προφητεύσαντος δὲ νίκην καὶ κράτος ἐξάγει τὴν δύναμιν ἐπὶ τοὺς Παλαιστίνους· καὶ γενομένης συμβολῆς αὐτὸς κατόπιν αἰφνιδίως ἐπιπεσὼν τοῖς πολεμίοις τοὺς μὲν αὐτῶν ἀπέκτεινε, τοὺς δὲ εἰς φυγὴν ἐτρέψατο.ὑπολάβῃ δὲ μηδεὶς ὀλίγην τὴν τῶν Παλαιστίνων στρατιὰν ἐλθεῖν ἐπὶ τοὺς Ἑβραίους τῷ τάχει τῆς ἥττης καὶ τῷ μηδὲν ἔργον ἐπιδείξασθαι γενναῖον μηδὲ μαρτυρίας ἄξιον στοχαζόμενος αὐτῶν τὴν βραδυτῆτα καὶ τὴν ἀγέννειαν, ἀλλὰ γινωσκέτω Συρίαν τε ἅπασαν καὶ Φοινίκην καὶ πρὸς τούτοις ἄλλα ἔθνη πολλὰ καὶ μάχιμα συστρατεῦσαι αὐτοῖς καὶ τοῦ πολέμου κοινωνῆσαι,ὃ καὶ μόνον ἦν αἴτιον τοσαυτάκις αὐτοῖς νικωμένοις καὶ πολλὰς ἀποβαλοῦσι μυριάδας μετὰ μείζονος ἐπιέναι τοῖς Ἑβραίοις δυνάμεως. ἀμέλει καὶ ταύταις πταίσαντες ταῖς μάχαις τριπλάσιος στρατὸς ἐπῆλθε τῷ Δαυίδῃ καὶ εἰς ταὐτὸ χωρίον ἐστρατοπεδεύσατο.πάλιν δὲ τοῦ βασιλέως τῶν Ἰσραηλιτῶν ἐρομένου τὸν θεὸν περὶ τῆς περὶ τὴν μάχην ἐξόδου, προφητεύει ὁ ἀρχιερεὺς ἐν τοῖς ἄλσεσι τοῖς καλουμένοις Κλαυθμῶσι κατέχειν τὴν στρατιὰν οὐκ ἄπωθεν τοῦ τῶν πολεμίων στρατοπέδου, κινεῖν δʼ αὐτὸν μὴ πρότερον μηδʼ ἄρχεσθαι τῆς μάχης.πρὶν ἢ τὰ ἄλση σαλεύεσθαι μὴ πνέοντος ἀνέμου. ὡς δʼ ἐσαλεύθη τὰ ἄλση καὶ ὃν αὐτῷ καιρὸν προεῖπεν ὁ θεὸς παρῆν, οὐδὲν ἐπισχὼν ἐφʼ ἑτοίμην ἤδη καὶ φανερὰν ἐξῆλθε τὴν νίκην· οὐ γὰρ ὑπέμειναν αὐτὸν αἱ τῶν πολεμίων φάλαγγες, ἀλλʼ εὐθὺς ἀπὸ τῆς πρώτης συμβολῆς τραπέντας ἐνέκειτο κτείνων· καὶ διώκει μὲν αὐτοὺς ἄχρι πόλεως Γαζάρων, ἡ δʼ ἐστὶν ὅρος αὐτῶν τῆς χώρας, διαρπάζει δʼ αὐτῶν τὴν παρεμβολὴν καὶ πολὺν εὑρὼν ἐν αὐτῇ πλοῦτον καὶ τοὺς θεοὺς αὐτῶν διέφθειρε.Τοιαύτης δʼ ἀποβάσης καὶ ταύτης τῆς μάχης ἔδοξε Δαυίδῃ συμβουλευσαμένῳ μετὰ τῶν γερόντων καὶ ἡγεμόνων καὶ χιλιάρχων μεταπέμψασθαι τῶν ὁμοφύλων ἐξ ἁπάσης τῆς χώρας πρὸς αὑτὸν τοὺς ἐν ἀκμῇ τῆς ἡλικίας, ἔπειτα τοὺς ἱερεῖς καὶ Ληουίτας καὶ πορευθέντας εἰς Καριαθιάριμα μετακομίσαι τὴν τοῦ θεοῦ κιβωτὸν ἐξ αὐτῆς εἰς Ἱεροσόλυμα καὶ θρησκεύειν ἐν αὐτῇ λοιπὸν ἔχοντας αὐτὴν θυσίαις καὶ ταῖς ἄλλαις τιμαῖς, αἷς χαίρει τὸ θεῖον·εἰ γὰρ ἔτι Σαούλου βασιλεύοντος τοῦτʼ ἔπραξαν, οὐκ ἂν δεινὸν οὐδὲν ἔπαθον. συνελθόντος οὖν τοῦ λαοῦ παντός, καθὼς ἐβουλεύσαντο, παραγίνεται ὁ βασιλεὺς ἐπὶ τὴν κιβωτόν, ἣν βαστάξαντες ἐκ τῆς Ἀμιναδάβου οἰκίας οἱ ἱερεῖς καὶ ἐπιθέντες ἐφʼ ἅμαξαν καινὴν ἕλκειν ἀδελφοῖς τε καὶ παισὶν ἐπέτρεψαν μετὰ τῶν βοῶν.προῆγε δʼ ὁ βασιλεὺς καὶ πᾶν σὺν αὐτῷ τὸ πλῆθος ὑμνοῦντες τὸν θεὸν καὶ ᾄδοντες πᾶν εἶδος μέλους ἐπιχώριον σύν τε ἤχῳ ποικίλῳ κρουσμάτων τε καὶ ὀρχήσεων καὶ ψαλμῶν ἔτι δὲ σάλπιγγος καὶ κυμβάλων κατάγοντες τὴν κιβωτὸν εἰς Ἱεροσόλυμα.ὡς δʼ ἄχρι τῆς Χειδῶνος ἅλωνος τόπου τινὸς οὕτω καλουμένου προῆλθον, τελευτᾷ Ὀζᾶς κατʼ ὀργὴν τοῦ θεοῦ· τῶν βοῶν γὰρ ἐπινευσάντων τὴν κιβωτὸν ἐκτείναντα τὴν χεῖρα καὶ κατασχεῖν ἐθελήσαντα, ὅτι μὴ ὢν ἱερεὺς ἥψατο ταύτης, ἀποθανεῖν ἐποίησε.καὶ ὁ μὲν βασιλεὺς καὶ ὁ λαὸς ἐδυσφόρησαν ἐπὶ τῷ θανάτῳ τοῦ Ὀζᾶ, ὁ δὲ τόπος ἐν ᾧ ἐτελεύτησεν Ὀζᾶ διακοπὴ καλεῖται. δείσας δʼ ὁ Δαυίδης καὶ λογισάμενος, μὴ ταὐτὸ πάθῃ τῷ Ὀζᾶ δεξάμενος τὴν κιβωτὸν παρʼ αὑτὸν ἐν τῇ πόλει, ἐκείνου διότι μόνον ἐξέτεινε τὴν χεῖρα πρὸς αὐτὴν οὕτως ἀποθανόντος,οὐκ εἰσδέχεται μὲν αὐτὴν πρὸς αὑτὸν εἰς τὴν πόλιν, ἀλλʼ ἐκνεύσας εἴς τι χωρίον ἀνδρὸς δικαίου, Ὠβαδάρου ἄνομα Ληουίτου τὸ γένος, παρʼ αὐτῷ τὴν κιβωτὸν τίθησιν· ἔμεινε δʼ ἐπὶ τρεῖς ὅλους μῆνας αὐτόθι καὶ τὸν οἶκον τὸν Ὠβαδάρου ηὔξησέ τε καὶ πολλῶν αὐτῷ μετέδωκεν ἀγαθῶν.ἀκούσας δὲ ὁ βασιλεὺς ὅτι ταῦτα συμβέβηκεν Ὠβαδάρῳ καὶ ἐκ πενίας καὶ ταπεινότητος ἀθρόως εὐδαίμων καὶ ζηλωτὸς γέγονε παρὰ πᾶσι τοῖς ὁρῶσι καὶ πυνθανομένοις τὴν οἰκίαν αὐτοῦ, θαρσήσας ὡς οὐδενὸς κακοῦ πειρασόμενος τὴν κιβωτὸν πρὸς αὑτὸν μετακομίζει,τῶν μὲν ἱερέων βασταζόντων αὐτήν, ἑπτὰ δὲ χορῶν οὓς διεκόσμησεν ὁ βασιλεὺς προαγόντων, αὐτοῦ δʼ ἐν κινύρᾳ παίζοντος καὶ κροτοῦντος, ὥστε καὶ τὴν γυναῖκα Μιχάλην Σαούλου δὲ θυγατέρα τοῦ πρώτου βασιλέως ἰδοῦσαν αὐτὸν τοῦτο ποιοῦντα χλευάσαι.εἰσκομίσαντες δὲ τὴν κιβωτὸν τιθέασιν ὑπὸ τὴν σκηνήν, ἣν Δαυίδης ἔπηξεν αὐτῇ, καὶ θυσίας τελείας καὶ εἰρηνικὰς ἀνήνεγκε, καὶ τὸν ὄχλον εἱστίασε πάντα καὶ γυναιξὶ καὶ ἀνδράσι καὶ νηπίοις διαδοὺς κολλυρίδα ἄρτου καὶ ἐσχαρίτην καὶ λάγανον τηγανιστὸν καὶ μερίδα θύματος. καὶ τὸν μὲν λαὸν οὕτως κατευωχήσας ἀπέπεμψεν, αὐτὸς δʼ εἰς τὸν οἶκον τὸν αὑτοῦ παραγίνεται.Παραστᾶσα δὲ αὐτῷ Μιχάλη ἡ γυνὴ Σαούλου δὲ θυγάτηρ τά τε ἄλλα αὐτῷ κατηύχετο καὶ παρὰ τοῦ θεοῦ γενέσθαι ᾔτει πάνθʼ ὅσα παρασχεῖν αὐτῷ δυνατὸν εὐμενεῖ τυγχάνοντι, καὶ δὴ κατεμέμψατο, ὡς ἀκοσμήσειεν ὀρχούμενος ὁ τηλικοῦτος βασιλεὺς καὶ γυμνούμενος ὑπὸ τῆς ὀρχήσεως καὶ ἐν δούλοις καὶ ἐν θεραπαινίσιν.ὁ δʼ οὐκ αἰδεῖσθαι ταῦτα ποιήσας εἰς τὸ τῷ θεῷ κεχαρισμένον ἔφασκεν, ὃς αὐτὸν καὶ τοῦ πατρὸς αὐτῆς καὶ τῶν ἄλλων ἁπάντων προετίμησε, παίζειν τε καὶ πολλάκις χορεῦσαι μηδένα τοῦ δόξαι ταῖς θεραπαινίσιν αἰσχρὸν καὶ αὐτῇ τὸ γινόμενον ποιησάμενος λόγον.