ἡ Μιχάλη αὕτη Δαυίδῃ μὲν συνοικοῦσα παῖδας οὐκ ἐποιήσατο, γαμηθεῖσα δὲ ὕστερον ᾧ παρέδωκεν αὐτὴν ὁ πατὴρ Σαοῦλος, τότε δὲ ἀποσπάσας αὐτὸς εἶχε, πέντε παῖδας ἔτεκε. καὶ περὶ μὲν τούτων κατὰ χώραν δηλώσομεν.Ὁρῶν δʼ ὁ βασιλεὺς κατὰ πᾶσαν αὐτῷ τὰ πράγματα σχεδὸν ἡμέραν ἀμείνω γινόμενα ἐκ τῆς τοῦ θεοῦ βουλήσεως ἐνόμιζεν ἐξαμαρτάνειν αὑτὸν, εἰ μένων αὐτὸς ἐν οἴκοις ἐκ κέδρου πεποιημένοις ὑψηλοῖς τε καὶ καλλίστην τὴν ἄλλην κατασκευὴν ἔχουσι περιορᾷ τὴν κιβωτὸν ἐν σκηνῇ κειμένην·ἐβούλετο δὲ τῷ θεῷ κατασκευάσαι ναόν, ὡς Μωυσῆς εἶπε, καὶ περὶ τούτων Νάθᾳ τῷ προφήτῃ διαλεχθείς, ἐπεὶ ποιεῖν ὅτιπερ ὥρμηται προσέταξεν αὐτὸν ὡς τοῦ θεοῦ πρὸς ἅπαντʼ αὐτῷ συνεργοῦ παρόντος, εἶχεν ἤδη περὶ τὴν τοῦ ναοῦ κατασκευὴν προθυμότερον.τοῦ θεοῦ δὲ κατʼ ἐκείνην τὴν νύκτα τῷ Νάθᾳ φανέντος καὶ φράσαι κελεύσαντος τῷ Δαυίδῃ, ὡς τὴν μὲν προαίρεσιν αὐτοῦ καὶ τὴν ἐπιθυμίαν ἀποδέχεται, μηδενὸς μὲν πρότερον εἰς νοῦν βαλομένου ναὸν αὐτῷ κατασκευάσαι. τούτου δὲ ταύτην τὴν διάνοιαν λαβόντος· οὐκ ἐπιτρέπειν δὲ πολλοὺς πολέμους ἠγωνισμένῳ καὶ φόνῳ τῶν ἐχθρῶν μεμιασμένῳ ποιῆσαι ναὸν αὐτῷ.μετὰ μέντοι γε τὸν θάνατον αὐτοῦ γηράσαντος καὶ μακρὸν ἀνύσαντος βίον γενήσεσθαι τὸν ναὸν ὑπὸ τοῦ παιδὸς τοῦ μετʼ αὐτὸν τὴν βασιλείαν παραληψομένου κληθησομένου δὲ Σολομῶνος, οὗ προστήσεσθαι καὶ προνοήσειν ὡς πατὴρ υἱοῦ κατεπηγγέλλετο, τὴν μὲν βασιλείαν τέκνων ἐγγόνοις φυλάξων καὶ παραδώσων, αὐτὸν δὲ τιμωρήσων, ἂν ἁμαρτὼν τύχῃ, νόσῳ καὶ γῆς ἀφορίᾳ.μαθὼν ταῦτα παρὰ τοῦ προφήτου Δαυίδης καὶ περιχαρὴς γενόμενος ἐπὶ τῷ τοῖς ἐγγόνοις αὐτοῦ τὴν ἀρχὴν διαμένουσαν ἐγνωκέναι βεβαίως καὶ τὸν οἶκον αὐτοῦ λαμπρὸν ἐσόμενον καὶ περιβόητον πρὸς τὴν κιβωτὸν παραγίνεται,καὶ πεσὼν ἐπὶ πρόσωπον ἤρξατο προσκυνεῖν καὶ περὶ πάντων εὐχαριστεῖν τῷ θεῷ, ὧν τε αὐτῷ παρέσχηκεν ἤδη ἐκ ταπεινοῦ καὶ ποιμένος εἰς τηλικοῦτο μέγεθος ἡγεμονίας τε καὶ δόξης ἀναγαγών, ὧν τε τοῖς ἐγγόνοις αὐτοῦ καθυπέσχετο, τῆς προνοίας, ἣν Ἑβραίων καὶ τῆς τούτων ἐλευθερίας ἐποιήσατο. ταῦτʼ εἰπὼν καὶ τὸν θεὸν ὑμνήσας ἀπαλλάσσεται.Διαλιπὼν δὲ ὀλίγον χρόνον ἔγνω δεῖν ἐπὶ τοὺς Παλαιστίνους ἐκστρατεύειν, καὶ μηδὲν ἀργὸν μηδὲ ῥᾴθυμον ἐν τοῖς πράγμασιν ὁρᾶν γινόμενον, ἵνʼ ὡς τὸ θεῖον αὐτῷ προεῖπε καταστρεψάμενος τοὺς πολεμίους ἐν εἰρήνῃ τὸ λοιπὸν τοὺς ἐκγόνους αὐτοῦ βασιλεύοντας καταλείποι.καὶ συγκαλέσας πάλιν τὴν στρατιὰν καὶ παραγγείλας αὐτῇ πρὸς πόλεμον ἑτοίμῃ καὶ παρεσκευασμένῃ τυγχάνειν, ὅτʼ ἔδοξεν αὐτῷ καλῶς ἔχειν τὰ παρʼ αὐτῆς ἄρας ἐκ τῶν Ἱεροσολύμων ἐπὶ τοὺς Παλαιστίνους ἧκε.κρατήσας δʼ αὐτῶν τῇ μάχῃ καὶ πολλὴν τῆς χώρας ἀποτεμόμενος καὶ προσορίσας τῇ τῶν Ἑβραίων ἐπὶ τοὺς Μωαβίτας τὸν πόλεμον μετήγαγε, καὶ τὰ μὲν δύο μέρη τῆς στρατιᾶς αὐτῶν τῇ μάχῃ νικήσας διέφθειρε, τὸ δὲ λειπόμενον αἰχμάλωτον ἔλαβε.φόρους δὲ αὐτοῖς ἐπιτάξας κατʼ ἔτος τελεῖν ἐπὶ Ἀρτάζαρον τὸν Ἀραοῦ μὲν υἱὸν βασιλέα δὲ τῆς Σωφηνῆς ἐστράτευσε, καὶ συμβαλὼν αὐτῷ παρὰ τὸν Εὐφράτην ποταμὸν τῶν μὲν πεζῶν αὐτοῦ διέφθειρεν ὡσεὶ δισμυρίους, τῶν δʼ ἱπποτῶν ὡς πεντακισχιλίους. ἔλαβε δὲ καὶ αὐτοῦ ἅρματα χίλια, καὶ τὰ πλείω μὲν αὐτῶν ἠφάνισεν, ἑκατὸν δὲ μόνα προσέταξεν αὑτῷ φυλαχθῆναι.Ἀκούσας δὲ ὁ Δαμασκοῦ καὶ Σύρων βασιλεὺς Ἄδαδος, ὅτι πολεμεῖ Δαυίδης τὸν Ἀρτάζαρον, φίλος ὢν αὐτῷ μετὰ δυνάμεως ἧκεν ἰσχυρᾶς συμμαχήσων· ἀπήλλαξε δʼ ὡς προσεδόκα συμβαλὼν πρὸς τῷ Εὐφράτῃ ποταμῷ, πταίσας δὲ τῇ μάχῃ πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν· ἔπεσον γὰρ ὑπὸ τῶν Ἑβραίων ἀναιρούμενοι τῆς Ἀδάδου δυνάμεως δισμύριοι, οἱ δὲ λοιποὶ πάντες ἔφυγον.μέμνηται δὲ τούτου τοῦ βασιλέως καὶ Νικόλαος ἐν τῇ τετάρτῃ τῶν ἱστοριῶν αὐτοῦ λέγων οὕτως· μετὰ δὲ ταῦτα πολλῷ χρόνῳ ὕστερον τῶν ἐγχωρίων τις Ἄδαδος ὄνομα πλεῖον ἰσχύσας Δαμασκοῦ τε καὶ τῆς ἄλλης Συρίας ἔξω Φοινίκης ἐβασίλευσε. πόλεμον δʼ ἐξενέγκας πρὸς Δαυίδην τὸν βασιλέα τῆς Ἰουδαίας καὶ πολλαῖς μάχαις κριθείς, ὑστάτῃ δὲ παρὰ τὸν Εὐφράτην, ἐν ᾗ ἡττᾶτο, ἄριστος ἔδοξεν εἶναι βασιλέων ῥώμῃ καὶ ἀνδρείᾳ.πρὸς τούτοις δὲ καὶ περὶ τῶν ἀπογόνων αὐτοῦ φησιν, ὡς μετὰ τὴν ἐκείνου τελευτὴν ἐξεδέχοντο παρʼ ἀλλήλων καὶ τὴν βασιλείαν καὶ τὸ ὄνομα, λέγων οὕτως· τελευτήσαντος δὲ ἐκείνου ἀπόγονοι ἐπὶ δέκα γενεὰς ἐβασίλευον ἑκάστου παρὰ τοῦ πατρὸς ἅμα καὶ τὴν ἀρχὴν καὶ τοὔνομα τούτου ἐκδεχομένου, ὥσπερ οἱ Πτολεμαῖοι ἐν Αἰγύπτῳ.μέγιστον δὲ ἁπάντων δυνηθεὶς ὁ τρίτος ἀναμαχέσασθαι βουλόμενος τὴν τοῦ προπάτορος ἧτταν στρατεύσας ἐπὶ τοὺς Ἰουδαίους ἐπόρθησε τὴν νῦν Σαμαρεῖτιν καλουμένην γῆν. οὐ διήμαρτε δὲ τῆς ἀληθείας· οὗτος γάρ ἐστιν Ἄδαδος ὁ στρατευσάμενος ἐπὶ Σαμάρειαν Ἀχάβου βασιλεύοντος τῶν Ἰσραηλιτῶν, περὶ οὗ κατὰ χώραν ἐροῦμεν.Δαυίδης δὲ στρατευσάμενος ἐπὶ Δαμασκὸν καὶ τὴν ἄλλην Συρίαν πᾶσαν αὐτὴν ὑπήκοον ἐποιήσατο, καὶ φρουρὰς ἐν τῇ χώρᾳ καταστήσας καὶ φόρους αὐτοῖς τελεῖν ὁρίσας ὑπέστρεψε· καὶ τάς τε χρυσᾶς φαρέτρας καὶ τὰς πανοπλίας, ἃς οἱ τοῦ Ἀδάδου σωματοφύλακες ἐφόρουν,