Ὡς Δαυίδης μὲν τῆς μιᾶς φυλῆς ἐβασίλευσεν ἐν Γιβρῶνι τῇ πόλει, τοῦ δ' ἄλλου πλήθους ὁ Σαούλου παῖς. ὅτι τούτου φονευθέντος ἐξ ἐπιβουλῆς φίλων ἅπασιν τὴν βασιλείαν Δαυίδης παρέλαβεν. ὡς πολιορκήσας Ἱεροσόλυμα Δαυίδης καὶ λαβὼν τὴν πόλιν ἐξέβαλε μὲν ἐξ αὐτῆς τοὺς Χαναναίους, ἐνῴκισε δὲ εἰς αὐτὴν Ἰουδαίους. ὅτι στρατεύσαντας ἐπ' αὐτὸν δὶς Παλαιστίνους ἐν Ἱεροσολύμοις ἐνίκησεν. ἡ γενομένη πρὸς Εἴρωμον τὸν Τυρίων βασιλέα καὶ Δαυίδου φιλία. ὡς τοῖς πέριξ ἔθνεσι στρατεύσας Δαυίδης καὶ χειρωσάμενος φόρον ἐπέταξεν αὑτῷ τελεῖν. ἡ γενομένη πρὸς Δαμασκηνοὺς Δαυίδῃ μάχη καὶ νίκη. πῶς ἐπὶ τοὺς Μεσοποταμίους στρατεύσας ἐκράτησεν αὐτῶν. ὅτι τῶν περὶ τὴν οἰκίαν αὐτῷ στασιασάντων ὑπὸ τοῦ παιδὸς ἐξεβλήθη τῆς ἀρχῆς εἰς τὴν πέραν τοῦ Ἰορδάνου. ὡς στρατεύσας Ἀψάλωμος ἐπὶ τὸν πατέρα Δαυίδην ἀπώλετο σὺν τῷ στρατῷ. πῶς εἰς τὴν βασιλείαν πάλιν κατῆλθε καὶ ζήσας εὐδαιμόνως ἔτι περιὼν Σολόμωνα τὸν υἱὸν ἀπέδειξε βασιλέα. τελευτὴ Δαυίδου καταλιπόντος τῷ παιδὶ πολλὴν ὕλην ἀργύρου τε καὶ χρυσοῦ καὶ λιθίας εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ. περιέχει ἡ βίβλος χρόνον ἐτῶν τεσσαράκοντα.Συνέβη δὲ ταύτην γενέσθαι τὴν μάχην καθʼ ἣν ἡμέραν καὶ Δαυίδης τοὺς Ἀμαληκίτας νικήσας εἰς Σίκελλαν ὑπέστρεψεν. ἤδη δὲ αὐτοῦ δύο ἡμέρας ἔχοντος ἐν τῇ Σικέλλα τῇ τρίτῃ παραγίνεται διασωθεὶς ἐκ τῆς μάχης τῆς πρὸς Παλαιστίνους ὁ τὸν Σαοῦλον ἀνελὼν τήν τε ἐσθῆτα περιερρηγμένος καὶ τὴν κεφαλὴν τέφρᾳ περιχεάμενος.καὶ προσκυνήσας αὐτὸν πυνθανομένῳ, πόθεν ἥκοι τοιοῦτος, ἀπὸ τῆς τῶν Ἰσραηλιτῶν μάχης ἔλεγε· γενέσθαι δʼ ἀτυχὲς αὐτῆς τὸ τέλος ἐδήλου πολλῶν μὲν ἀναιρεθεισῶν τοῖς Ἑβραίοις μυριάδων, πεσόντος δὲ καὶ τοῦ βασιλέως αὐτῶν Σαούλου μετὰ τῶν τέκνων·ταῦτα δὲ σημαίνειν ἔφασκεν αὐτὸς παρατυχὼν τῇ τροπῇ τῶν Ἑβραίων καὶ τῷ βασιλεῖ πεφευγότι παρών, ὃν καὶ κτεῖναι μέλλοντα ὑπὸ τῶν πολεμίων λαμβάνεσθαι παρακληθεὶς αὐτὸς ὡμολόγει· τῇ ῥομφαίᾳ γὰρ αὐτὸν ἐπιπεσόντα διὰ τὴν τῶν τραυμάτων ὑπερβολὴν αὑτὸν ἀσθενῆσαι κατεργάσασθαι.καὶ σύμβολα τῆς ἀναιρέσεως ἐπεδείκνυεν τόν τε περὶ τοῖς βραχίοσι χρυσὸν τοῦ βασιλέως καὶ τὸν στέφανον, ἃ περιδύσας τὸν Σαούλου νεκρὸν κομίσειεν αὐτῷ. Δαυίδης δὲ μηκέτʼ ἀπιστεῖν ἔχων ἀλλʼ ἐναργῆ τεκμήρια τοῦ Σαούλου θανάτου βλέπων καταρρηγνύει μὲν τὴν ἐσθῆτα, κλαίων δὲ καὶ ὀδυρόμενος μετὰ τῶν ἑταίρων ὅλην διεκαρτέρησε τὴν ἡμέραν.ποιεῖ δʼ αὐτῷ τὴν λύπην χαλεπωτέραν ὁ Σαούλου παῖς Ἰωνάθης πιστότατός τε ὢν φίλος αὐτῷ καὶ σωτηρίας αἴτιος γεγενημένος. τοσαύτην δʼ ἐπεδείξατο τὴν ἀρετὴν καὶ τὴν πρὸς τὸν Σαοῦλον εὔνοιαν, ὡς μὴ μόνον ἐπὶ τεθνηκότι χαλεπῶς ἐνεγκεῖν πολλάκις ὑπʼ αὐτοῦ κινδυνεύσας ἀφαιρεθῆναι τὸν βίον, ἀλλὰ καὶ τὸν ἀποκτείναντα κολάσαι.φήσας γὰρ πρὸς αὐτὸν, ὡς αὐτὸς γένοιτο κατήγορος ἀνελὼν τὸν βασιλέα, καὶ μαθών, ὡς εἴη πατρὸς Ἀμαληκίτου γένος, ἐκέλευσεν αὐτὸν ἀπολέσθαι. ἔγραψε δὲ καὶ θρήνους καὶ ἐπιταφίους ἐπαίνους Σαούλου καὶ Ἰωνάθου, οἳ καὶ μέχρις ἐμοῦ διαμένουσιν.Ἐπεὶ δὲ τούτοις ἐξετίμησε τὸν βασιλέα παυσάμενος τοῦ πένθους ἤρετο τὸν θεὸν διὰ τοῦ προφήτου, τίνα δίδωσιν αὐτῷ κατοικῆσαι πόλιν τῆς Ἰούδα καλουμένης φυλῆς. φήσαντος δʼ αὐτοῦ διδόναι Γιβρῶνα καταλιπὼν τὴν Σίκελλαν εἰς ἐκείνην παραγίνεται τάς τε γυναῖκας ἐπαγόμενος τὰς αὑτοῦ, δύο δὲ ἦσαν, καὶ τοὺς ὁπλίτας τοὺς σὺν αὐτῷ.συνελθὼν δὲ πρὸς αὐτὸν πᾶς ὁ τῆς φυλῆς τῆς προειρημένης λαὸς ἀποδείκνυσιν αὐτὸν βασιλέα. ἀκούσας δʼ ὅτι τὸν Σαοῦλον καὶ τοὺς υἱοὺς αὐτοῦ θάψειαν οἱ ἐν Ἰαβησῷ τῆς Γαλααδίτιδος κατοικοῦντες, ἔπεμψε πρὸς αὐτοὺς ἐπαινῶν καὶ ἀποδεχόμενος αὐτῶν τὸ ἔργον, καὶ χάριτας ἀποδώσειν ἀντὶ τῆς πρὸς τοὺς τεθνηκότας σπουδῆς ὑπισχνούμενος, ἅμα δὲ καὶ δηλῶν ὡς ἡ Ἰούδα φυλὴ κεχειροτόνηκεν αὐτὸν βασιλέα.Ὁ δὲ τοῦ Σαούλου μὲν ἀρχιστράτηγος Ἀβεννῆρος Νήρου δὲ παῖς ἀνὴρ δραστήριος καὶ ἀγαθὸς τὴν φύσιν, ὡς ἔγνω πεσόντα τὸν βασιλέα καὶ τὸν Ἰωνάθην καὶ τοὺς δύο τοὺς ἄλλους αὐτοῦ παῖδας, ἐπειχθεὶς εἰς τὴν παρεμβολὴν καὶ τὸν περιλειπόμενον ἐξαρπάσας υἱὸν αὐτοῦ, Ἰέβοσθος δʼ ἐκαλεῖτο, διαβιβάζει πρὸς τοὺς πέραν τοῦ Ἰορδάνου καὶ παντὸς ἀποδείκνυσι τοῦ πλήθους βασιλέα πάρεξ τῆς Ἰούδα φυλῆς.βασίλειον δʼ ἐποίησεν αὐτῷ τὴν κατὰ μὲν τὴν ἐπιχώριον γλῶτταν Μάναλιν, κατὰ δὲ τὴν Ἑλλήνων Παρεμβολὰς λεγομένην· ὥρμησε δʼ ἐκεῖθεν Ἀβεννῆρος μετὰ στρατιᾶς ἐπιλέκτου συμβαλεῖν τοῖς ἐκ τῆς Ἰούδα φυλῆς προαιρούμενος· ὤργιστο γὰρ αὐτοῖς βασιλέα τὸν Δαυίδην κεχειροτονηκόσιν.ἀπήντησε δʼ αὐτῷ πεμφθεὶς ὑπὸ Δαυίδου Σαρουίας μὲν παῖς, πατρὸς δὲ Σουρί, ἐκ δὲ τῆς ἀδελφῆς τῆς ἐκείνου γεγονὼς αὐτῷ Ἰώαβος ἀρχιστράτηγος ὢν αὐτοῦ, μετὰ καὶ τῶν ἀδελφῶν Ἀβεσσαίου καὶ Ἀσαήλου καὶ πάντων τῶν Δαυίδου ὁπλιτῶν. καὶ περιτυχὼν ἐπί τινος κρηνίδος ἐν Γαβαῶ πόλει παρατάσσεται πρὸς μάχην.τοῦ δʼ Ἀβεννήρου φήσαντος πρὸς αὐτὸν βούλεσθαι μαθεῖν, πότερος αὐτῶν ἀνδρειοτέρους στρατιώτας ἔχει, συντίθεται παρʼ ἀμφοτέρων δυοκαίδεκα μαχησομένους συμβαλεῖν. προελθόντες τοίνυν εἰς τὸ μεταξὺ τῶν παρατάξεων οἱ πρὸς τὴν μάχην ὑφʼ ἑκατέρων τῶν στρατηγῶν ἐξειλεγμένοι καὶ τὰς αἰχμὰς ἐπʼ ἀλλήλους ἀφέντες σπῶνται τὰς μαχαίρας καὶ τῶν κεφαλῶν ἐλλαμβανόμενοι κατέχοντες αὑτοὺς ἔπαιον εἰς τὰς πλευρὰς καὶ τὰς λαγόνας ἀλλήλους ταῖς ῥομφαίαις, ἕως οὗ πάντες ὥσπερ ἐκ συνθήματος ἀπώλοντο.