Βεέρζελον δὲ τὸν Γαλαδίτην ἄνδρα μέγαν καὶ καλὸν καὶ πολλὰ παρεσχημένον ἐν ταῖς Παρεμβολαῖς αὐτῷ Δαυίδης προπέμψαντα μέχρι τοῦ Ἰορδάνου παρεκάλει συνελθεῖν ἕως τῶν Ἱεροσολύμων· γηρωκομήσειν γὰρ αὐτὸν ἐν πάσῃ τιμῇ καὶ ὡς πατρὸς ἐπιμεληθήσεσθαι καὶ προνοήσειν ἐπηγγέλλετο.ὁ δὲ πόθῳ τῶν οἴκοι παρῃτεῖτο τὴν μετʼ αὐτοῦ διατριβήν· καὶ τὸ γῆρας λέγων τοιοῦτον αὐτῷ τυγχάνειν, ὥστε μὴ ἀπολαύειν τῶν ἡδέων εἰς ὀγδοήκοντα ἔτη προβεβηκότος, ἀλλʼ ὥστε καταλύσεως ἤδη καὶ ταφῆς προνοεῖν, ἐπὶ ταύτην ἠξίου βουλόμενον αὐτῷ χαρίζεσθαι τὰ κατʼ ἐπιθυμίαν αὐτὸν ἀπολῦσαι·οὔτε γὰρ τροφῆς οὔτε ποτοῦ συνιέναι διὰ τὸν χρόνον, ἀποκεκλεῖσθαι δʼ αὐτῷ καὶ τὰς ἀκοὰς ἤδη πρὸς αὐλῶν ἤχους καὶ μέλη τῶν ἄλλων ὀργάνων, ὅσα παρὰ βασιλεῦσι τέρπει τοὺς συνδιαιτωμένους. οὕτως δὲ λιπαρῶς δεομένου, σὲ μέν, εἶπεν, ἀπολύω,τὸν δʼ υἱὸν Ἀχίμανον ἄφες μοι· πάντων γὰρ αὐτῷ μεταδώσω τῶν ἀγαθῶν. καὶ Βεέρζελος μὲν καταλιπὼν τὸν υἱὸν καὶ προσκυνήσας τὸν βασιλέα καὶ πάντων ἐπευξάμενος αὐτῷ τέλος ὧν ἔχει κατὰ ψυχὴν οἴκαδʼ ὑπέστρεψε. παραγίνεται δʼ εἰς Γάλγαλα Δαυίδης τοῦ λαοῦ παντὸς ἤδη τὸ ἥμισυ περὶ αὑτὸν ἔχων καὶ τὴν Ἰούδα φυλήν.Ἀφικνοῦνται δʼ εἰς Γάλγαλα πρὸς αὐτὸν οἱ πάσης φυλῆς πρῶτοι μετὰ πολλοῦ πλήθους καὶ τὴν Ἰούδα φυλὴν κατεμέμφοντο λάθρα πρὸς αὐτὸν ἐλθοῦσαν, ὡς δεῖν ὁμοῦ πάντας μιᾷ γνώμῃ ποιεῖσθαι τὴν ἀπάντησιν. οἱ δʼ ἄρχοντες τῆς Ἰούδα φυλῆς μὴ δυσχεραίνειν αὐτοὺς ἠξίουν προληφθέντας· καὶ γὰρ συγγενεῖς ὄντες αὐτοῦ καὶ διὰ τοῦτο μᾶλλον προνοούμενοι καὶ στέργοντες φθάσαι, οὐ μέντοι γε διὰ τὸ προελθεῖν δῶρα λαβεῖν αὐτούς, ἵνʼ ἔχωσιν ἐπὶ τούτῳ δυσφορεῖν ὕστεροι πρὸς αὐτὸν ἐλθόντες.ταῦτα τῶν τῆς Ἰούδα φυλῆς ἡγεμόνων εἰπόντων οἱ τῶν ἄλλων ἄρχοντες οὐχ ἡσύχασαν, ἀλλʼ ἡμεῖς μέν, ἔφασαν, ὦ ἀδελφοί, θαυμάζομεν ὑμᾶς αὑτῶν ἀποκαλοῦντας μόνων συγγενῆ τὸν βασιλέα· ὁ γὰρ τὴν ἁπάντων ἐξουσίαν παρὰ τοῦ θεοῦ λαβὼν πάντων ἡμῶν εἶναι συγγενὴς κρίνεται. καὶ διὰ τοῦθʼ ὁ μὲν λαὸς ἕνδεκα μοίρας ἔχει, μίαν δʼ ὑμεῖς, καὶ πρεσβύτεροι ἐσμέν, καὶ οὐκ ἐποιήσατε δίκαια λεληθότως ἐλθόντες πρὸς τὸν βασιλέα.Τοιαῦτα τῶν ἡγεμόνων πρὸς ἀλλήλους διαλεχθέντων ἀνήρ τις πονηρὸς καὶ στάσει χαίρων, ὄνομα Σαβαῖος υἱὸς δὲ Βοχορίου τῆς Βενιαμίτιδος φυλῆς, στὰς ἐν μέσῳ πρὸς τὸ πλῆθος μέγα βοήσας εἶπεν· οὔτʼ ἔχει τις ἡμῶν παρὰ Δαυίδου μοίρας οὔτε κλῆρον παρὰ τῷ Ἰεσσαίου παιδί.καὶ μετὰ τοὺς λόγους σαλπίσας κέρατι σημαίνει πόλεμον πρὸς τὸν βασιλέα, καὶ πάντες ἠκολούθησαν ἐκείνῳ Δαυίδην καταλιπόντες· μόνη δʼ αὐτῷ παρέμεινεν ἡ Ἰούδα φυλὴ καὶ κατέστησεν αὐτὸν εἰς τὸ ἐν Ἱεροσολύμοις βασίλειον. καὶ τὰς μὲν παλλακάς, αἷς ὁ υἱὸς αὐτοῦ συνῆλθεν Ἀψάλωμος, εἰς ἄλλην μετήγαγεν οἰκίαν πάντα προστάξας αὐταῖς χορηγεῖν τὰ ἐπιτήδεια τοὺς ἐπιμελομένους, αὐτὸς δʼ οὐκέτʼ ἐπλησίαζεν αὐταῖς.ἀποδείκνυσι δὲ καὶ τὸν Ἀμασὰν στρατηγὸν καὶ τὴν τάξιν αὐτῷ ἐφʼ ἧς Ἰώαβος ἦν δίδωσιν ἐκέλευσέ τε στρατιὰν ὅσην δύναται συναγαγόντʼ ἐκ τῆς Ἰούδα φυλῆς μεθʼ ἡμέρας τρεῖς ὡς αὐτὸν ἐλθεῖν, ἵνα παραδοὺς αὐτῷ πᾶσαν τὴν δύναμιν ἐκπέμψῃ πολεμήσοντα τὸν υἱὸν τοῦ Βοχορίου.ἐξελθόντος δὲ τοῦ Ἀμασᾶ καὶ περὶ τὴν ἄθροισιν τῆς στρατιᾶς βραδύνοντος, ὡς οὐκ ἐπανῄει τῇ τρίτῃ τῶν ἡμερῶν ὁ βασιλεὺς πρὸς τὸν Ἰώαβον ἔλεγεν οὐκ εἶναι σύμφορον ἀνοχὴν τῷ Σαβαίῳ διδόναι, μὴ γενόμενος ἐν πλείονι παρασκευῇ μειζόνων κακῶν καὶ πραγμάτων αἴτιος, ἢ Ἀψάλωμος αὐτοῖς κατέστη, γένηται.μὴ περίμενε τοίνυν μηδένα, ἀλλὰ τὴν οὖσαν παραλαβὼν δύναμιν καὶ τοὺς ἑξακοσίους μετὰ Ἀβεσσαίου τοῦ Ἀδελφοῦ σου δίωκε τὸν πολέμιον. καὶ ὅπου ποτʼ ἂν αὐτὸν καταλάβῃς ὄντα πειράθητι συμβαλεῖν· σπούδασον δʼ αὐτὸν φθάσαι, μὴ πόλεις ὀχυρὰς καταλαβόμενος ἀγῶνας ἡμῖν καὶ πολλοὺς ἱδρῶτας παρασκευάσῃ.Ἰώαβος δʼ οὐκέτι μέλλειν ἔκρινεν, ἀλλὰ τόν τε ἀδελφὸν καὶ τοὺς ἑξακοσίους παραλαβὼν καὶ ὅση λοιπὴ δύναμις ἦν ἐν τοῖς Ἱεροσολύμοις ἕπεσθαι κελεύσας ἐξώρμησεν ἐπὶ τὸν Σαβαῖον. ἤδη δʼ ἐν Γαβαών, κώμη δʼ ἐστὶν αὕτη σταδίους ἀπέχουσα τεσσαράκοντα τῶν Ἱεροσολύμων, γεγενημένος πολλὴν Ἀμασᾶ δύναμιν ἀγαγόντος ἀπήντησεν αὐτῷ διεζωσμένος μάχαιραν καὶ θώρακα ἐνδεδυμένος ὁ Ἰώαβος·προσιόντος δὲ ἀσπάσασθαι τοῦ Ἀμασᾶ φιλοτεχνεῖ τὴν μάχαιραν αὐτομάτως ἐκ τῆς θήκης ἐκπεσεῖν, βαστάσας δʼ αὐτὴν ἀπὸ τῆς γῆς καὶ τῇ ἑτέρᾳ τὸν Ἀμασᾶν ἐγγὺς γενόμενον ὡς καταφιλήσων τοῦ γενείου λαβόμενος οὐ προϊδόμενον εἰς τὴν γαστέρα πλήξας ἀπέκτεινεν, ἀσεβὲς ἔργον διαπραξάμενος καὶ παντελῶς ἀνόσιον, ἀγαθὸν νεανίαν καὶ συγγενῆ καὶ μηδὲν ἀδικήσαντα ζηλοτυπήσας τῆς στρατηγίας καὶ τῆς παρὰ τῷ βασιλεῖ πρὸς αὐτὸν ἰσοτιμίας.διὰ ταύτην γὰρ τὴν αἰτίαν καὶ τὸν Ἀβενῆρον ἐφόνευσεν. ἀλλʼ ἐκεῖνο μὲν αὐτοῦ τὸ παρανόμημα πρόφασις εὐπρεπὴς συγγνωστὸν ἐδόκει ποιεῖν, ὁ ἀδελφὸς Ἀσάηλος ἐκδεδικῆσθαι νομιζόμενος, τοῦ δʼ Ἀμασᾶ φόνου οὐδὲν τοιοῦτον ἔσχε παρακάλυμμα.ἀποκτείνας δὲ τὸν συστράτηγον ἐδίωκε τὸν Σαβαῖον καταλιπὼν ἕνα πρὸς τῷ νεκρῷ βοᾶν ἐντειλάμενος πρὸς τὴν στρατιάν, ὅτι τέθνηκεν Ἀμασᾶς δικαίως καὶ μετʼ αἰτίας κολαζούσης· εἰ δὲ φρονεῖτε τὰ τοῦ βασιλέως, ἕπεσθε τῷ στρατηγῷ αὐτοῦ Ἰωάβῳ καὶ Ἀβεσσαίῳ τῷ τούτου ἀδελφῷ.