ταῦτʼ εἰπὼν Ἰώαβος ἀπέστρεψεν ἀπὸ τῆς λύπης καὶ ἤγαγεν εἰς τὸν περὶ τῶν πραγμάτων λογισμὸν τὸν βασιλέα· μετασχηματίσας γὰρ ἑαυτὸν Δαυίδης καὶ ποιήσας ἐπιτήδειον εἰς τὴν τοῦ πλήθους θέαν πρὸς ταῖς πύλαις ἐκάθισεν, ὡς ἅπαντα τὸν λαὸν ἀκούσαντα συνδραμεῖν πρὸς αὐτὸν καὶ κατασπάσασθαι. καὶ ταῦτα μὲν τοῦτον ἔσχε τὸν τρόπον.Οἱ δʼ ἐκ τῆς μάχης ἀναχωρήσαντες τῶν Ἑβραίων τῶν μετʼ Ἀψαλώμου γενόμενοι παρʼ αὑτοῖς ἕκαστοι διεπέμποντο κατὰ πόλεις ὑπομιμνήσκοντες αὑτοὺς ὧν εὐηργέτησε Δαυίδης καὶ τῆς ἐλευθερίας, ἣν ἐκ πολλῶν καὶ μεγάλων ῥυσάμενος αὐτοὺς πολέμων παρέσχε,μεμφόμενοι δʼ ὅτι τῆς βασιλείας αὐτὸν ἐκβαλόντες ἄλλῳ ταύτην ἐνεχείρισαν καὶ νῦν τεθνηκότος τοῦ κατασταθέντος ὑπʼ αὐτῶν ἡγεμόνος οὐ παρακαλοῦσι Δαυίδην παύσασθαι μὲν τῆς ὀργῆς, εὐνοϊκῶς δὲ πρὸς αὐτοὺς ἔχειν, τῶν δὲ πραγμάτων καθὼς ἤδη καὶ πρότερον ποιεῖσθαι πρόνοιαν τὴν βασιλείαν ἀπολαβόντα.ταῦτα μὲν οὖν συνεχέστερον ἀπηγγέλλετο Δαυίδῃ· κἀκεῖνος οὐδὲν ἧττον ἔπεμψε πρὸς Σάδωκον καὶ Ἀβιάθαρον τοὺς ἀρχιερέας, ἵνα τοῖς ἄρχουσι τῆς Ἰούδα φυλῆς διαλεχθῶσιν, ὡς αἰσχρὸν αὐτοῖς ἄλλας φυλὰς πρὸ ἐκείνης Δαυίδην χειροτονῆσαι βασιλέα, καὶ ταῦθʼ ὑμῶν συγγενῶν ὄντων καὶ κοινὸν αἷμα πρὸς αὐτὸν κεκληρωμένων.τὰ δʼ αὐτὰ καὶ Ἀμασᾷ τῷ στρατηγῷ προσέταξεν αὐτοὺς λέγειν, ὅτι τῆς ἀδελφῆς υἱὸς ὢν αὐτοῦ μὴ πείθει τὸ πλῆθος Δαυίδῃ τὴν βασιλείαν ἀποδοῦναι· προσδοκᾶν δὲ παρʼ αὐτοῦ μὴ διαλλαγὴν μόνον, τοῦτο γὰρ ἤδη γέγονεν, ἀλλὰ καὶ τὴν παντὸς τοῦ λαοῦ στρατηγίαν, ἣν αὐτῷ καὶ Ἀψάλωμος παρέσχε.καὶ οἱ μὲν ἀρχιερεῖς ἃ μὲν τοῖς τῆς φυλῆς ἄρχουσι διειλέχθησαν ἃ δὲ τὸν Ἀμασὰν ἔπεισαν τὰ παρὰ τοῦ βασιλέως πρὸς αὐτὸν εἰπόντες ἐγχειρεῖν ταῖς ὑπὲρ αὐτοῦ φροντίσι. καὶ πείθει γε τὴν φυλὴν παραχρῆμα πέμψαι πρὸς Δαυίδην πρέσβεις παρακαλοῦντας εἰς τὴν ἰδίαν αὐτὸν ἐπανελθεῖν βασιλείαν. τὸ δʼ αὐτὸ καὶ πάντες ἐποίουν οἱ Ἰσραηλῖται προτρεψαμένου τοῦ Ἀμασᾶ.Τῶν δὲ πρέσβεων ἀφικομένων πρὸς αὐτὸν εἰς Ἱεροσόλυμα παρεγένετο. πάντας δὲ τοὺς ἄλλους ἔφθασεν ἡ Ἰούδα φυλὴ πρὸς τὸν Ἰόρδανον ποταμὸν ἀπαντῆσαι τῷ βασιλεῖ καὶ ὁ Γήρα παῖς Σαμούις μετὰ χιλίων ἀνδρῶν, οὓς ἐκ τῆς Βενιαμίδος φυλῆς ἐπήγετο, καὶ Σιβᾶς δὲ ὁ ἀπελεύθερος Σαούλου καὶ οἱ παῖδες αὐτοῦ πεντεκαίδεκα τὸν ἀριθμὸν ὄντες μετὰ οἰκετῶν εἴκοσιν.οὗτοι σὺν τῇ Ἰούδα φυλῇ τὸν ποταμὸν ἐγεφύρωσαν, ἵνα ῥᾷστα διαβῇ μετὰ τῶν ἰδίων ὁ βασιλεύς. ὡς δὲ ἧκεν ἐπὶ τὸν Ἰόρδανον ἠσπάσατο μὲν αὐτὸν ἡ Ἰούδα φυλή, προσπεσὼν δʼ ἀναβάντι ἐπὶ τὴν γέφυραν Σαμούις καὶ κατασχὼν αὐτοῦ τοὺς πόδας ἐδεῖτο συγγνῶναι περὶ τῶν εἰς αὐτὸν ἡμαρτημένων καὶ μὴ γενέσθαι πικρὸν αὐτῷ μηδὲ τοῦτο πρῶτον ἡγήσασθαι τὴν τιμωρίαν ἐν ἐξουσίᾳ γενόμενον, λογίσασθαι δʼ ὅτι καὶ μετανοήσας ἐφʼ οἷς ἐσφάλη πρῶτος ἐλθεῖν πρὸς αὐτὸν ἔσπευσε.ταῦτα δʼ ἀντιβολοῦντος αὐτοῦ καὶ οἰκτιζομένου Ἀβεσσαῖος ὁ Ἰωάβου ἀδελφός, διὰ τοῦτο οὖν, εἶπεν, οὐ τεθνήξῃ βλασφημήσας τὸν ὑπὸ τοῦ θεοῦ κατασταθέντα βασιλεύειν; Δαυίδης δʼ ἐπιστραφεὶς πρὸς αὐτόν, οὐ παύσεσθʼ, εἶπεν, ὦ Σαρουίας παῖδες; μὴ κινήσητε πάλιν ἡμῖν καινὰς ἐπὶ ταῖς πρώταις ταραχὰς καὶ στάσεις·οὐ γὰρ ἀγνοεῖν ὑμᾶς προσῆκεν, ὅτι σήμερον ἄρχομαι τῆς βασιλείας. διὸ πᾶσιν ἀφιέναι τὰς κολάσεις τοῖς ἀσεβήσασιν ὄμνυμι καὶ μηδενὶ τῶν ἁμαρτόντων ἐπεξελθεῖν. σύ τε, εἶπεν, ὦ Σαμούι, θάρρει καὶ δείσῃς μηδὲν ὡς τεθνηξόμενος. ὁ δὲ προσκυνήσας αὐτὸν προῆγεν.Ἀπήντησε δʼ αὐτῷ καὶ ὁ Σαούλου υἱωνὸς Μεμφίβοσθος ῥυπαράν τε τὴν ἐσθῆτα περικείμενος καὶ τὴν κόμην βαθεῖαν καὶ κατημελημένην ἔχων· μετὰ γὰρ τὴν Δαυίδου φυγὴν οὔτε ἀπεκείρατο λυπούμενος οὔτʼ ἐκάθηρε τὴν ἐσθῆτα κατακρίνας αὑτοῦ συμφορὰν ταύτην ἐπὶ τῇ τοῦ βασιλέως μεταβολῇ· διεβέβλητο δὲ καὶ ὑπὸ τοῦ ἐπιτρόπου Σιβᾶ πρὸς αὐτὸν ἀδίκως.ἀσπασαμένου δὲ αὐτοῦ καὶ προσκυνήσαντος ἤρξατο πυνθάνεσθαι, τί δήποτʼ οὐ συνεξῆλθεν αὐτῷ καὶ κοινωνὸς ἦν τῆς φυγῆς; ὁ δʼ ἀδίκημα τοῦτʼ ἔλεγεν εἶναι Σιβᾶ· κελευσθεὶς γὰρ παρασκευάσαι τὰ πρὸς τὴν ἔξοδον οὐκ ἐφρόντισεν, ἀλλʼ ὥσπερ ἀνδραπόδου τινὸς οὕτως παρήκουσεν.εἰ μέντοι γε τὰς βάσεις εἶχον ἐρρωμένας, οὐκ ἂν ἀπελείφθην σου χρῆσθαι πρὸς τὴν φυγὴν ταύταις δυνάμενος. οὐ τοῦτο δὲ μόνον ἠδίκησέ μου τὴν πρὸς σέ, δέσποτα, εὐσέβειαν, ἀλλὰ καὶ προσδιέβαλε καὶ κατεψεύσατο κακουργῶν. ἀλλʼ οἶδα γάρ, ὅτι τούτων οὐδὲν ἡ σὴ διάνοια προσίεται δικαία τε οὖσα καὶ τὴν ἀλήθειαν ἐνισχύειν βουλομένη καὶ τὸ θεῖον ἀγαπῶσα·μείζονα γὰρ κινδυνεύσας παθεῖν ὑπὸ τοῦ πάππου τοὐμοῦ καὶ τῆς ὅλης ἡμῶν γενεᾶς ὀφειλούσης εἰς ἐκεῖνα ἀπολωλέναι, σύ τε μέτριος καὶ χρηστὸς ἐγένου τότε μάλιστα πάντων ἐκείνων λήθην ποιησάμενος, ὅτʼ ἐξουσίαν τῆς ὑπὲρ αὐτῶν τιμωρίας εἶχεν ἡ μνήμη. φίλον δὲ σὸν ἔκρινας ἐμὲ καὶ ἐπὶ τῆς τραπέζης εἶχες ὁσημέραι, καὶ οὐδὲν ἀπέλειπον τῶν συγγενῶν τοῦ μάλιστα τιμωμένου.ταῦτʼ εἰπόντος οὔτε τὸν Μεμφίβοσθον ἔγνω κολάζειν οὔθʼ ὡς καταψευσαμένου τοῦ Σιβᾶ πρὸς αὐτὸν καταδικάζειν, ἀλλʼ ὑπὲρ μὲν τοῦ μὴ μετὰ Σιβᾶ ἐλθεῖν ἐκείνῳ πάντα χαρίσασθαι φήσας αὐτῷ συγγινώσκειν ὑπέσχετο τὰ ἡμίση τῆς οὐσίας αὐτῷ κελεύσας ἀποδοθῆναι. ὁ δὲ Μεμφίβοσθος πάντʼ ἐχέτω μέν, εἶπε, Σιβάς, ἐμοὶ δʼ ἀπόχρη τὸ σὲ τὴν βασιλείαν ἀπολαβεῖν.