Ἰώαβος δὲ ὁ στρατηγὸς τὴν ἀναίρεσιν ἀκούσας Ἀδωνία περιδεὴς ἐγένετο, φίλος γὰρ ἦν αὐτῷ μᾶλλον ἢ τῷ βασιλεῖ Σολόμωνι, καὶ κίνδυνον ἐκ τούτου διὰ τὴν πρὸς ἐκεῖνον εὔνοιαν οὐκ ἀλόγως ὑποπτεύων καταφεύγει μὲν ἐπὶ τὸ θυσιαστήριον, ἀσφάλειαν δὲ ἐνόμιζεν αὑτῷ ποριεῖν ἐκ τῆς πρὸς τὸν θεὸν εὐσεβείας τοῦ βασιλέως.ὁ δὲ ἀπαγγειλάντων αὐτῷ τινων τὴν Ἰωάβου γνώμην πέμψας Βαναίαν ἐκέλευσεν ἀναστήσαντα ἄγειν ἐπὶ τὸ δικαστήριον ὡς ἀπολογησόμενον. Ἰώαβος δὲ οὐκ ἔφη καταλείψειν τὸ ἱερόν, ἀλλʼ αὐτοῦ τεθνήξεσθαι μᾶλλον ἢ ἐν ἑτέρῳ χωρίῳ.Βαναίου δὲ τὴν ἀπόκρισιν αὐτοῦ τῷ βασιλεῖ δηλώσαντος προσέταξεν ὁ Σολόμων ἐκεῖ τὴν κεφαλὴν αὐτοῦ ἀποτεμεῖν, καθὼς βούλεται, καὶ ταύτην λαβεῖν τὴν δίκην ὑπὲρ τῶν δύο στρατηγῶν, οὓς ὁ Ἰώαβος ἀνοσίως ἀπέκτεινε, θάψαι δʼ αὐτοῦ τὸ σῶμα, ὅπως τὰ μὲν ἁμαρτήματα μηδέποτε καταλείπῃ τὸ γένος τὸ ἐκείνου, τῆς δὲ Ἰωάβου τελευτῆς αὐτός τε καὶ ὁ πατὴρ ἀθῷοι τυγχάνωσι.καὶ Βαναίας μὲν τὰ κελευσθέντα ποιήσας αὐτὸς ἀποδείκνυται στρατηγὸς πάσης τῆς δυνάμεως, Σάδωκον δὲ ποιεῖ μόνον ἀρχιερέα ὁ βασιλεὺς εἰς τὸν Ἀβιαθάρου τόπον, ὃν μετεστήσατο.Σουμουίσῳ δὲ προσέταξεν οἰκίαν οἰκοδομήσαντι μένειν ἐν Ἱεροσολύμοις αὐτῷ προσεδρεύοντι καὶ μὴ διαβαίνειν τὸν χειμάρρουν Κεδρῶνα ἔχειν ἐξουσίαν, παρακούσαντι δὲ τούτων θάνατον ἔσεσθαι τὸ πρόστιμον. τῷ δὲ μεγέθει τῆς ἀπειλῆς καὶ ὅρκους αὐτῷ προσηνάγκασε ποιήσασθαι.Σουμούισος δὲ χαίρειν οἷς προσέταξεν αὐτῷ Σολόμων φήσας καὶ ταῦτα ποιήσειν προσομόσας καταλιπὼν τὴν πατρίδα τὴν διατριβὴν ἐν τοῖς Ἱεροσολύμοις ἐποιεῖτο. διελθόντων δὲ τριῶν ἐτῶν ἀκούσας δύο δούλους ἀποδράντας αὐτὸν ἐν Γίττῃ τυγχάνοντας ὥρμησεν ἐπὶ τοὺς οἰκέτας.ἐπανελθόντος δὲ μετʼ αὐτῶν ὁ βασιλεὺς αἰσθόμενος, ὡς καὶ τῶν ἐντολῶν αὐτοῦ καταφρονήσαντος καὶ τὸ μεῖζον τῶν ὅρκων τοῦ θεοῦ μηδεμίαν ποιησαμένου φροντίδα, χαλεπῶς εἶχε καὶ καλέσας αὐτόν οὐ σύ, φησίν, ὤμοσας μὴ καταλείψειν ἐμὲ μηδʼ ἐξελεύσεσθαί ποτʼ ἐκ ταύτης τῆς πόλεως εἰς ἄλλην;οὔκουν ἀποδράσῃ τὴν τῆς ἐπιορκίας δίκην, ἀλλὰ καὶ ταύτης καὶ ὧν τὸν πατέρα μου παρὰ τὴν φυγὴν ὕβρισας τιμωρήσομαί σε πονηρὸν γενόμενον, ἵνα γνῷς ὅτι κερδαίνουσι μὲν οὐδὲν οἱ κακοὶ μὴ παρʼ αὐτὰ τἀδικήματα κολασθέντες, ἀλλὰ παντὶ τῷ χρόνῳ ᾧ νομίζουσιν ἀδεεῖς εἶναι μηδὲν πεπονθότες αὔξεται καὶ γίνεται μείζων ἡ κόλασις αὐτοῖς ἧς ἂν παραυτίκα πλημμελήσαντες ἔδοσαν. καὶ Σουμούισον μὲν κελευσθεὶς Βαναίας ἀπέκτεινεν.Ἤδη δὲ τὴν βασιλείαν βεβαίως ἔχων Σολόμων καὶ τῶν ἐχθρῶν κεκολασμένων ἄγεται τὴν Φαραώθου τοῦ τῶν Αἰγυπτίων βασιλέως θυγατέρα· καὶ κατασκευάσας τὰ τείχη τῶν Ἱεροσολύμων πολλῷ μείζω καὶ ὀχυρώτερα τῶν πρόσθεν ὄντων διεῖπε τὰ πράγματα λοιπὸν ἐπὶ πολλῆς εἰρήνης μηδʼ ὑπὸ τῆς νεότητος πρός τε δικαιοσύνην καὶ φυλακὴν τῶν νόμων καὶ μνήμην ὧν ὁ πατὴρ τελευτῶν ἐπέστειλε βλαπτόμενος, ἀλλὰ πάνθʼ ὅσα οἱ τοῖς χρόνοις προβεβηκότες καὶ πρὸς τὸ φρονεῖν ἀκμάζοντες μετὰ πολλῆς ἀκριβείας ἐπιτελῶν.ἔγνω δʼ εἰς Γιβρῶνα παραγενόμενος ἐπὶ τοῦ χαλκέου θυσιαστηρίου τοῦ κατασκευασθέντος ὑπὸ Μουσείου θῦσαι τῷ θεῷ καὶ χίλια τὸν ἀριθμὸν ὡλοκαύτωσεν ἱερεῖα. τοῦτο δὲ ποιήσας μεγάλως ἔδοξε τὸν θεὸν τετιμηκέναι· φανεὶς γὰρ αὐτῷ κατὰ τοὺς ὕπνους ἐκείνης τῆς νυκτὸς ἐκέλευσεν αἱρεῖσθαι, τίνας ἀντὶ τῆς εὐσεβείας παράσχῃ δωρεὰς αὐτῷ.Σολόμων δὲ τὰ κάλλιστα καὶ μέγιστα καὶ θεῷ παρασχεῖν ἥδιστα καὶ λαβεῖν ἀνθρώπῳ συμφορώτατα τὸν θεὸν ᾔτησεν· οὐ γὰρ χρυσὸν οὐδʼ ἄργυρον οὐδὲ τὸν ἄλλον πλοῦτον ὡς ἄνθρωπος καὶ νέος ἠξίωσεν αὑτῷ προσγενέσθαι, ταῦτα γὰρ σχεδὸν νενόμισται παρὰ τοῖς πλείστοις μόνα σπουδῆς ἄξια καὶ θεοῦ δῶρα εἶναι, ἀλλὰ δός μοι φησί, δέσποτα, νοῦν ὑγιῆ καὶ φρόνησιν ἀγαθήν, οἷς ἂν τὸν λαὸν τἀληθῆ καὶ τὰ δίκαια λαβὼν κρίνοιμι.τούτοις ἥσθη τοῖς αἰτήμασιν ὁ θεὸς καὶ τά τε ἄλλα πάνθʼ ὧν οὐκ ἐμνήσθη παρὰ τὴν ἐκλογὴν δώσειν ἐπηγγείλατο πλοῦτον δόξαν νίκην πολεμίων, καὶ πρὸ πάντων σύνεσιν καὶ σοφίαν οἵαν οὐκ ἄλλος τις ἀνθρώπων ἔσχεν οὔτε βασιλέων οὔτʼ ἰδιωτῶν, φυλάξειν τε καὶ τοῖς ἐκγόνοις αὐτοῦ τὴν βασιλείαν ἐπὶ πλεῖστον ὑπισχνεῖτο χρόνον, ἂν δίκαιός τε ὢν διαμένῃ καὶ πειθόμενος αὐτῷ καὶ τὸν πατέρα μιμούμενος ἐν οἷς ἦν ἄριστος.ταῦτα τοῦ θεοῦ Σολόμων ἀκούσας ἀνεπήδησεν εὐθὺς ἐκ τῆς κοίτης καὶ προσκυνήσας αὐτὸν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα, καὶ πρὸ τῆς σκηνῆς μεγάλας ἐπιτελέσας θυσίας κατευωχεῖ τοὺς Ἰουδαίους ἅπαντας.Ταύταις δὲ ταῖς ἡμέραις κρίσις ἐπʼ αὐτὸν ἤχθη δυσχερής, ἧς τὸ τέλος εὑρεῖν ἦν ἐπίπονον· τὸ δὲ πρᾶγμα περὶ οὗ συνέβαινεν εἶναι τὴν δίκην ἀναγκαῖον ἡγησάμην δηλῶσαι, ἵνα τοῖς ἐντυγχάνουσι τό τε δύσκολον τῆς κρίσεως γνώριμον ὑπάρξῃ, καὶ τοιούτων μεταξὺ πραγμάτων γενόμενοι λάβωσιν ὥσπερ ἐξ εἰκόνος τῆς τοῦ βασιλέως ἀγχινοίας τὸ ῥᾳδίως ἀποφαίνεσθαι περὶ τῶν ζητουμένων δυνηθῆναι.δύο γυναῖκες ἑταῖραι τὸν βίον ἧκον ἐπʼ αὐτόν, ὧν ἡ ἀδικεῖσθαι δοκοῦσα πρώτη λέγειν ἤρξατο· οἰκῶ μέν, εἶπεν, ὦ βασιλεῦ, μετὰ ταύτης ἐν ἑνὶ δωματίῳ, συνέβη δʼ ἀμφοτέραις ἡμῖν ἐπὶ μιᾶς ἡμέρας ἀποτεκεῖν κατὰ τὴν αὐτὴν ὥραν ἄρρενα παιδία.