Ἐπεὶ δὲ πάντα διακοσμήσαντες οἱ ἱερεῖς τὰ περὶ τὴν κιβωτὸν ἐξῆλθον, ἄφνω πίλημα νεφέλης οὐ σκληρὸν οὐδʼ οἷον ὥρᾳ χειμῶνος ὑετοῦ γέμον ἵσταται κεχυμένον δὲ καὶ κεκραμένον εἰς τὸν ναὸν εἰσερρύη, καὶ ταῖς μὲν ὄψεσι τῶν ἱερέων ὡς μὴ καθορᾶν ἀλλήλους ἐπεσκότει, ταῖς δὲ διανοίαις ταῖς ἁπάντων φαντασίαν καὶ δόξαν παρεῖχεν ὡς τοῦ θεοῦ κατεληλυθότος εἰς τὸ ἱερὸν καὶ κατεσκηνωκότος ἡδέως ἐν αὐτῷ.καὶ οἱ μὲν ἐπὶ ταύτης εἶχον αὑτοὺς τῆς ἐννοίας ὁ δὲ βασιλεὺς Σολόμων ἐξεγερθείς, ἔτυχε γὰρ καθεζόμενος, ἐποιήσατο λόγους πρὸς τὸν θεόν, οὓς τῇ θείᾳ φύσει πρέποντας ὑπελάμβανε καὶ καλῶς εἶχεν αὐτῷ λέγειν· σοὶ γάρ, εἶπεν, οἶκον μὲν αἰώνιον, ὦ δέσποτα, καὶ ἄξιον αὑτῷ εἰργάσω γεγονότα τὸν οὐρανὸν οἴδαμεν καὶ ἀέρα καὶ γῆν καὶ θάλασσαν, διʼ ὧν ἁπάντων οὐδὲ τούτοις ἀρκούμενος κεχώρηκας,τοῦτον δέ σοι κατεσκεύακα τὸν ναὸν ἐπώνυμον, ὡς ἂν ἀπʼ αὐτοῦ σοι τὰς εὐχὰς θύοντες καὶ καλλιεροῦντες ἀναπέμπωμεν εἰς τὸν ἀέρα καὶ πεπεισμένοι διατελοίημεν, ὅτι πάρει καὶ μακρὰν οὐκ ἀφέστηκας οὐδὲ σαυτῶ· τῷ μὲν γὰρ πάντʼ ἐφορᾶν καὶ πάντʼ ἀκούειν οὐδὲ νῦν ὅπου σοι θέμις οἰκῶν ἀπολείπεις τοῦ πᾶσιν ἔγγιστα εἶναι, μᾶλλον δʼ ἑκάστῳ καὶ βουλευομένῳ καὶ διὰ νυκτὸς καὶ ἡμέρας συμπάρει.ταῦτα ἐπιθειάσας πρὸς τὸν θεὸν ἀπέστρεψεν εἰς τὸ πλῆθος τοὺς λόγους ἐμφανίζων τοῦ θεοῦ τὴν δύναμιν αὐτοῖς καὶ τὴν πρόνοιαν, ὅτι Δαυίδῃ τῷ πατρὶ περὶ τῶν μελλόντων ἅπαντα καθὼς ἀποβέβηκεν ἤδη τὰ πολλὰ καὶ γενήσεται τὰ λείποντα δηλώσειε, καὶ ὡς αὐτὸς ἐπιθείη τὸ ὄνομα μήπω γεγεννημένῳ καὶτίς μέλλοι καλεῖσθαι προείποι καὶ ὅτι τὸν ναὸν οὗτος οἰκοδομήσει αὐτῷ βασιλεὺς μετὰ τὴν τοῦ πατρὸς τελευτὴν γενόμενος· ἃ βλέποντας κατὰ τὴν ἐκείνου προφητείαν ἐπιτελῆ τὸν θεὸν εὐλογεῖν ἠξίου καὶ περὶ μηδενὸς ἀπογινώσκειν ὧν ὑπέσχηται πρὸς εὐδαιμονίαν ὡς οὐκ ἐσομένου πιστεύοντας ἐκ τῶν ἤδη βλεπομένων.Ταῦτα διαλεχθεὶς πρὸς τὸν ὄχλον ὁ βασιλεὺς ἀφορᾷ πάλιν εἰς τὸν ναὸν καὶ τὴν δεξιὰν εἰς τὸν ὄχλον ἀνασχών ἔργοις μέν, εἶπεν, οὐ δυνατὸν ἀνθρώποις ἀποδοῦναι θεῷ χάριν ὑπὲρ ὧν εὖ πεπόνθασιν· ἀπροσδεὲς γὰρ τὸ θεῖον ἁπάντων καὶ κρεῖττον τοιαύτης ἀμοιβῆς· ᾧ δὲ τῶν ἄλλων ζῴων ὑπὸ σοῦ, δέσποτα, κρείττονες γεγόναμεν, τούτῳ τὴν σὴν εὐλογεῖν μεγαλειότητα καὶ περὶ τῶν ὑπηργμένων εἰς τὸν ἡμέτερον οἶκον καὶ τὸν Ἑβραίων εὐχαριστεῖν ἀνάγκη.τίνι γὰρ ἄλλῳ μᾶλλον ἱλάσασθαι μηνίοντα καὶ δυσμεναίνοντα εὐμενῆ δεξιώτερόν ἐστιν ἡμῖν ἢ φωνῇ, ἣν ἐξ ἀέρος τε ἔχομεν καὶ διʼ αὐτοῦ πάλιν ἀνιοῦσαν οἴδαμεν; χάριν οὖν ἔχειν διʼ αὐτῆς ὁμολογῶ σοι περί τε τοῦ πατρὸς πρῶτον, ὃν ἐξ ἀφανοῦς εἰς τοσαύτην ἀνήγαγες δόξαν,ἔπειθʼ ὑπὲρ ἐμαυτοῦ πάντα μέχρι τῆς παρούσης ἡμέρας ἃ προεῖπας πεποιηκότι, δέομαί τε τοῦ λοιποῦ χορηγεῖν ὅσα θεῷ δύναμις ἀνθρώποις ὑπὸ σοῦ τετιμημένοις, καὶ τὸν οἶκον τὸν ἡμέτερον αὔξειν εἰς πᾶν, ὡς καθωμολόγησας Δαυίδῃ τῷ πατρί μου καὶ ζῶντι καὶ παρὰ τὴν τελευτήν, ὅτι παρʼ ἡμῖν ἡ βασιλεία μενεῖ καὶ τὸ ἐκείνου γένος αὐτὴν διαδοχαῖς ἀμείψει μυρίαις. ταῦτʼ οὖν ἡμῖν ἐπάρκεσον καὶ παισὶ τοῖς ἐμοῖς ἀρετὴν ᾗ σὺ χαίρεις παράσχου.πρὸς δὲ τούτοις ἱκετεύω καὶ μοῖράν τινα τοῦ σοῦ πνεύματος εἰς τὸν ναὸν ἀποικίσαι, ὡς ἂν καὶ ἐπὶ γῆς ἡμῖν εἶναι δοκῇς. σοὶ μὲν γὰρ μικρὸν οἰκητήριον καὶ τὸ πᾶν οὐρανοῦ καὶ τῶν κατὰ τοῦτον ὄντων κύτος, οὐχ ὅτι γε οὗτος ὁ τυχὼν ναός, ἀλλὰ φυλάσσειν τε ἀπόρθητον ἐκ πολεμίων ὡς ἴδιον εἰς ἅπαν καὶ προνοεῖν ὡς οἰκείου κτήματος παρακαλῶ.κἂν ἁμαρτών ποτε ὁ λαὸς ἔπειτα πληγῇ τινι κακῷ διὰ τὴν ἁμαρτίαν ἐκ σοῦ γῆς ἀκαρπίᾳ καὶ φθορᾷ λοιμικῇ ἤ τινι τούτων τῶν παθημάτων, οἷς σὺ τοὺς παραβάντας τι τῶν ὁσίων μετέρχῃ, καὶ καταφεύγῃ πᾶς ἀθροισθεὶς ἐπὶ τὸν ναὸν ἱκετεύων σε καὶ σωθῆναι δεόμενος, ἐπήκοος αὐτοῦ γενόμενος ὡς ἔνδον ὢν ἐλεήσῃς καὶ τῶν συμφορῶν ἀπαλλάξῃς.ταύτην δὲ οὐχ Ἑβραίοις μόνον δέομαι παρὰ σοῦ τὴν βοήθειαν εἶναι σφαλεῖσιν, ἀλλὰ κἂν ἀπὸ περάτων τῆς οἰκουμένης τινὲς ἀφίκωνται κἂν ὁποθενδηποτοῦν προστρεπόμενοι καὶ τυχεῖν τινος ἀγαθοῦ λιπαροῦντες, δὸς αὐτοῖς ἐπήκοος γενόμενος.οὕτως γὰρ ἂν μάθοιεν πάντες, ὅτι σὺ μὲν αὐτὸς ἐβουλήθης παρʼ ἡμῖν κατασκευασθῆναί σοι τὸν οἶκον, ἡμεῖς δʼ οὐκ ἀπάνθρωποι τὴν φύσιν ἐσμὲν οὐδʼ ἀλλοτρίως πρὸς τοὺς οὐχ ὁμοφύλους ἔχομεν, ἀλλὰ πᾶσι κοινὴν τὴν ἀπὸ σοῦ βοήθειαν καὶ τὴν τῶν ἀγαθῶν ὄνησιν ὑπάρχειν ἠθελήσαμεν.Εἰπὼν ταῦτα καὶ ῥίψας αὑτὸν ἐπὶ τὴν γῆν καὶ ἐπὶ πολλὴν ὥραν προσκυνήσας ἀναστὰς θυσίας τῷ θεῷ προσήνεγκε καὶ γεμίσας τῶν ὁλοκλήρων ἱερείων ἐναργέστατα τὸν θεὸν ἡδέως ἔγνω τὴν θυσίαν προσδεχόμενον· πῦρ γὰρ ἐξ ἀέρος διαδραμὸν καὶ πάντων ὁρώντων ἐπὶ τὸν βωμὸν ᾆξαν ἅπασαν τὴν θυσίαν ἀνήρπασε καὶ κατεδαίσατο.ταύτης δὲ τῆς ἐπιφανείας γενομένης ὁ μὲν λαὸς δήλωσιν εἶναι τοῦτʼ εἰκάσας τῆς ἐν τῷ ναῷ τοῦ θεοῦ διατριβῆς ἐσομένης καὶ ἡσθεὶς προσεκύνει πεσὼν ἐπὶ τοὔδαφος, ὁ δὲ βασιλεὺς εὐλογεῖν τε ἤρξατο καὶ τὸ πλῆθος ταὐτὸ ποιεῖν παρώρμα δείγματα μὲν ἔχοντας ἤδη τῆς τοῦ θεοῦ πρὸς αὐτοὺς εὐμενείας,