διαλιπόντες δʼ ὀλίγον χρόνον ἐστρατοπεδεύσαντο πρὸς τῇ πόλει τῶν ὅρων τῆς Ἑβραίων χώρας οὐκ ἄπωθεν. ἦν δʼ αὐτοῖς ἀνὴρ τὸ μὲν ὕψος ἓξ πηχῶν, δακτύλους δʼ ἐν ἑκατέρῳ τῶν βάσεων καὶ τῶν χειρῶν ἑνὶ περισσοτέρους εἶχε τῶν κατὰ φύσιν.ἐκ τῆς οὖν πεμφθείσης ἐπʼ αὐτοὺς ὑπὸ Δαυίδου στρατιᾶς τούτῳ μονομαχήσας Ἰωνάθης ὁ Σουμᾶ υἱὸς ἀνεῖλέ τε αὐτὸν καὶ τῆς ὅλης νίκης ῥοπὴ γενόμενος δόξαν ἀριστείας ἀπηνέγκατο· καὶ γὰρ οὗτος ὁ Παλαιστῖνος ηὔχει τῶν Γιγάντων ἀπόγονος εἶναι. μετὰ δὲ ταύτην τὴν μάχην οὐκέτι τοῖς Ἰσραηλίταις ἐπολέμησαν.Ἀπηλλαγμένος δʼ ἤδη πολέμων ὁ Δαυίδης καὶ κινδύνων καὶ βαθείας ἀπολαύων τὸ λοιπὸν εἰρήνης ᾠδὰς εἰς τὸν θεὸν καὶ ὕμνους συνετάξατο μέτρου ποικίλου· τοὺς μὲν γὰρ τριμέτρους, τοὺς δὲ πενταμέτρους ἐποίησεν. ὄργανά τε κατασκευάσας ἐδίδαξε πρὸς αὐτὰ τοὺς Ληουίτας ὑμνεῖν τὸν θεὸν κατά τε τὴν τῶν καλουμένων σαββάτων ἡμέραν καὶ κατὰ τὰς ἄλλας ἑορτάς.ἡ δὲ τῶν ὀργάνων ἐστὶν ἰδέα τοιαύτη τις τὸν τρόπον· ἡ μὲν κινύρα δέκα χορδαῖς ἐξημμένη τύπτεται πλήκτρῳ, ἡ δὲ νάβλα δώδεκα φθόγγους ἔχουσα τοῖς δακτύλοις κρούεται, κύμβαλά τε ἦν πλατέα καὶ μεγάλα χάλκεα. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον ἡμῖν, ὥστε μὴ τελέως ἀγνοεῖν τὴν τῶν προειρημένων ὀργάνων φύσιν, ἀρκείσθω λελέχθαι.Τῷ δὲ βασιλεῖ πάντες ἦσαν οἱ περὶ αὐτὸν ἀνδρεῖοι· τούτων δʼ οἱ διασημότατοι καὶ λαμπροὶ τὰς πράξεις ὀκτὼ καὶ τριάκοντα, ὧν πέντε μόνων διηγήσομαι τὰ ἔργα· φανερὰς γὰρ καὶ τὰς τῶν ἄλλων ἀρετὰς ἀρκέσουσιν οὗτοι ποιῆσαι· δυνατοὶ γὰρ ἦσαν οὗτοι καὶ χώραν ὑπάγεσθαι καὶ μεγάλων ἐθνῶν κρατῆσαι.πρῶτος μὲν οὖν Ἴσεβος υἱὸς Ἀχεμαίου, ὃς πολλάκις εἰς τὴν παράταξιν ἐμπηδῶν τῶν πολεμίων οὐ πρὶν ἀνεπαύετο μαχόμενος πρὶν ἐνακοσίους αὐτῶν καταβαλεῖν. μετʼ αὐτὸν ἦν Ἐλεάζαρος υἱὸς Δωδείου, ὃς ἦν μετὰ τοῦ βασιλέως ἐν Ἐρασαμῷ·οὗτός ποτε τῶν Ἰσραηλιτῶν καταπλαγέντων τὸ πλῆθος τῶν Παλαιστίνων καὶ φευγόντων μόνος ἔμεινε καὶ συμπεσὼν τοῖς πολεμίοις ἀπέκτεινεν αὐτῶν πολλούς, ὡς ὑπὸ τοῦ αἵματος προσκολληθῆναι τὴν ῥομφαίαν αὐτοῦ τῇ δεξιᾷ καὶ τοὺς Ἰσραηλίτας ἰδόντας τετραμμένους ὑπʼ αὐτοῦ τοὺς Παλαιστίνους καταβάντας διώκειν καὶ θαυμαστὴν καὶ διαβόητον τότε νίκην ἄρασθαι, τοῦ μὲν Ἐλεαζάρου κτείνοντος ἑπομένου δὲ τοῦ πλήθους καὶ σκυλεύοντος τοὺς ἀνῃρημένους.τρίτος δὲ ἦν Ἠλοῦ μὲν υἱὸς Σαβαίας δὲ ὄνομα. καὶ οὗτος ἐν τοῖς πρὸς Παλαιστίνους ἀγῶσιν εἰς τόπον Σιαγόνα λεγόμενον αὐτῶν παραταξαμένων, ὡς οἱ Ἑβραῖοι πάλιν τὴν δύναμιν φοβηθέντες οὐχ ὑπέμειναν, ὑπέστη μόνος ὡς στράτευμα καὶ τάξις, καὶ τοὺς μὲν αὐτῶν κατέβαλε τοὺς δʼ οὐ καρτερήσαντας αὐτοῦ τὴν ἰσχὺν καὶ τὴν βίαν ἀλλʼ εἰς φυγὴν ἀποστραφέντας ἐδίωκε.ταῦτα μὲν ἔργα χειρῶν καὶ μάχης οἱ τρεῖς ἐπεδείξαντο. καθʼ ὃν δὲ καιρὸν ἐν Ἱεροσολύμοις ὄντος τοῦ βασιλέως ἐπῆλθεν ἡ τῶν Παλαιστίνων δύναμις πολεμῆσαι, Δαυίδης μὲν ἐπὶ τὴν ἀκρόπολιν ἀνῆλθεν, ὡς προειρήκαμεν, πευσόμενος τοῦ θεοῦ περὶ τοῦ πολέμου,τῆς δὲ τῶν ἐχθρῶν παρεμβολῆς ἐν τῇ κοιλάδι κειμένης, ἣ μέχρι Βηθλεέμης πόλεως διατείνει σταδίους Ἱεροσολύμων ἀπεχούσης εἴκοσιν, ὁ Δαυίδης τοῖς ἑταίροις καλὸν ὕδωρ , εἶπεν, ἔχομεν ἐν τῇ πατρίδι μου· καὶ μάλιστα τὸ ἐν τῷ λάκκῳ τῷ πρὸς τῇ πύλῃ θαυμάζων, εἴ τις ἐξ αὐτοῦ πιεῖν αὐτῷ κομίσειε μᾶλλον ἐθελήσειν ἢ εἰ πολλὰ χρήματα διδοῖ.ταῦτʼ ἀκούσαντες οἱ τρεῖς ἄνδρες οὗτοι παραχρῆμα ἐκδραμόντες καὶ διὰ μέσου τοῦ τῶν πολεμίων ὁρμήσαντες στρατοπέδου ἧκον εἰς Βηθλεέμην, καὶ τοῦ ὕδατος ἀρυσάμενοι πάλιν διὰ τῆς παρεμβολῆς ὑπέστρεψαν πρὸς τὸν βασιλέα, ὡς τοὺς Παλαιστίνους καταπλαγέντας αὐτῶν τὸ θράσος καὶ τὴν εὐψυχίαν ἠρεμῆσαι καὶ μηδὲν ἐπʼ αὐτοὺς τολμῆσαι καταφρονήσαντας τῆς ὀλιγότητος.κομισθέντος δὲ τοῦ ὕδατος οὐκ ἔπιεν ὁ βασιλεὺς κινδύνῳ καὶ αἵματι φήσας ἀνθρώπων αὐτὸ κεκομίσθαι καὶ διὰ τοῦτο μὴ προσήκειν αὐτῷ πιεῖν, ἔσπεισε δὲ ἀπʼ αὐτοῦ τῷ θεῷ καὶ περὶ τῆς σωτηρίας τῶν ἀνδρῶν εὐχαρίστησεν αὐτῷ. μετὰ τούτους ἦν ὁ Ἰωάβου ἀδελφὸς Ἀβεσσαῖος·καὶ γὰρ οὗτος μιᾷ ἡμέρᾳ τῶν πολεμίων ἑξακοσίους ἀπέκτεινε. πέμπτος Ναβαῖος ὁ ἱερεὺς τῷ γένει· προκληθεὶς γὰρ ὑπʼ ἀδελφῶν διασήμων ἐν τῇ Μωαβίτιδι χώρᾳ κατʼ ἀρετὴν ἐκράτησεν αὐτῶν. καὶ πάλιν αὐτὸν ἀνδρὸς Αἰγυπτίου τὸ γένος θαυμαστοῦ τὸ μέγεθος προκαλεσαμένου, γυμνὸς ὡπλισμένον τῷ δόρατι τῷ ἐκείνου βαλὼν ἀπέκτεινε· περιελόμενος γὰρ αὐτοῦ τὸν ἄκοντα καὶ ζῶντα ἔτι καὶ μαχόμενον σκυλεύσας τοῖς ἰδίοις αὐτὸν ὅπλοις διεχρήσατο.προσαριθμήσειε δὲ ἄν τις αὐτοῦ καὶ τοῦτο ταῖς προειρημέναις πράξεσιν ἢ ὡς πρῶτον αὐτῶν κατʼ εὐψυχίαν ἢ ὡς ὅμοιον· νίφοντος γὰρ τοῦ θεοῦ λέων εἴς τινα λάκκον ὀλισθὼν ἐνέπεσε· στενοῦ δʼ ὄντος τοῦ στομίου δῆλον ἦν ἀφανὲς ἐσόμενον ἐμφραγέντος αὐτοῦ τῇ χιόνι· πόρον οὖν οὐδένα βλέπων ἐξόδου καὶ σωτηρίας ἐβρυχᾶτο.τοῦ δὲ θηρὸς ἀκούσας ὁ Ναβαῖος, ὥδευε γὰρ τότε, καὶ πρὸς τὴν βοὴν ἐλθών, καταβὰς εἰς τὸ στόμιον πλήξας αὐτὸν μαχόμενον τῷ μετὰ χεῖρας ξύλῳ παραχρῆμα ἀπέκτεινε. καὶ οἱ λοιποὶ δὲ τοιοῦτοι τὰς ἀρετὰς ὑπῆρχον.