καὶ οἰκοδομήσας τὸν βωμὸν ἱερούργησε καὶ ὡλοκαύτωσε καὶ θυσίας ἐπήνεγκεν εἰρηνικάς. καταπραΰνεται δὲ τούτοις τὸ θεῖον καὶ πάλιν εὐμενὲς γίνεται. συνέβη δʼ εἰς ἐκεῖνον ἀγαγεῖν τὸν τόπον Ἅβραμον τὸν υἱὸν αὐτοῦ Ἴσακον ὥστε ὁλοκαυτῶσαι, καὶ μέλλοντος ἀποσφάττεσθαι τοῦ παιδὸς κριὸν ἐξαίφνης ἀναφανῆναι παρεστῶτα τῷ βωμῷ, ὃν καὶ κατέθυσεν Ἅβραμος ἀντὶ τοῦ παιδός, ὡς προειρήκαμεν.ὁρῶν δʼ ὁ βασιλεὺς Δαυίδης τῆς εὐχῆς αὐτοῦ τὸν θεὸν ἐπήκοον γεγενημένον καὶ τὴν θυσίαν ἡδέως προσδεξάμενον ἔκρινε τὸν τόπον ἐκεῖνον ὅλον βωμὸν προσαγορεῦσαι τοῦ λαοῦ παντὸς καὶ οἰκοδομῆσαι ναὸν τῷ θεῷ. καὶ ταύτην εὐστόχως ἀφῆκεν εἰς τὸ γενησόμενον τὴν φωνήν· ὁ γὰρ θεὸς τὸν προφήτην ἀποστείλας πρὸς αὐτὸν ἐκεῖ ναὸν ἔλεγεν οἰκοδομήσειν αὐτοῦ τὸν υἱὸν τὸν μέλλοντα μετʼ αὐτὸν τὴν βασιλείαν διαδέχεσθαι.Μετὰ δὴ ταύτην τὴν προφητείαν ἐκέλευσεν ὁ βασιλεὺς τοὺς παροίκους ἐξαριθμηθῆναι καὶ εὑρέθησαν εἰς ὀκτὼ μυριάδας καὶ δέκα. ἐκ τούτων ἀπέδειξε λατόμους μὲν τοὺς ὀκτακισμυρίους, τὸ δʼ ἄλλο πλῆθος παραφέρειν τοὺς λίθους, τρισχιλίους δὲ καὶ πεντακοσίους τοῖς ἐργαζομένοις ἐξ αὐτῶν ἐπέστησεν. ἡτοίμασε δὲ καὶ πολὺν σίδηρον καὶ χαλκὸν εἰς τὰ ἔργα καὶ ξύλα κέδρινα πολλὰ καὶ παμμεγεθέστατα, Τυρίων αὐτῷ ταῦτα πεμπόντων καὶ Σιδωνίων· ἐπεστάλκει γὰρ αὐτοῖς τὴν τῶν ξύλων χορηγίαν.πρός τε τοὺς φίλους ἔλεγε ταῦτα παρασκευάζεσθαι νῦν, ἵνα τῷ μέλλοντι παιδὶ βασιλεύειν μετʼ αὐτὸν ἑτοίμην τὴν ὕλην τῆς οἰκοδομίας καταλείπῃ καὶ μὴ τότε συμπορίζῃ νέος ὢν καὶ τῶν τοιούτων ἄπειρος διὰ τὴν ἡλικίαν, ἀλλʼ ἔχων παρακειμένην ἐπιτελῇ τὸ ἔργον.Καλέσας δὲ τὸν παῖδα Σολόμωνα κατασκευάσαι τῷ θεῷ ναὸν αὐτὸν ἐκέλευε διαδεξάμενον τὴν βασιλείαν λέγων, ὡς αὐτὸν βουλόμενον κωλύσειεν ὁ θεὸς αἵματι καὶ πολέμοις πεφυραμένον, προείποι δʼ ὅτι Σολόμων οἰκοδομήσει αὐτῷ παῖς νεώτατος καὶ τοῦτο κληθησόμενος τοὔνομα, οὗ προνοήσειν μὲν αὐτὸς ὡς πατὴρ ἐπηγγέλλετο, τὴν δʼ Ἑβραίων χώραν εὐδαίμονα καταστήσειν ἐπʼ αὐτοῦ τοῖς τε ἄλλοις ἀγαθοῖς καὶ δὴ καὶ τῷ μεγίστῳ πάντων εἰρήνῃ καὶ πολέμων ἀπαλλαγῇ καὶ στάσεων ἐμφυλίων.σὺ τοίνυν ἐπεὶ καὶ πρὸ τῆς γενέσεως ἀπεδείχθης βασιλεὺς ὑπὸ τοῦ θεοῦ πειρῶ τά τε ἄλλα γίνεσθαι τῆς τούτου προνοίας ἄξιος εὐσεβὴς ὢν καὶ δίκαιος καὶ ἀνδρεῖος, καὶ τὰς ἐντολὰς αὐτοῦ καὶ τοὺς νόμους οὓς διὰ Μωυσέος ἔδωκεν ἡμῖν φύλαττε καὶ τοῖς ἄλλοις μὴ παραβαίνειν ἐπίτρεπε.τὸν δὲ ναόν, ὃν ὑπὸ σοῦ βασιλεύοντος εἵλετο αὑτῷ γενέσθαι, σπούδασον ἀποδοῦναι τῷ θεῷ μὴ καταπλαγεὶς τὸ μέγεθος τοῦ ἔργου μηδʼ ἀποδειλιάσας πρὸς αὐτό· πάντα γάρ σοι πρὸ τῆς ἐμαυτοῦ τελευτῆς ἕτοιμα ποιήσω.γίνωσκε χρυσοῦ μὲν ἤδη τάλαντα συνειλεγμένα μύρια, δέκα δʼ ἀργύρου μυριάδας ταλάντων, χαλκόν τε καὶ σίδηρον ἀριθμοῦ πλείονα συντέθεικα καὶ ξύλων δὲ καὶ λίθων ὕλην ἄφθονον, ἔχεις δὲ καὶ λατόμων πολλὰς μυριάδας καὶ τεκτόνων· ἂν δέ τι τούτοις προσδέῃ, σὺ προσθήσεις. γίνου τοίνυν ἄριστος τὸν θεὸν ἔχων προστάτην.προσπαρεκελεύσατο δὲ καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ τῆς οἰκοδομίας συλλαβέσθαι τῷ παιδὶ καὶ πάντων ἀδεεῖς ὄντας τῶν κακῶν περὶ τὴν τοῦ θεοῦ θρησκείαν ἀσχολεῖν· καρπώσεσθαι γὰρ αὐτοὺς ἀντὶ τούτων εἰρήνην καὶ εὐνομίαν, οἷς ἀμείβεται τοὺς εὐσεβεῖς καὶ δικαίους ὁ θεὸς ἀνθρώπους.οἰκοδομηθέντος δὲ τοῦ ναοῦ τὴν κιβωτὸν αὐτὸν ἀποθέσθαι προσέταξε καὶ τὰ ἅγια σκεύη πρὸ πολλοῦ ναὸν ὀφείλοντα ἔχειν, εἰ τῶν ἐντολῶν τοῦ θεοῦ μὴ παρήκουσαν ἡμῶν οἱ πατέρες ἐντειλαμένου μετὰ τὸ τὴν γῆν ταύτην κατασχεῖν οἰκοδομῆσαι ναὸν αὐτῷ. ταῦτα μὲν πρὸς τοὺς ἡγεμόνας ὁ Δαυίδης καὶ τὸν υἱὸν αὐτοῦ διελέχθη.Πρεσβύτερος δὲ ὢν ἤδη καὶ τοῦ σώματος αὐτῷ ψυχομένου διὰ τὸν χρόνον δύσριγος ὑπῆρχεν, ὡς μηδʼ ὑπὸ τῆς ἐπιβολῆς ἐκ πολλῶν ἱματίων γινομένης ἀναθερμαίνεσθαι. συνελθόντων δὲ τῶν ἰατρῶν καὶ συμβουλευσάντων, ὅπως ἐξ ἁπάσης τῆς χώρας εὐειδὴς ἐπιλεχθεῖσα παρθένος συγκαθεύδῃ τῷ βασιλεῖ, τοῦτο γὰρ αὐτῷ πρὸς τὸ ῥῖγος ἔσεσθαι βοήθημα θαλπούσης αὐτὸν τῆς κόρης,εὑρίσκετʼ ἐν πόλει γυνὴ μία πασῶν τὸ εἶδος ἀρίστη γυναικῶν Ἀβισάκη τοὔνομα, ἣ συγκοιμωμένη μόνον τῷ βασιλεῖ συνεθέρμαινεν αὐτόν· ὑπὸ γὰρ γήρως ἦν πρὸς τἀφροδίσια καὶ γυναικὸς ὁμιλίαν ἀσθενής. καὶ περὶ μὲν ταύτης τῆς παρθένου μετʼ ὀλίγον δηλώσομεν.Ὁ δὲ τέταρτος υἱὸς Δαυίδου νεανίας εὐειδὴς καὶ μέγας, ἐκ γυναικὸς αὐτῷ Αἰγίσθης γεγονὼς Ἀδωνίας δὲ προσαγορευόμενος, ἐμφερὴς ὢν Ἀψαλώμῳ τήν τε διάνοιαν αὐτὸς ὡς βασιλεύσων ἐπῆρτο καὶ πρὸς τοὺς φίλους ἔλεγεν, ὡς τὴν ἀρχὴν αὐτὸν δεῖ παραλαβεῖν· κατεσκεύασε δὲ ἅρματα πολλὰ καὶ ἵππους καὶ πεντήκοντα ἄνδρας τοὺς προδρόμους.ταῦθʼ ὁρῶν ὁ πατὴρ οὐκ ἐπέπληττεν οὐδʼ ἐπεῖχεν αὐτὸν τῆς προαιρέσεως οὐδὲ μέχρι τοῦ πυθέσθαι διὰ τί ταῦτα πράττει προήχθη. συνεργοὺς δʼ εἶχεν Ἀδωνίας τὸν στρατηγὸν Ἰώαβον καὶ τὸν ἀρχιερέα Ἀβιάθαρον, μόνοι δʼ ἀντέπραττον ὁ ἀρχιερεὺς Σάδωκος καὶ ὁ προφήτης Νάθας καὶ Βαναίας ὁ ἐπὶ τῶν σωματοφυλάκων καὶ Σιμούεις ὁ Δαυίδου φίλος καὶ πάντες οἱ ἀνδρειότατοι.