χρυσοῦ μὲν γὰρ ὑπέστησαν εἰσοίσειν τάλαντα πεντακισχίλια καὶ στατῆρας μυρίους, ἀργυρίου δὲ μύρια τάλαντα, καὶ σιδήρου μυριάδας ταλάντων πολλάς· καὶ εἴ τινι λίθος ἦν πολυτελὴς ἐκόμισε καὶ παρέδωκεν εἰς τοὺς θησαυρούς, ὧν ἐπετρόπευεν ὁ Μωυσέος ἔκγονος Ἴαλος.Ἐπὶ τούτοις ἥσθη τε ὁ λαὸς ἅπας καὶ Δαυίδης τὴν σπουδὴν καὶ τὴν φιλοτιμίαν τῶν ἀρχόντων καὶ ἱερέων καὶ τῶν ἄλλων ἁπάντων ὁρῶν τὸν θεὸν εὐλογεῖν ἤρξατο μεγάλῃ βοῇ πατέρα τε καὶ γένεσιν τῶν ὅλων ἀποκαλῶν καὶ δημιουργὸν ἀνθρωπίνων καὶ θείων, οἷς αὑτὸν ἐκόσμησε, προστάτην τε καὶ κηδεμόνα γένους τῶν Ἑβραίων καὶ τῆς τούτων εὐδαιμονίας ἧς τε αὐτῷ βασιλείας ἔδωκεν.ἐπὶ τούτοις εὐξάμενος τῷ τε παντὶ λαῷ τὰ ἀγαθὰ καὶ τῷ παιδὶ Σολόμωνι διάνοιαν ὑγιῆ καὶ δικαίαν καὶ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσιν ἐρρωμένην ἐκέλευσε καὶ τὸ πλῆθος εὐλογεῖν τὸν θεόν. καὶ οἱ μὲν πεσόντες ἐπὶ τὴν γῆν προσεκύνησαν, εὐχαρίστησαν δὲ καὶ Δαυίδῃ περὶ πάντων ὧν αὐτοῦ τὴν βασιλείαν παραλαβόντος ἀπέλαυσαν.τῇ δʼ ἐπιούσῃ θυσίας τῷ θεῷ παρέστησαν μόσχους χιλίους καὶ κριοὺς τοσούτους καὶ χιλίους ἀμνούς, οὓς ὡλοκαύτωσαν· ἔθυσαν δὲ καὶ τὰς εἰρηνικὰς θυσίας πολλὰς μυριάδας ἱερείων κατασφάξαντες. καὶ διʼ ὅλης τῆς ἡμέρας ἑώρτασεν ὁ βασιλεὺς σὺν παντὶ τῷ λαῷ, καὶ Σολόμωνα δεύτερον ἔχρισαν τῷ ἐλαίῳ καὶ ἀπέδειξαν αὐτὸν βασιλέα καὶ Σάδωκον ἀρχιερέα τῆς πληθύος ἁπάσης. εἴς τε τὸ βασίλειον ἀγαγόντες Σολόμωνα καὶ καθίσαντες αὐτὸν ἐπὶ θρόνου τοῦ πατρῴου ἀπʼ ἐκείνης τῆς ἡμέρας ὑπήκουον αὐτῷ.Μετʼ ὀλίγον δὲ χρόνον ὁ Δαυίδης καταπεσὼν εἰς νόσον ὑπὸ γήρως καὶ συνειδὼς ὅτι μέλλει τελευτᾶν καλέσας τὸν υἱὸν Σολόμωνα διελέχθη πρὸς αὐτὸν τοιάδε· ἐγὼ μέν, ὦ τέκνον, εἰς τὸ χρεὼν ἤδη καὶ πατέρας τοὺς ἐμοὺς ἀπαλλάσσομαι κοινὴν ὁδὸν ἁπάντων τῶν τε νῦν ὄντων καὶ τῶν ἐσομένων πορευόμενος, ἐξ ἧς οὐκέτι οἷόν τε ἐπανελθόντα γνῶναι, τί κατὰ τὸν βίον πράττεται.διὸ ζῶν ἔτι καὶ πρὸς αὐτῷ γεγονὼς τῷ τελευτᾶν παραινῶ σοι ταῦθʼ ἃ καὶ πρότερον ἔφθην συμβουλεύσας, δικαίῳ μὲν εἶναι πρὸς τοὺς ἀρχομένους, εὐσεβεῖ δὲ πρὸς τὸν τὴν βασιλείαν δεδωκότα θεόν, φυλάττειν δʼ αὐτοῦ τὰς ἐντολὰς καὶ τοὺς νόμους, οὓς αὐτὸς διὰ Μωυσέος κατέπεμψεν ἡμῖν, καὶ μήτε χάριτι μήτε θωπείᾳ μήτʼ ἐπιθυμίᾳ μήτε ἄλλῳ πάθει προστιθέμενον τούτων ἀμελῆσαι·τὴν γὰρ τοῦ θείου πρὸς σαυτὸν εὔνοιαν ἀπολεῖς παραβάς τι τῶν νομίμων καὶ πρὸς ἅπαντʼ αὐτοῦ τὴν ἀγαθὴν ἀποστρέψεις πρόνοιαν· τοιοῦτον δὲ σεαυτὸν παρέχων, ὁποῖον εἶναί τε δεῖ κἀγὼ δὲ παρακαλῶ, καθέξεις ἡμῶν τὴν βασιλείαν τῷ γένει καὶ οἶκος ἄλλος Ἑβραίων οὐκ ἂν δεσπόσειεν, ἀλλʼ ἡμεῖς αὐτοὶ διὰ τοῦ παντὸς αἰῶνος.μέμνησο δὲ καὶ τῆς Ἰωάβου τοῦ στρατηγοῦ παρανομίας ἀποκτείναντος διὰ ζηλοτυπίαν δύο στρατηγοὺς δικαίους καὶ ἀγαθούς, Ἀβεννῆρόν τε τὸν Νήρου παῖδα καὶ τὸν Ἀμασὰν υἱὸν Ἰέθρα· ὧν ὅπως ἄν σοι δόξῃ τὸν θάνατον ἐκδίκησον, ἐπεὶ καὶ κρείττων ἐμοῦ καὶ δυνατώτερος ὁ Ἰώαβος ὢν μέχρι νῦν τὴν δίκην διέφυγε.παρατίθεμαι δέ σοι καὶ τοὺς Βερζέλου τοῦ Γαλαδίτου παῖδας, οὓς ἐν τιμῇ πάσῃ καὶ προνοίᾳ τοῦτʼ ἐμοὶ χαριζόμενος ἕξεις· οὐ προκατάρχομεν γὰρ εὐποιίας, ἀλλʼ ἀμοιβὴν ὧν ὁ πατὴρ αὐτῶν παρὰ τὴν φυγὴν ὑπῆρξέ μοι χρεολυτοῦμεν.καὶ τὸν Γήρα δὲ υἱὸν Σουμούιν τὸν ἐκ τῆς Βενιαμίτιδος φυλῆς, ὃς πολλὰ βλασφημήσας με παρὰ τὴν φυγήν, ὅτʼ εἰς Παρεμβολὰς ἐπορευόμην, ἀπήντησεν ἐπὶ τὸν Ἰόρδανον καὶ πίστεις ἔλαβεν ὡς μηδὲν αὐτὸν παθεῖν τότε, νῦν ἐπιζητήσας αἰτίαν εὔλογον ἄμυνε.Ταῦτα παραινέσας τῷ παιδὶ περί τε τῶν ὅλων πραγμάτων καὶ περὶ τῶν φίλων καὶ οὓς ᾔδει τιμωρίας ἀξίους γεγενημένους ἀπέθανεν, ἔτη μὲν βιώσας ἑβδομήκοντα, βασιλεύσας δὲ ἑπτὰ μὲν ἐν Χεβρῶνι τῆς Ἰούδα φυλῆς καὶ μῆνας ἕξ, ἐν Ἱεροσολύμοις δὲ ἁπάσης τῆς χώρας τρία καὶ τριάκοντα.οὕτως ἀρίστῳ ἀνδρὶ γεγενημένῳ καὶ πᾶσαν ἀρετὴν ἔχοντι καὶ τοσούτων ἐθνῶν σωτηρίαν ἐγκεχειρισμένῳ βασιλεῖ ἔδει προσεπαινέσαι καὶ τό τε τῆς δυνάμεως αὐτοῦ εὐσθενὲς καὶ τὸ τῆς σωφροσύνης συνετόν· ἀνδρεῖος γὰρ ἦν, ὡς οὐκ ἄλλος τις, ἐν δὲ τοῖς ὑπὲρ τῶν ὑπηκόων ἀγῶσι πρῶτος ἐπὶ τοὺς κινδύνους ὥρμα, τῷ πονεῖν καὶ μάχεσθαι παρακελευόμενος τοὺς στρατιώτας ἐπὶ τὰς παρατάξεις ἀλλʼ οὐχὶ τῷ προστάττειν ὡς δεσπότης,νοῆσαί τε καὶ συνιδεῖν καὶ περὶ τῶν μελλόντων καὶ τῆς τῶν ἐνεστηκότων οἰκονομίας ἱκανώτατος, σώφρων ἐπιεικὴς χρηστὸς πρὸς τοὺς ἐν συμφοραῖς ὑπάρχοντας δίκαιος φιλάνθρωπος, ἃ μόνοις δικαιότατα βασιλεῦσιν εἶναι προσῆκε, μηδὲν ὅλως παρὰ τοσοῦτο μέγεθος ἐξουσίας ἁμαρτὼν ἢ τὸ περὶ τὴν Οὐρία γυναῖκα. κατέλιπε δὲ καὶ πλοῦτον ὅσον οὐκ ἄλλος βασιλεὺς οὔθʼ Ἑβραίων οὔτʼ ἄλλων ἐθνῶν.Ἔθαψε δὲ αὐτὸν ὁ παῖς Σολόμων ἐν Ἱεροσολύμοις διαπρεπῶς τοῖς τε ἄλλοις οἷς περὶ κηδείαν νομίζεται βασιλικὴν ἅπασι καὶ δὴ καὶ πλοῦτον αὐτῷ πολὺν καὶ ἄφθονον συνεκήδευσεν, ὧν τὴν ὑπερβολὴν τεκμήραιτʼ ἄν τις ῥᾳδίως ἐκ τοῦ λεχθησομένου·μετὰ γὰρ χρόνον ἐτῶν χιλίων καὶ τριακοσίων Ὑρκανὸς ὁ ἀρχιερεὺς πολιορκούμενος ὑπʼ Ἀντιόχου τοῦ Εὐσεβοῦς ἐπικληθέντος υἱοῦ δὲ Δημητρίου, βουλόμενος χρήματʼ αὐτῷ δοῦναι ὑπὲρ τοῦ λῦσαι τὴν πολιορκίαν καὶ τὴν στρατιὰν ἀπαγαγεῖν καὶ ἀλλαχόθεν οὐκ εὐπορῶν, ἀνοίξας ἕνα οἶκον τῶν ἐν τῷ Δαυίδου μνήματι καὶ βαστάσας τρισχίλια τάλαντα μέρος ἔδωκεν Ἀντιόχῳ καὶ διέλυσεν οὕτως τὴν πολιορκίαν, καθὼς καὶ ἐν ἄλλοις δεδηλώκαμεν.