ᾠκοδόμησε δὲ καὶ πόλεις ταῖς βαρυτάταις ἐναρίθμους Ἄσωρόν τε καὶ Μαγέδω, τὴν τρίτην δὲ Γάζαρα, ἣν τῆς Παλαιστίνων χώρας ὑπάρχουσαν Φαραώνης ὁ τῶν Αἰγυπτίων βασιλεὺς στρατευσάμενος καὶ πολιορκήσας αἱρεῖ κατὰ κράτος· ἀποκτείνας δὲ πάντας τοὺς ἐνοικοῦντας αὐτὴν κατέσκαψεν, εἶτα δωρεὰν ἔδωκεν τῇ θυγατρὶ Σολόμωνι γεγαμημένῃ.διὸ καὶ ἀνήγειρεν αὐτὴν ὁ βασιλεὺς οὖσαν ὀχυρὰν φύσει καὶ πρὸς πολέμους καὶ τὰς τῶν καιρῶν μεταβολὰς χρησίμην εἶναι δυναμένην. οὐ πόρρω δʼ αὐτῆς ἄλλας ᾠκοδόμησε δύο πόλεις· Βητχώρα τῇ ἑτέρᾳ ὄνομα ἦν, ἡ δʼ ἑτέρα Βελὲθ ἐκαλεῖτο.προσκατεσκεύασε δὲ ταύταις καὶ ἄλλας εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἐπιτηδείως ἐχούσας τῇ τε τῶν ἀέρων εὐκρασίᾳ καὶ τοῖς ὡραίοις εὐφυεῖς καὶ νάμασιν ὑδάτων ἐνδρόσους. ἐμβαλὼν δὲ καὶ εἰς τὴν ἔρημον τῆς ἐπάνω Συρίας καὶ κατασχὼν αὐτὴν ἔκτισεν ἐκεῖ πόλιν μεγίστην δύο μὲν ἡμερῶν ὁδὸν ἀπὸ τῆς ἄνω Συρίας διεστῶσαν, ἀπὸ δʼ Εὐφράτου μιᾶς, ἀπὸ δὲ τῆς μεγάλης Βαβυλῶνος ἓξ ἡμερῶν ἦν τὸ μῆκος.αἴτιον δὲ τοῦ τὴν πόλιν οὕτως ἀπὸ τῶν οἰκουμένων μερῶν τῆς Συρίας ἀπῳκίσθαι τὸ κατωτέρω μὲν μηδαμοῦ τῆς γῆς ὕδωρ εἶναι, πηγὰς δʼ ἐν ἐκείνῳ τῷ τόπῳ μόνον εὑρεθῆναι καὶ φρέατα. ταύτην οὖν τὴν πόλιν οἰκοδομήσας καὶ τείχεσιν ὀχυρωτάτοις περιβαλὼν Θαδάμοραν ὠνόμασε καὶ τοῦτʼ ἔτι νῦν καλεῖται παρὰ τοῖς Σύροις, οἱ δʼ Ἕλληνες αὐτὴν προσαγορεύουσι Πάλμυραν.Σολόμων μὲν οὖν ὁ βασιλεὺς ταῦτα κατʼ ἐκεῖνον τὸν καιρὸν πράττων διετέλει. πρὸς δὲ τοὺς ἐπιζητήσαντας, ὅτι πάντες οἱ Αἰγυπτίων βασιλεῖς ἀπὸ Μιναίου τοῦ Μέμφιν οἰκοδομήσαντος, ὃς ἔτεσι πολλοῖς ἔμπροσθεν ἐγένετο τοῦ πάππου ἡμῶν Ἁβράμου, μέχρι Σολόμωνος πλειόνων ἐτῶν τριακοσίων καὶ χιλίων μεταξὺ διεληλυθότων Φαραῶθαι ἐκλήθησαν ἀπὸ τοῦ μετʼ αὐτοὺς ἐν τοῖς μεταξὺ χρόνοις ἄρξαντος βασιλέως Φαραώθου τὴν προσηγορίαν λαβόντες, ἀναγκαῖον ἡγησάμην εἰπεῖν, ἵνα τὴν ἄγνοιαν αὐτῶν ἀφέλω καὶ ποιήσω τοῦ ὀνόματος φανερὰν τὴν αἰτίαν, ὅτι Φαραὼ κατʼ Αἰγυπτίους βασιλέα σημαίνει.οἶμαι δʼ αὐτοὺς ἐκπαίδων ἄλλοις χρωμένους ὀνόμασιν ἐπειδὰν βασιλεῖς γένωνται τὸ σημαῖνον αὐτῶν τὴν ἐξουσίαν κατὰ τὴν πάτριον γλῶτταν μετονομάζεσθαι· καὶ γὰρ οἱ τῆς Ἀλεξανδρείας βασιλεῖς ἄλλοις ὀνόμασι καλούμενοι πρότερον ὅτε τὴν βασιλείαν ἔλαβον Πτολεμαῖοι προσηγορεύθησαν ἀπὸ τοῦ πρώτου βασιλέως.καὶ οἱ Ῥωμαίων δὲ αὐτοκράτορες ἐκ γενετῆς ἀπʼ ἄλλων χρηματίσαντες ὀνομάτων Καίσαρες καλοῦνται τῆς ἡγεμονίας καὶ τῆς τιμῆς τὴν προσηγορίαν αὐτοῖς θεμένης ἀλλʼ οὐχ οἷς ὑπὸ τῶν πατέρων ἐκλήθησαν τούτοις ἐπιμένοντες. νομίζω δὲ καὶ Ἡρόδοτον τὸν Ἁλικαρνασέα διὰ τοῦτο μετὰ Μιναίαν τὸν οἰκοδομήσαντα Μέμφιν τριάκοντα καὶ τριακοσίους βασιλεῖς Αἰγυπτίων γενέσθαι λέγοντα μὴ δηλῶσαι αὐτῶν τὰ ὀνόματα, ὅτι κοινῶς Φαραῶθʼ ἐκαλοῦντο·καὶ γὰρ μετὰ τὴν τούτων τελευτὴν γυναικὸς βασιλευσάσης λέγει τοὔνομα Νικαύλην καλῶν δηλῶν, ὡς τῶν μὲν ἀρρένων βασιλέων τὴν αὐτὴν προσηγορίαν ἔχειν δυναμένων, τῆς δὲ γυναικὸς οὐκέτι κοινωνεῖν ἐκείνης, καὶ διὰ τοῦτʼ εἶπεν αὐτῆς τὸ φύσει δεῆσαν ὄνομα.ἐγὼ δὲ καὶ ἐν τοῖς ἐπιχωρίοις ἡμῶν βιβλίοις εὗρον, ὅτι μετὰ Φαραώθην τὸν Σολόμωνος πενθερὸν οὐκέτʼ οὐδεὶς τοῦτο τὸ ὄνομα βασιλεὺς Αἰγυπτίων ἐκλήθη, καὶ ὅτι ὕστερον ἧκε πρὸς Σολόμωνα ἡ προειρημένη γυνὴ βασιλεύουσα τῆς Αἰγύπτου καὶ τῆς Αἰθιοπίας. περὶ μὲν οὖν ταύτης μετʼ οὐ πολὺ δηλώσομεν· νῦν δὲ τούτων ἐπεμνήσθην, ἵνα παραστήσω τὰ ἡμέτερα βιβλία καὶ τὰ παρʼ Αἰγυπτίοις περὶ πολλῶν ὁμολογοῦντα.Ὁ δὲ βασιλεὺς Σολόμων τοὺς ἔτι τῶν Χαναναίων οὐχ ὑπακούοντας, οἳ ἐν τῷ Λιβάνῳ διέτριβον ὄρει καὶ μέχρι πόλεως Ἀμάθης, ὑποχειρίους ποιησάμενος φόρον αὐτοῖς προσέταξε καὶ πρὸς τὸ θητεύειν αὐτῷ καὶ τὰς οἰκετικὰς χρείας ἐκτελεῖν καὶ πρὸς γεωργίαν κατʼ ἔτος ἐξ αὐτῶν ἐπελέγετο.τῶν γὰρ Ἑβραίων οὐδεὶς ἐδούλευεν οὐδʼ ἦν εὔλογον ἔθνη πολλὰ τοῦ θεοῦ δεδωκότος αὐτοῖς ὑποχείρια, δέον ἐκ τούτων ποιεῖσθαι τὸ θητικόν, αὐτοὺς κατάγειν εἰς τοῦτο τὸ σχῆμα, ἀλλὰ πάντες ἐν ὅπλοις ἐφʼ ἁρμάτων καὶ ἵππων στρατευόμενοι μᾶλλον ἢ δουλεύοντες διῆγον.τῶν δὲ Χαναναίων, οὓς εἰς τὴν οἰκετείαν ἀπήγαγεν. ἄρχοντας ἀπέδειξε πεντακοσίους καὶ πεντήκοντα τὸν ἀριθμόν, οἳ τὴν ὅλην αὐτῶν ἐπιτροπὴν εἰλήφεσαν παρὰ τοῦ βασιλέως, ὥστε διδάσκειν αὐτοὺς τὰ ἔργα καὶ τὰς πραγματείας, ἐφʼ ἃς ἂν αὐτῶν ἔχρῃζεν.Ἐναυπηγήσατο δὲ ὁ βασιλεὺς ἐν τῷ Αἰγυπτιακῷ κόλπῳ σκάφη πολλὰ τῆς Ἐρυθρᾶς θαλάσσης ἔν τινι τόπῳ λεγομένῳ Γασίων Γάβελος οὐ πόρρω Ἰλάνεως πόλεως, ἣ νῦν Βερενίκη καλεῖται· αὕτη γὰρ ἡ χώρα τὸ πρὶν Ἰουδαίων ἦν. ἔτυχε δὲ καὶ τῆς ἁρμοζούσης εἰς τὰς ναῦς δωρεᾶς παρʼ Εἰρώμου τοῦ Τυρίων βασιλέως·ἄνδρας γὰρ αὐτῷ κυβερνήτας καὶ τῶν θαλασσίων ἐπιστήμονας ἔπεμψεν ἱκανούς, οἷς ἐκέλευσε πλεύσαντας μετὰ τῶν ἰδίων οἰκονόμων εἰς τὴν πάλαι μὲν Σώφειραν νῦν δὲ χρυσῆν γῆν καλουμένην, τῆς Ἰνδικῆς ἐστιν αὕτη, χρυσὸν αὐτῷ κομίσαι. καὶ συναθροίσαντες ὡς τετρακόσια τάλαντα πάλιν ἀνεχώρησαν πρὸς τὸν βασιλέα.