κειμένου δὲ τοῦ σώματος ἐπὶ τῆς ὁδοῦ καὶ παντὸς τοῦ πλήθους ἐπʼ αὐτῷ συρρέοντος καὶ οἷον ὄχλος φιλεῖ ἐθαύμαζον ἠλέουν προϊστάμενοι· βαστάσας δʼ ἐκεῖθεν ὁ φύλαξ καὶ κομίσας εἴς τι χωρίον ἀπωτάτω τῆς ὁδοῦ τίθησιν αὐτόθι καὶ καλύπτει ἱματίῳ. τούτου γενομένου πᾶς ὁ λαὸς ἠκολούθησε τῷ Ἰωάβῳ.διώξαντι δʼ αὐτῷ διὰ πάσης τῆς Ἰσραηλιτῶν χώρας τὸν Σαβαῖον δηλοῖ τις ἐν ὀχυρᾷ πόλει τυγχάνειν Ἀβελωχέᾳ λεγομένῃ. παραγενόμενος δʼ ἐκεῖ καὶ τῇ στρατιᾷ περικαθίσας τὴν πόλιν καὶ χαράκωμα περὶ αὐτὴν πηξάμενος ὑπορύσσειν ἐκέλευσε τοῖς στρατιώταις τὰ τείχη καὶ καταβάλλειν αὐτά· μὴ δεξαμένων γὰρ αὐτὸν τῶν ἐν τῇ πόλει χαλεπῶς πρὸς αὐτοὺς διετέθη.Γύναιον δέ τι σῶφρον καὶ συνετὸν ἐν ἐσχάτοις ἤδη τὴν πατρίδα κειμένην θεασάμενον ἀναβὰν ἐπὶ τὸ τεῖχος προσκαλεῖται διὰ τῶν ὁπλιτῶν τὸν Ἰώαβον. προσελθόντος δʼ ἤρξατο λέγειν, ὡς ὁ θεὸς τοὺς βασιλεῖς καὶ τοὺς στρατηγοὺς ἀποδείξειεν, ἵνα τοὺς πολεμίους τοὺς Ἑβραίων ἐξαιρῶσι καὶ παρέχωσιν αὐτοῖς εἰρήνην ἀπʼ αὐτῶν· σὺ δὲ σπουδάζεις μητρόπολιν Ἰσραηλιτῶν καταβαλεῖν καὶ πορθῆσαι μηδὲν ἐξαμαρτοῦσαν.ὁ δὲ ἵλεων μὲν εὔχεται τὸν θεὸν αὐτῷ διαμένειν, αὐτὸς δʼ οὕτως ἔχειν εἶπεν, ὡς μηδένα τοῦ λαοῦ φονεῦσαι, οὐχ ὅτι πόλιν ἐξελεῖν βούλεσθαι τηλικαύτην· λαβὼν μέντοι παρʼ αὐτῶν τὸν ἀντάραντα τῷ βασιλεῖ πρὸς τιμωρίαν Σαβαῖον υἱὸν δὲ Βοχορίου παύσεσθαι τῆς πολιορκίας καὶ τὴν στρατιὰν ἀπάξειν.ὡς δʼ ἤκουσεν ἡ γυνὴ τὰ παρὰ τοῦ Ἰωάβου μικρὸν ἐπισχεῖν δεηθεῖσα, τὴν γὰρ κεφαλὴν εὐθέως αὐτῷ ῥιφήσεσθαι τὴν τοῦ πολεμίου, καταβαίνει πρὸς τοὺς πολίτας καὶ βούλεσθʼ, εἰποῦσα, κακοὶ κακῶς ἀπολέσθαι μετὰ τέκνων καὶ γυναικῶν ὑπὲρ ἀνθρώπου πονηροῦ καὶ μηδὲ τίς ἐστι γνωριζομένου καὶ τοῦτον ἔχειν ἀντὶ Δαυίδου τοῦ τοσαῦτʼ εὐεργετήσαντος ὑμᾶς βασιλέα καὶ πρὸς δύναμιν τοσαύτην καὶ τηλικαύτην ἀνταίρειν μίαν πόλιν;πείθει τὴν κεφαλὴν ἀποτεμόντας τοῦ Σαβαίου ῥῖψαι ταύτην εἰς τὸ τοῦ Ἰωάβου στράτευμα. τούτου γενομένου σημήνας ἀνακλητικὸν ὁ τοῦ βασιλέως στρατηγὸς ἔλυσε τὴν πολιορκίαν καὶ παραγενόμενος εἰς Ἱεροσόλυμα παντὸς ἀποδείκνυται πάλιν τοῦ λαοῦ στρατηγός.καθίστησι δὲ καὶ Βαναῖον ὁ βασιλεὺς ἐπὶ τῶν σωματοφυλάκων καὶ τῶν ἑξακοσίων, Ἀδώραμον δʼ ἐποίησεν ἐπὶ τῶν φόρων καὶ Ἰωσάφατον υἱὸν Ἀχίλου ἐπὶ τῶν ὑπομνημάτων, Σουσὰν δὲ γραμματέα, Σάδωκον δὲ καὶ Ἀβιάθαρον ἀπέφηνεν ἱερεῖς.Μετὰ δὲ ταῦτα τῆς χώρας λιμῷ φθειρομένης ἱκέτευε Δαυίδης τὸν θεὸν ἐλεῆσαι τὸν λαὸν καὶ τὴν αἰτίαν αὐτῷ καὶ τὴν ἴασιν φανερὰν ποιῆσαι τῆς νόσου. τῶν δὲ προφητῶν εἰπόντων βούλεσθαι τὸν θεὸν ἐκδικίας τυχεῖν τοὺς Γαβαωνίτας, οὓς Σαοῦλος ὁ βασιλεὺς ἀποκτείνας ἠσέβησεν ἐξαπατήσας καὶ τοὺς ὅρκους αὐτοῖς, οὓς ὁ στρατηγὸς Ἰησοῦς ὤμοσε καὶ ἡ γερουσία, μὴ φυλάξας·ἐὰν τοίνυν δίκην ἣν αὐτοὶ θέλουσιν οἱ Γαβαωνῖται λαβεῖν ὑπὲρ τῶν ἀνῃρημένων ταύτην αὐτοῖς παράσχῃ, διαλλαγήσεσθαι καὶ τὸν ὄχλον ἀπαλλάξειν τῶν κακῶν ἐπηγγέλλετο.ὡς οὖν ταῦτα παρὰ τῶν προφητῶν ἔμαθεν ἐπιζητεῖν τὸν θεόν, μεταπέμπεται τοὺς Γαβαωνίτας καὶ τίνος βούλονται τυχεῖν ἐπηρώτα. τῶν δʼ ἐκ τοῦ γένους τοῦ Σαούλου παραλαβεῖν ἑπτὰ παῖδας ἀξιωσάντων πρὸς τιμωρίαν, ὁ βασιλεὺς ἀναζητήσας παρέδωκεν αὐτοῖς Ἰεβόσθου φεισάμενος τοῦ Ἰωνάθου παιδός.παραλαβόντες δʼ οἱ Γαβαωνῖται τοὺς ἄνδρας ὡς ἐβούλοντο ἐκόλασαν. ἤρξατο δʼ ὕειν παραχρῆμα ὁ θεὸς καὶ τὴν γῆν πρὸς γονὴν καρπῶν ἀνακαλεῖν ἀπολύσας τοῦ πρότερον αὐχμοῦ· καὶ πάλιν εὐθήνησεν ἡ τῶν Ἑβραίων χώρα.Στρατεύεται δὲ μετʼ οὐ πολὺν χρόνον ὁ βασιλεὺς ἐπὶ Παλαιστίνους, καὶ συνάψας μάχην αὐτοῖς καὶ τρεψάμενος ἐμονώθη διώκων καὶ γενόμενος ἔκλυτος ὤφθη ὑπό τινος τῶν πολεμίων Ἄκμονος μὲν τοὔνομα Ἀράφου δὲ παιδός·οὗτος ἦν μὲν καὶ ἀπόγονος τῶν Γιγάντων, ἔχων δὲ καὶ ξυστόν, οὗ τὴν λαβὴν συνέλκειν σταθμὸν σίκλους τριακοσίους, καὶ θώρακα ἁλυσιδωτὸν καὶ ῥομφαίαν ὥρμησεν ἐπιστραφεὶς ὡς ἀποκτενῶν τὸν τῶν πολεμίων βασιλέα· παρεῖτο γὰρ ὑπὸ τοῦ κόπου. ἐπιφανεὶς δʼ ἐξαίφνης Ἀβεσσαῖος ὁ Ἰωάβου ἀδελφὸς τὸν βασιλέα μὲν ὑπερήσπισε περιβὰς κείμενον, ἀπέκτεινε δὲ τὸν πολέμιον.ἤνεγκε δʼ ἐπὶ τῷ παρʼ ὀλίγον κινδυνεῦσαι τὸν βασιλέα χαλεπῶς τὸ πλῆθος· καὶ οἱ ἡγεμόνες ὥρκωσαν αὐτὸν μηκέτι εἰς μάχην ἀπαντῆσαι σὺν αὐτοῖς, μὴ διʼ ἀνδρείαν καὶ προθυμίαν παθών τι τῶν δεινῶν στερήσῃ τὸν λαὸν τῶν διʼ αὐτὸν ἀγαθῶν, ὅσα τε ἤδη παρέσχηκε καὶ ὅσων ἔτι μεθέξουσι πολὺν βιώσαντος χρόνον.Συνελθόντων δὲ τῶν Παλαιστίνων εἰς Γάζαρα πόλιν ἀκούσας ὁ βασιλεὺς ἔπεμψεν ἐπʼ αὐτοὺς στρατιάν. ἠρίστευσε δὲ τότε καὶ σφόδρʼ ηὐδοκίμησε Σαβρήχης ὁ Χετταῖος εἷς τῶν περὶ Δαυίδην ἀνδρειοτάτων· ἀπέκτεινε γὰρ πολλοὺς τῶν αὐχούντων προγόνους τοὺς Γίγαντας καὶ μέγα ἐπʼ ἀνδρείᾳ φρονούντων, αἴτιός τε τῆς νίκης τοῖς Ἑβραίοις ἐγένετο.καὶ μετʼ ἐκείνην τὴν ἧτταν πάλιν ἐπολέμησαν οἱ Παλαιστῖνοι· καὶ στρατιὰν ἐπʼ αὐτοὺς Δαυίδου πέμψαντος ἠρίστευσεν Ἐφὰν ὁ συγγενὴς αὐτοῦ· μονομαχήσας γὰρ τῷ πάντων ἀνδρειοτάτῳ Παλαιστίνων ἀπέκτεινεν αὐτὸν καὶ τοὺς ἄλλους εἰς φυγὴν ἔτρεψε, πολλοί τε αὐτῶν ἀπέθανον μαχόμενοι.