πολυτελῆ· λέγουσι δʼ ὅτι καὶ τὴν τοῦ ὀποβαλσάμου ῥίζαν, ἣν ἔτι νῦν ἡμῶν ἡ χώρα φέρει, δούσης ταύτης τῆς γυναικὸς ἔχομεν.ἀντεδωρήσατο δʼ αὐτὴν καὶ Σολόμων πολλοῖς ἀγαθοῖς καὶ μάλισθʼ ὧν κατʼ ἐπιθυμίαν ἐξελέξατο· οὐδὲν γὰρ ἦν, ὅ τι δεηθείσῃ λαβεῖν οὐ παρέσχεν, ἀλλʼ ἑτοιμότερον ὧν αὐτὸς κατὰ τὴν οἰκείαν ἐχαρίζετο προαίρεσιν ἅπερ ἐκείνη τυχεῖν ἠξίου προϊέμενος τὴν μεγαλοφροσύνην ἐπεδείκνυτο. καὶ ἡ μὲν τῶν Αἰγυπτίων καὶ τῆς Αἰθιοπίας βασίλισσα ὧν προειρήκαμεν τυχοῦσα καὶ μεταδοῦσα πάλιν τῷ βασιλεῖ τῶν παρʼ αὐτῆς εἰς τὴν οἰκείαν ὑπέστρεψε.Κατὰ δὲ τὸν αὐτὸν καιρὸν κομισθέντων ἀπὸ τῆς χρυσῆς καλουμένης γῆς λίθου πολυτελοῦς τῷ βασιλεῖ καὶ ξύλων πευκίνων, τοῖς ξύλοις εἰς ὑποστήριγμα τοῦ τε ναοῦ καὶ τῶν βασιλείων κατεχρήσατο καὶ πρὸς τὴν τῶν μουσικῶν ὀργάνων κατασκευὴν κινύρας τε καὶ νάβλας, ὅπως ὑμνῶσιν οἱ Ληουῖται τὸν θεόν· πάντων δὲ τῶν ποτε κομισθέντων αὐτῷ τὰ κατʼ ἐκείνην τὴν ἡμέραν ἐνεχθέντα καὶ μεγέθει καὶ κάλλει διέφερεν.ὑπολάβῃ δὲ μηδείς, ὅτι τὰ τῆς πεύκης ξύλα τοῖς νῦν εἶναι λεγομένοις καὶ ταύτην ὑπὸ τῶν πιπρασκόντων τὴν προσηγορίαν ἐπὶ καταπλήξει τῶν ὠνουμένων λαμβάνουσίν ἐστι παραπλήσια. ἐκεῖνα γὰρ τὴν μὲν ἰδέαν ἐμφερῆ τοῖς συκίνοις γίνεται, λευκότερα δέ ἐστι καὶ στίλβει πλέον.τοῦτο μὲν πρὸς τὸ μηδένα τὴν διαφορὰν ἀγνοῆσαι μηδὲ τὴν φύσιν τῆς ἀληθοῦς πεύκης, ἐπεὶ διὰ τὴν τοῦ βασιλέως χρείαν ἐμνήσθημεν αὐτῆς, εὔκαιρον εἶναι καὶ φιλάνθρωπον δηλῶσαι νομίσαντες εἰρήκαμεν.Ὁ δὲ τοῦ χρυσοῦ σταθμὸς τοῦ κομισθέντος αὐτῷ τάλαντα ἑξακόσια καὶ ἑξήκοντα καὶ ἕξ, μὴ συγκαταριθμουμένου καὶ τοῦ ὑπὸ τῶν ἐμπόρων ὠνηθέντος μηδʼ ὧν οἱ τῆς Ἀραβίας τοπάρχαι καὶ βασιλεῖς ἔπεμπον αὐτῷ δωρεῶν. ἐχώνευσε δὲ τὸν χρυσὸν εἰς διακοσίων κατασκευὴν θυρεῶν ἀνὰ σίκλους ἀγόντων ἑξακοσίους.ἐποίησε δὲ καὶ ἀσπίδας τριακοσίας ἀγούσης ἑκάστης χρυσίου μνᾶς τρεῖς· ἀνέθηκε δὲ ταύτας φέρων εἰς τὸν οἶκον τὸν δρυμῶνα Λιβάνου καλούμενον. οὐ μὴν ἀλλὰ καὶ τὰ ἐκπώματα διὰ χρυσοῦ καὶ λίθου τὰ πρὸς τὴν ἑστίασιν ὡς ἔνι μάλιστα φιλοτεχνῶν κατεσκεύασε καὶ τὴν ἄλλην τῶν σκευῶν δαψίλειαν χρυσέαν ἅπασαν ἐμηχανήσατο·