εὐχομένους δὲ τοιαῦτα ἀποβαίνειν ἀεὶ τὰ παρʼ ἐκείνου, καὶ τὴν διάνοιαν αὐτοῖς καθαρὰν ἀπὸ πάσης φυλάττεσθαι κακίας ἐν δικαιοσύνῃ καὶ θρησκείᾳ καὶ τῷ τὰς ἐντολὰς τηρεῖν ἃς διὰ Μωυσέος αὐτοῖς ἔδωκεν ὁ θεὸς διαμενούσας· ἔσεσθαι γὰρ οὕτως εὔδαιμον τὸ Ἑβραίων ἔθνος καὶ παντὸς ἀνθρώπων γένους μακαριώτερον.παρεκάλει τε μνημονεύειν, ὡς οἷς ἐκτήσαντο τὰ παρόντα ἀγαθὰ τούτοις αὐτὰ καὶ βέβαια ἕξειν καὶ μείζω καὶ πλείω καταστήσειν· οὐ γὰρ λαβεῖν αὐτὰ μόνον διʼ εὐσέβειαν καὶ δικαιοσύνην, ἀλλὰ καὶ καθέξειν διὰ ταῦτα προσῆκεν ὑπολαμβάνειν· εἶναι δὲ τοῖς ἀνθρώποις οὐχ οὕτως μέγα τὸ κτήσασθαί τι τῶν οὐχ ὑπαρχόντων, ὡς τὸ σῶσαι τὰ πορισθέντα καὶ μηδὲν ἁμαρτεῖν εἰς. βλάβην αὐτῶν.Ὁ μὲν οὖν βασιλεὺς διαλεχθεὶς ταῦτα πρὸς τὸ πλῆθος διαλύει τὴν ἐκκλησίαν τελέσας θυσίας ὑπέρ τε αὑτοῦ καὶ πάντων Ἑβραίων, ὡς μόσχους μὲν καταθῦσαι μυρίους καὶ δισχιλίους, προβάτων δὲ μυριάδας δώδεκα.τὸν μὲν γὰρ ναὸν τότε πρῶτον ἔγευσεν ἱερουργημάτων καὶ κατευωχήθησαν ἐν αὐτῷ πάντες σὺν γυναιξὶν Ἑβραῖοι καὶ τέκνοις, ἔτι δὲ καὶ τὴν σκηνοπηγίαν καλουμένην ἑορτὴν πρὸ τοῦ ναοῦ λαμπρῶς καὶ μεγαλοπρεπῶς ἐπὶ δὶς ἑπτὰ ἡμέρας ἤγαγεν ὁ βασιλεὺς σὺν ἅπαντι τῷ λαῷ κατευωχούμενος.Ἐπεὶ δʼ εἶχεν αὐτοῖς ἀποχρώντως ταῦτα καὶ μηδὲν ἐνέδει τῇ περὶ τὸν θεὸν εὐσεβείᾳ πρὸς αὑτοὺς ἕκαστος τοῦ βασιλέως ἀπολύσαντος ἀπῄεσαν εὐχαριστήσαντες τῷ βασιλεῖ τῆς τε περὶ αὐτοὺς προνοίας καὶ ὧν ἐπεδείξατο ἔργων, καὶ εὐξάμενοι τῷ θεῷ παρασχεῖν αὐτοῖς εἰς πολὺν χρόνον Σολόμωνα βασιλέα τὴν πορείαν ἐποιοῦντο μετὰ χαρᾶς καὶ παιδιᾶς ὕμνους εἰς τὸν θεὸν ᾄδοντες, ὡς ὑπὸ τῆς ἡδονῆς ἀπόνως τὴν ὁδὸν τὴν ἐπὶ τὰ οἰκεῖα πάντας ἀνύσαι.καὶ οἱ μὲν τὴν κιβωτὸν εἰς τὸν ναὸν εἰσαγαγόντες καὶ τὸ μέγεθος καὶ τὸ κάλλος ἱστορήσαντες αὐτοῦ καὶ θυσιῶν ἐπʼ αὐτῷ μεγάλων καὶ ἑορτῶν μεταλαβόντες εἰς τὰς αὑτῶν ἕκαστοι πόλεις ὑπέστρεψαν. ὄναρ δʼ ἐπιφανὲν τῷ βασιλεῖ κατὰ τοὺς ὕπνους ἐσήμαινεν αὐτῷ τῆς εὐχῆς ἐπήκοον τὸν θεὸν γεγονέναι,καὶ ὅτι φυλάξει τε τὸν ναὸν καὶ διὰ παντὸς ἐν αὐτῷ μενεῖ τῶν ἐκγόνων αὐτοῦ καὶ αὐτοῦ καὶ τῆς ἁπάσης πληθύος τὰ δίκαια ποιούσης, αὐτόν τε πρῶτον ἐμμένοντα ταῖς τοῦ πατρὸς ὑποθήκαις ἔλεγεν εἰς ὕψος καὶ μέγεθος εὐδαιμονίας ἀνοίσειν ἄπειρον καὶ βασιλεύσειν ἀεὶ τῆς χώρας τοὺς ἐκ τοῦ γένους αὐτοῦ καὶ τῆς Ἰούδα φυλῆς·προδόντα μέντοι τὰ ἐπιτηδεύματα καὶ λήθην αὐτῶν ποιησάμενον καὶ ξενικοὺς θεοὺς θρησκεύειν μεταβαλόμενον πρόρριζον ἐκκόψειν καὶ μήτε τοῦ γένους τι λείψανον αὐτῶν ἐάσειν μήτε τὸν τῶν Ἰσραηλιτῶν λαὸν ἀπαθῆ παρόψεσθαι, πολέμοις δʼ αὐτοὺς καὶ κακοῖς ἐξαφανίσειν μυρίοις κἀκ τῆς γῆς, ἣν τοῖς πατράσιν αὐτῶν ἔδωκεν,ἐκβαλὼν ἐπήλυδας ἀλλοτρίας καταστήσειν, τὸν δὲ ναὸν τὸν νῦν οἰκοδομηθέντα καταπρησθησόμενον τοῖς ἐχθροῖς παραδώσειν καὶ διαρπαγησόμενον, κατασκάψειν δὲ καὶ τὴν πόλιν χερσὶ τῶν πολεμίων καὶ ποιήσειν μύθων ἄξια τὰ παρʼ αὐτοῖς κακὰ καὶ πολλῆς διʼ ὑπερβολὴν μεγέθους ἀπιστίας,ὡς τοὺς προσοίκους ἀκούοντας τὴν συμφορὰν θαυμάζειν καὶ τὴν αἰτίαν πολυπραγμονεῖν διʼ ἣν οὕτως ἐμισήθησαν Ἑβραῖοι τῷ θεῷ πρότερον εἰς δόξαν καὶ πλοῦτον ὑπʼ αὐτοῦ παραχθέντες, καὶ παρὰ τῶν ὑπολειπομένων ἀκούειν ἐξομολογουμένων τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς τῶν πατρίων νομίμων παραβάσεις. ταῦτα μὲν αὐτῷ τὸν θεὸν εἰπεῖν κατὰ τοὺς ὕπνους ἀναγέγραπται.Μετὰ δὲ τὴν τοῦ ναοῦ κατασκευὴν ἐν ἔτεσιν ἑπτὰ καθὼς προειρήκαμεν γενομένην τὴν τῶν βασιλείων οἰκοδομὴν κατεβάλετο, ἣν ἔτεσι τρισὶ καὶ δέκα μόγις ἀπήρτισεν· οὐ γὰρ τὸν αὐτὸν ἐσπουδάζετο τρόπον ὅνπερ καὶ τὸ ἱερόν, ἀλλὰ τὸ μὲν καίπερ ὂν μέγα καὶ θαυμαστῆς ἐργασίας καὶ παραδόξου τετυχηκὸς ἔτι καὶ θεοῦ συνεργοῦντος, εἰς ὃν ἐγίνετο, τοῖς προειρημένοις ἔτεσιν ἔλαβε πέρας·τὰ δὲ βασίλεια πολὺ τῆς ἀξίας τοῦ ναοῦ καταδεέστερα τυγχάνοντα τῷ μήτε τὴν ὕλην ἐκ τοσούτου χρόνου καὶ τῆς αὐτῆς ἡτοιμάσθαι φιλοτιμίας καὶ βασιλεῦσιν οἰκητήριον ἀλλʼ οὐ θεῷ γίνεσθαι, βράδιον ἠνύσθη.καὶ αὐτὰ μὲν οὖν ἄξια λόγου καὶ κατὰ τὴν εὐδαιμονίαν τῆς Ἑβραίων χώρας καὶ τοῦ βασιλέως ᾠκοδομήθη, τὴν δὲ ὅλην αὐτῶν διάταξιν καὶ τὴν διάθεσιν εἰπεῖν ἀναγκαῖον, ἵνʼ οὕτως ἐκ τούτου στοχάζεσθαι καὶ συνορᾶν ἔχωσι τὸ μέγεθος οἱ τῇ γραφῇ μέλλοντες ἐντυγχάνειν.Οἶκος ἦν μέγας καὶ καλὸς πολλοῖς στύλοις ἐρηρεισμένος, ὃν εἰς τὰς κρίσεις καὶ τὴν τῶν πραγμάτων διάγνωσιν πλῆθος ὑποδέξασθαι καὶ χωρῆσαι σύνοδον ἀνθρώπων ἐπὶ δίκας συνεληλυθότων κατεσκεύασεν ἑκατὸν μὲν πηχῶν τὸ μῆκος εὖρος δὲ πεντήκοντα τὸ δʼ ὕψος τριάκοντα, κίοσι μὲν τετραγώνοις ἀνειλημμένον ἐκ κέδρου πᾶσιν, ἐστεγασμένον δὲ Κορινθίως, ἰσομέτροις δὲ φλιαῖς καὶ θυρώμασι τριγλύφοις ἀσφαλῆ τε ὁμοῦ καὶ κεκαλλωπισμένον.ἕτερος δὲ οἶκος ἦν ἐν μέσῳ κατὰ ὅλου τοῦ πλάτους τεταγμένος τετράγωνος εὖρος πηχῶν τριάκοντα, ἄντικρυς ἔχων ναὸν παχέσι στύλοις ἀνατεταμένον· ἦν δὲ ἐν αὐτῷ ἐξέδρα διαπρεπής, ἐν ᾗ καθεζόμενος ὁ βασιλεὺς ἔκρινεν, ᾗ παρέζευκτο κατεσκευασμένος ἄλλος οἶκος τῇ βασιλίσσῃ καὶ τὰ λοιπὰ τὰ πρὸς τὴν δίαιταν καὶ τὰς ἀναπαύσεις οἰκήματα μετὰ τὴν τῶν πραγμάτων ἀπόλυσιν, ἐστρωμένα πάντα σανίσι τετμημέναις ἐκ κέδρου.