τοῦ δὲ Ἀδωνία παρασκευασαμένου δεῖπνον ἔξω τῆς πόλεως παρὰ τὴν πηγὴν τὴν ἐν τῷ βασιλικῷ παραδείσῳ καὶ πάντας καλέσαντος τοὺς ἀδελφοὺς χωρὶς Σολόμωνος, παραλαβόντος δὲ καὶ τὸν στρατηγὸν Ἰώαβον καὶ Ἀβιάθαρον καὶ τοὺς ἄρχοντας τῆς Ἰούδα φυλῆς, οὔτε δὲ Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν τὸν προφήτην καὶ τὸν ἐπὶ τῶν σωματοφυλάκων Βαναίαν καὶ πάντας τοὺς ἐκ τῆς ἐναντίας αἱρέσεως καλέσαντος ἐπὶ τὴν ἑστίασιν,τοῦτο πρὸς τὴν Σολόμωνος κατεμήνυσε μητέρα Βερσάβην Νάθας ὁ προφήτης, ὡς Ἀδωνίας βασιλεῦσαι βούλεται, συνεβούλευέ τε σώζειν αὑτὴν καὶ τὸν παῖδα Σολόμωνα, εἴπερ Ἀδωνίας τὴν ἀρχὴν ἤδη παραλάβοι, καὶ περὶ τούτου πυθέσθαι τοῦ βασιλέως.ταῦτα δὲ τῷ βασιλεῖ διαλεγομένης ὁ προφήτης εἰσελεύσεσθαι καὶ αὐτὸς ἔφησε καὶ τοῖς λόγοις αὐτῆς ἐπιμαρτυρήσειν. ἡ δὲ Βερσάβη πεισθεῖσα τῷ Νάθᾳ πάρεισι πρὸς τὸν βασιλέα,καὶ προσκυνήσασα καὶ λόγον αἰτησαμένη πάντʼ αὐτῷ καθὼς ὁ προφήτης ὑπέθετο διεξέρχεται τό τε δεῖπνον τὸ Ἀδωνία καὶ τοὺς ὑπʼ αὐτοῦ κεκλημένους Ἀβιάθαρον τὸν ἀρχιερέα καὶ Ἰώαβον τὸν ἄρχοντα καὶ τοὺς υἱοὺς αὐτοῦ χωρὶς Σολόμωνος καὶ τῶν ἀναγκαίων αὐτοῦ φίλων μηνύσασα· ἔλεγέ τε πάντα τὸν λαὸν ἀφορᾶν, τίνα χειροτονήσει βασιλέα, παρεκάλει τε κατὰ νοῦν ἔχειν, ὡς μετὰ τὴν ἀπαλλαγὴν αὐτοῦ βασιλεύσας αὐτήν τε καὶ Σολόμωνα τὸν υἱὸν αὐτῆς ἀναιρήσει.Διαλεγομένης δὲ ἔτι τῆς γυναικὸς ἤγγειλαν οἱ τοῦ δωματίου προεστῶτες, ὅτι βούλεται Νάθας ἰδεῖν αὐτόν. τοῦ δὲ βασιλέως ἐκδέξασθαι κελεύσαντος εἰσελθών, εἰ τήμερον ἀποδείξειε τὸν Ἀδωνίαν βασιλέα καὶ παραδοίη τὴν ἀρχὴν ἐπυνθάνετο·λαμπρὸν γὰρ αὐτὸν ποιήσαντα δεῖπνον κεκληκέναι τοὺς υἱοὺς αὐτοῦ πάντας χωρὶς Σολόμωνος καὶ τὸν στρατηγὸν Ἰώαβον, οἳ μετὰ κρότου καὶ παιδιᾶς εὐωχούμενοι πολλῆς αἰώνιον αὐτῷ συνεύχονται τὴν ἡγεμονίαν· ἐκάλεσε δὲ οὔτε ἐμὲ οὔτε τὸν ἀρχιερέα Σάδωκον οὔτε Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων· δίκαιον δʼ εἶναι ταῦτα γινώσκειν ἅπαντας, εἰ κατὰ τὴν σὴν γνώμην ἐγένετο.ταῦτα τοῦ Νάθα φήσαντος ὁ βασιλεὺς ἐκέλευσε καλέσαι τὴν Βερσάβην πρὸς αὑτόν· ἐκπεπηδήκει γὰρ ἐκ τοῦ δωματίου τοῦ προφήτου παραγενομένου. τῆς δὲ γυναικὸς ἐλθούσης, ὄμνυμί σοι, φησί, τὸν μέγιστον θεόν, ἦ μὴν τὸν υἱόν σου Σολόμωνα βασιλεύσειν, ὡς καὶ πρότερον ὤμοσα, καὶ τοῦτον ἐπὶ τοὐμοῦ καθιεῖσθαι θρόνου· καὶ τοῦτο ἔσται τήμερον.προσκυνησάσης δʼ αὐτὸν τῆς γυναικὸς καὶ μακρὸν εὐξαμένης αὐτῷ βίον Σάδωκον μεταπέμπεται τὸν ἀρχιερέα καὶ Βαναίαν τὸν ἐπὶ τῶν σωματοφυλάκων,καὶ παραγενομένοις κελεύει παραλαβεῖν Νάθαν τὸν προφήτην καὶ τοὺς περὶ τὴν αὐλὴν ὁπλίτας καὶ ἀναβιβάσαντας τὸν υἱὸν αὐτοῦ Σολόμωνα ἐπὶ τὴν βασιλικὴν ἡμίονον ἔξω τῆς πόλεως ἀγαγεῖν ἐπὶ πηγὴν τὴν λεγομένην Γειὼν καὶ περιχρίσαντας τὸ ἅγιον ἔλαιον ἀποδεῖξαι βασιλέα· τοῦτο δὲ ποιῆσαι προσέταξε Σάδωκον τὸν ἀρχιερέα καὶ Νάθαν τὸν προφήτην.ἀκολουθοῦντάς τε προσέταξε διὰ μέσης τῆς πόλεως τοῖς κέρασιν ἐπισαλπίζοντας βοᾶν εἰς αἰῶνα Σολόμωνα τὸν βασιλέα καθίσαι ἐπὶ τοῦ βασιλικοῦ θρόνου, ἵνα γνῷ πᾶς ὁ λαὸς ἀποδεδειγμένον αὐτὸν ὑπὸ τοῦ πατρὸς βασιλέα, Σολόμωνι δʼ ἐντετάλθαι περὶ τῆς ἀρχῆς, ἵνα εὐσεβῶς καὶ δικαίως προστῇ τοῦ τε Ἑβραίων ἔθνους παντὸς καὶ τῆς Ἰούδα φυλῆς.Βαναία δὲ εὐξαμένου τὸν θεὸν Σολόμωνι εὐμενῆ γενέσθαι μηδὲ μικρὸν διαλιπόντες ἀναβιβάζουσιν ἐπὶ τὴν ἡμίονον τὸν Σολόμωνα, καὶ προαγαγόντες ἔξω τῆς πόλεως ἐπὶ τὴν πηγὴν καὶ τῷ ἐλαίῳ χρίσαντες εἰσήγαγον εἰς τὴν πόλιν ἐπευφημοῦντες καὶ τὴν βασιλείαν αὐτῷ γενέσθαι πολυχρόνιον εὐχόμενοι,καὶ παραγαγόντες εἰς τὸν οἶκον τὸν βασιλικὸν καθίζουσιν αὐτὸν ἐπὶ τοῦ θρόνου, καὶ πᾶς ὁ λαὸς ἐπʼ εὐωχίαν εὐθὺς ἐτράπη καὶ ἑορτὴν χορεύων καὶ αὐλοῖς τερπόμενος, ὡς ὑπὸ τοῦ πλήθους τῶν ὀργάνων ἅπασαν περιηχεῖσθαι τὴν γῆν καὶ τὸν ἀέρα.Ὡς δʼ ᾔσθοντο τῆς βοῆς Ἀδωνίας τε καὶ οἱ παρόντες ἐπὶ τὸ δεῖπνον ἐταράχθησαν, ὅ τε στρατηγὸς Ἰώαβος ἔλεγεν οὐκ ἀρέσκεσθαι τοῖς ἤχοις οὐδὲ τῇ σάλπιγγι. παρακειμένου δὲ τοῦ δείπνου καὶ μηδενὸς γευομένου πάντων δʼ ἐπʼ ἐννοίας ὑπαρχόντων, εἰστρέχει πρὸς αὐτοὺς ὁ τοῦ ἀρχιερέως Ἀβιαθάρου παῖς Ἰωνάθης.τοῦ δʼ Ἀδωνία θεασαμένου τὸν νεανίαν ἡδέως καὶ προσειπόντος ἀγαθῶν ἄγγελον, ἐδήλου πάντʼ αὐτοῖς τὰ περὶ τὸν Σολόμωνα καὶ τὴν Δαυίδου τοῦ βασιλέως γνώμην· ἀναπηδήσαντες δʼ ἐκ τοῦ συμποσίου ὅ τε Ἀδωνίας καὶ οἱ κεκλημένοι πάντες ἔφυγον πρὸς ἑαυτοὺς ἕκαστοι.φοβηθεὶς δʼ Ἀδωνίας τὸν βασιλέα περὶ τῶν γεγονότων ἱκέτης γίνεται τοῦ θεοῦ καὶ τῶν τοῦ θυσιαστηρίου κεράτων ἃ δὴ προεῖχεν ἐλλαβόμενος δηλοῦται τοῦτο Σολόμωνι πεποιηκὼς καὶ πίστεις ἀξιῶν παρʼ αὐτοῦ λαβεῖν, ὥστε μὴ μνησικακῆσαι μηδʼ ἐργάσασθαι δεινὸν αὐτὸν μηδέν.ὁ δὲ ἡμέρως πάνυ καὶ σωφρόνως τῆς μὲν τότε ἁμαρτίας αὐτὸν ἀφῆκεν ἀθῷον, εἰπὼν δέ, εἰ ληφθείη τι πάλιν καινοποιῶν, ἑαυτῷ αἴτιον τῆς τιμωρίας ἔσεσθαι, πέμψας ἀνίστησιν αὐτὸν ἀπὸ τῆς ἱκεσίας· ἐλθόντα δὲ καὶ προσκυνήσαντα εἰς τὴν ἰδίαν οἰκίαν ἀπελθεῖν ἐκέλευσε μηδὲν ὑφορώμενον καὶ τοῦ λοιποῦ παρέχειν αὑτὸν ἀγαθὸν ὡς αὐτῷ τοῦτο συμφέρον ἠξίου.