ἐκ δὲ τῆς Ἐφραίμου φυλῆς δισμύριοι καὶ ὀκτακόσιοι τῶν δυνατωτάτων καὶ κατʼ ἰσχὺν διαφερόντων. ἐκ δὲ τῆς Μανασσήτιδος φυλῆς τοῦ ἡμίσους μύριοι ὀκτακισχίλιοι τῶν δυνατωτάτων. ἐκ δὲ τῆς Ἰσαχάρου φυλῆς διακόσιοι μὲν οἱ προγινώσκοντες τὰ μέλλοντα, ὁπλῖται δὲ δισμύριοι.ἐκ δὲ τῆς Ζαβουλωνίτιδος φυλῆς ὁπλιτῶν ἐπιλέκτων πέντε μυριάδες· αὕτη γὰρ ἡ φυλὴ μόνη πᾶσα πρὸς Δαυίδην συνῆλθεν· οὗτοι πάντες τὸν αὐτὸν ὁπλισμὸν εἶχον τοῖς τῆς Γάδου φυλῆς. ἐκ δὲ τῆς Νεφθαλίδος φυλῆς ἐπίσημοι καὶ ἡγεμόνες χίλιοι ὅπλοις χρώμενοι θυρεῷ καὶ δόρατι, ἠκολούθει δὲ φυλὴ ἀναρίθμητος οὖσα.ἐκ δὲ τῆς Δανίτιδος φυλῆς ἐκλεκτοὶ δισμύριοι ἑπτακισχίλιοι ἑξακόσιοι. ἐκ δὲ τῆς Ἀσήρου φυλῆς μυριάδες τέσσαρες. ἐκ δὲ τῶν δύο φυλῶν τῶν πέραν τοῦ Ἰορδάνου καὶ τοῦ λοιποῦ τῆς Μανασσήτιδος φυλῆς ὡπλισμένων θυρεὸν καὶ δόρυ καὶ περικεφαλαίαν καὶ ῥομφαίαν μυριάδες δώδεκα· καὶ αἱ λοιπαὶ φυλαὶ ῥομφαίαις ἐχρῶντο.τοῦτο δὴ πᾶν τὸ πλῆθος εἰς Γιβρῶνα πρὸς Δαυίδην συνῆλθε μετὰ πολλῆς παρασκευῆς σιτίων καὶ οἴνου καὶ τῶν πρὸς τροφὴν πάντων καὶ μιᾷ γνώμῃ βασιλεύειν τὸν Δαυίδην ἐκύρωσαν. ἐπὶ δὲ τρεῖς ἡμέρας ἑορτάσαντος τοῦ λαοῦ καὶ κατευωχηθέντος ἐν Γιβρῶνι, ὁ Δαυίδης μετὰ πάντων ἐκεῖθεν ἄρας ἧκεν εἰς Ἱεροσόλυμα.Τῶν δὲ κατοικούντων τὴν πόλιν Ἰεβουσαίων, γένος δʼ εἰσὶν οὗτοι Χαναναίων, ἀποκλεισάντων αὐτῷ τὰς πύλας καὶ τοὺς πεπηρωμένους τὰς ὄψεις καὶ τὰς βάσεις καὶ πᾶν τὸ λελωβημένον στησάντων ἐπὶ χλεύῃ τοῦ βασιλέως ἐπὶ τοῦ τείχους καὶ λεγόντων κωλύσειν αὐτὸν εἰσελθεῖν τοὺς ἀναπήρους, ταῦτα δʼ ἔπραττον καταφρονοῦντες τῇ τῶν τειχῶν ὀχυρότητι, ὀργισθεὶς πολιορκεῖν ἤρξατο τὰ Ἱεροσόλυμα.καὶ πολλῇ σπουδῇ καὶ προθυμίᾳ χρησάμενος ὡς διὰ τοῦ ταύτην ἑλεῖν εὐθὺς ἐμφανίζων τὴν ἰσχὺν καὶ καταπληξόμενος εἴ τινες ἄρα καὶ ἄλλοι τὸν αὐτὸν ἐκείνοις τρόπον διέκειντο πρὸς αὐτόν, λαμβάνει κατὰ κράτος τὴν κάτω πόλιν.ἔτι δὲ τῆς ἄκρας λειπομένης ἔγνω τιμῆς ὑποσχέσει καὶ γερῶν ὁ βασιλεὺς προθυμοτέρους ἐπὶ τὰ ἔργα τοὺς στρατιώτας παρασκευάσαι, καὶ τῷ διὰ τῶν ὑποκειμένων φαράγγων ἐπὶ τὴν ἄκραν ἀναβάντι καὶ ταύτην ἑλόντι στρατηγίαν ἅπαντος τοῦ λαοῦ δώσειν ἐπηγγείλατο.πάντων δὲ φιλοτιμουμένων ἀναβῆναι καὶ μηδένα πόνον ὀκνούντων ὑφίστασθαι διʼ ἐπιθυμίαν τῆς στρατηγίας, ὁ Σαρουίας παῖς Ἰώαβος ἔφθη τοὺς ἄλλους, καὶ ἀναβὰς ἐβόησε πρὸς τὸν βασιλέα τὴν στρατηγίαν ἀπαιτῶν.Ἐκβαλὼν δὲ τοὺς Ἰεβουσαίους ἐκ τῆς ἄκρας καὶ αὐτὸς ἀνοικοδομήσας τὰ Ἱεροσόλυμα πόλιν αὐτὴν Δαυίδου προσηγόρευσε, καὶ τὸν ἅπαντα χρόνον ἐν αὐτῇ διέτριβε βασιλεύων. ὁ δὲ χρόνος ὃν τῆς Ἰούδα φυλῆς ἦρξε μόνης ἐν Γιβρῶνι ἐγένετο ἔτη ἑπτὰ καὶ μῆνες ἕξ. ἀποδείξας δὲ βασίλειον τὰ Ἱεροσόλυμα λαμπροτέροις αἰεὶ καὶ μᾶλλον ἐχρῆτο τοῖς πράγμασι τοῦ θεοῦ προνοουμένου κρείττω ποιεῖν αὐτὰ καὶ λαμβάνειν ἐπίδοσιν.πέμψας δὲ πρὸς αὐτὸν καὶ Ἱέρωμος ὁ Τυρίων βασιλεὺς φιλίαν καὶ συμμαχίαν συνέθετο· ἔπεμψε δʼ αὐτῷ καὶ δωρεὰς ξύλα κέδρινα καὶ τεχνίτας ἄνδρας τέκτονας καὶ οἰκοδόμους, οἳ κατεσκεύασαν βασίλειον ἐν Ἱεροσολύμοις. Δαυίδης δὲ τήν τε ἄνω πόλιν παραλαβὼν καὶ τὴν ἄκραν συνάψας αὐτῇ ἐποίησεν ἓν σῶμα, καὶ περιτειχίσας ἐπιμελητὴν τῶν τειχῶν κατέστησεν Ἰώαβον.πρῶτος οὖν Δαυίδης τοὺς Ἰεβουσαίους ἐξ Ἱεροσολύμων ἐκβαλὼν ἀφʼ ἑαυτοῦ προσηγόρευσε τὴν πόλιν· ἐπὶ γὰρ Ἁβράμου τοῦ προγόνου ἡμῶν Σόλυμα ἐκαλεῖτο, μετὰ ταῦτα δὲ αὐτήν φασί τινες, ὅτι καὶ Ὅμηρος ταῦτʼ ὠνόμασεν Ἱεροσόλυμα· τὸ γὰρ ἱεροῦ κατὰ τὴν Ἑβραίων γλῶτταν ὠνόμασε τὰ Σόλυμα ὅ ἐστιν ἀσφάλεια.ἦν δὲ πᾶς ὁ χρόνος ἀπὸ τῆς Ἰησοῦ τοῦ στρατηγοῦ ἐπὶ Χαναναίους στρατείας καὶ τοῦ πολέμου, καθʼ ὃν κρατήσας αὐτῶν κατένειμε ταύτην τοῖς Ἑβραίοις καὶ οὐκέτι τοὺς Χαναναίους ἐκβαλεῖν ἐξ Ἱεροσολύμων ἐδυνήθησαν οἱ Ἰσραηλῖται, μέχρις ὁ Δαυίδης αὐτοὺς ἐξεπολιόρκησεν, ἔτη πεντακόσια καὶ δέκα καὶ πέντε.Ποιήσομαι δὲ καὶ μνήμην Ὀρόνα πλουσίου μὲν ἀνδρὸς τῶν Ἰεβουσαίων, οὐκ ἀναιρεθέντος δὲ ἐν τῇ Ἱεροσολύμων πολιορκίᾳ ὑπὸ Δαυίδου διὰ τὴν πρὸς τοὺς Ἑβραίους εὔνοιαν αὐτοῦ καί τινα καὶ χάριν καὶ σπουδὴν πρὸς αὐτὸν γενομένην τὸν βασιλέα, ἣν μικρὸν ὕστερον εὐκαιρότερον σημανῶ.ἔγημε δὲ καὶ ἄλλας γυναῖκας πρὸς ταῖς οὔσαις αὐτῷ Δαυίδης καὶ παλλακὰς ἔσχεν. ἐποιήσατο δὲ καὶ παῖδας ἐννέα τὸν ἀριθμόν, οὓς προσηγόρευσεν Ἀμασέ, Ἀμνου, Σεβάν, Νάθαν, Σολομῶνα, Ἰεβαρῆ, Ἐλιήν, Φαλναγέην, Ναφήν, Ἰεναέ, Ἐλιφαλέ, ἔτι δὲ καὶ θυγατέρα Θαμάραν. τούτων οἱ μὲν ἐννέα ἐξ εὐγενίδων ἦσαν γεγονότες, οὓς δὲ τελευταίους εἰρήκαμεν δύο ἐκ τῶν παλλακίδων. Θαμάρα δὲ ὁμομήτριος Ἀψαλώμῳ ἦν.Γνόντες δʼ οἱ Παλαιστῖνοι τὸν Δαυίδην βασιλέα ὑπὸ τῶν Ἑβραίων ἀποδεδειγμένον στρατεύουσιν ἐπʼ αὐτὸν εἰς Ἱεροσόλυμα· καὶ καταλαβόμενοι τὴν κοιλάδα τῶν Γιγάντων καλουμένην, τόπος δέ ἐστιν οὐ πόρρω τῆς πόλεως, ἐν αὐτῇ στρατοπεδεύονται.ὁ δὲ τῶν Ἰουδαίων βασιλεύς, οὐδὲν γὰρ ἄνευ προφητείας καὶ τοῦ κελεῦσαι τὸν θεὸν καὶ περὶ τῶν ἐσομένων λαβεῖν ἐγγυητὴν ἐκεῖνον ἑαυτῷ ποιεῖν ἐπέτρεπεν, ἐκέλευσε τὸν ἀρχιερέα τί δοκεῖ τῷ θεῷ καὶ ποδαπὸν ἔσται τὸ τέλος τῆς μάχης προλέγειν αὐτῷ.