τοῦτό τις ἰδὼν τῶν Δαυίδου στρατιωτῶν ἐδήλωσεν Ἰωάβῳ, καὶ πεντήκοντα σίκλους ἂν αὐτῷ δεδωκέναι τοῦ στρατηγοῦ φήσαντος, εἰ βαλὼν ἀπέκτεινε τὸν Ἀψάλωμον, οὐδʼ εἰ χιλίους, εἶπεν, ἔμελλές μοι παρέξειν, τοῦτʼ ἂν διέθηκά μου τὸν τοῦ δεσπότου παῖδα, καὶ ταῦτʼ ἐκείνου πάντων ἡμῶν ἀκουόντων φείσασθαι τοῦ νεανίσκου δεηθέντος.ὁ δὲ κελεύσας αὐτῷ δεῖξαι ποῦ κρεμάμενον ἴδοι τὸν Ἀψάλωμον τοξεύσας κατὰ τῆς καρδίας ἀπέκτεινεν· οἱ δὲ τὰ τοῦ Ἰωάβου κομίζοντες ὅπλα περιστάντες ἐν κύκλῳ τὸ δένδρον κατασπῶσι τὸν νεκρόν·καὶ τὸν μὲν εἰς χάσμα βαθὺ καὶ ἀχανὲς ῥίψαντες ἐπιβάλλουσιν αὐτῷ λίθους, ὥστε ἀναπληρωθῆναι καὶ τὸ σχῆμα τάφου καὶ μέγεθος λαβεῖν, σημήνας δὲ ἀνακλητικὸν ὁ Ἰώαβος ἐπέσχε τοῦ διώκειν τοὺς οἰκείους στρατιώτας τὴν τῶν πολεμίων δύναμιν φειδόμενος τῶν ὁμοφύλων.Ἔστησε δʼ Ἀψάλωμος ἐν τῇ κοιλάδι τῇ βασιλικῇ στήλην λίθου μαρμαρίνου δύο σταδίους ἀπέχουσαν Ἱεροσολύμων, ἣν προσηγόρευσεν ἰδίαν χεῖρα λέγων, ὡς καὶ τῶν τέκνων αὐτοῦ διαφθαρέντων ἐν τῇ στήλῃ μενεῖ τὸ ὄνομα· τέκνα γὰρ ἦν αὐτῷ τρία μὲν ἄρρενα, θυγάτηρ δὲ μία Θωμάρα τοὔνομα, ὡς προειρήκαμεν.συνοικησάσης δʼ αὐτῆς τῷ Σολόμωνος υἱῷ Ῥοβοάμῳ γίνεται παῖς ὁ διαδεξάμενος τὴν βασιλείαν Ἀβίας. καὶ περὶ μὲν τούτων ἐν ὑστέροις οἰκειότερον τῇ ἱστορίᾳ δηλώσομεν. μετὰ δὲ τὴν Ἀψαλώμου τελευτὴν ὁ μὲν λαὸς εἰς τὰ οἰκεῖα διεσπάρη.Ἀχιμᾶς δὲ ὁ Σαδώκου τοῦ ἀρχιερέως υἱὸς Ἰωάβῳ προσελθὼν ἐδεῖτο αὐτοῦ τὴν νίκην ἐπιτρέψαι πορευθέντι Δαυίδῃ μηνῦσαι, καὶ ὅτι τῆς παρὰ τοῦ θεοῦ βοηθείας ἔτυχε καὶ προνοίας εὐαγγελίσασθαι.καὶ τὸν μέν, οὐ προσήκειν εἰπὼν αὐτῷ καλῶν ἄγγελον ἀεὶ γεγενημένον νῦν ἀπιέναι δηλώσοντα θάνατον τῷ βασιλεῖ τοῦ παιδὸς αὐτοῦ, μένειν ἠξίου, καλέσας δὲ τὸν Χουσὶν ἐκείνῳ προσέταξε τὸ ἔργον, ἵνʼ ὅπερ αὐτὸς εἶδε τοῦτο μηνύσειε τῷ βασιλεῖ.τοῦ δʼ Ἀχιμᾶ πάλιν δεηθέντος αὐτῷ τὴν ἀγγελίαν ἐφεῖναι, περὶ μόνης γὰρ αὐτὴν ποιήσεσθαι τῆς νίκης ἡσυχάσειν δὲ περὶ τῆς Ἀψαλώμου τελευτῆς, ἐπέτρεψεν αὐτῷ τὴν πρὸς τὸν Δαυίδην ἄφιξιν. καὶ τὴν ἐπιτομωτέραν ἐκβαλὼν τῶν ὁδῶν, καὶ γὰρ μόνος αὐτὴν ἐγίνωσκε, τὸν Χουσὶν φθάνει.καθεζομένῳ δὲ Δαυίδῃ μεταξὺ τῶν πυλῶν καὶ περιμένοντι, πότʼ αὐτῷ τις ἐλθὼν ἀπὸ τῆς μάχης ἀγγείλῃ τὰ κατʼ αὐτήν, τῶν σκοπῶν τις ἰδὼν τὸν Ἀχιμᾶν τρέχοντα καὶ μήπω τίς ἐστι γνωρίσαι δυνάμενος εἶπε πρὸς τὸν Δαυίδην βλέπειν τινὰ παραγινόμενον πρὸς αὐτόν.τοῦ δʼ ἄγγελον εἶναι φήσαντος ἀγαθῶν, μετʼ ὀλίγον ἕπεσθαί τινα καὶ ἕτερον ἐδήλωσεν αὐτῷ. κἀκεῖνον δὲ ἄγγελον εἰπόντος, ἰδὼν τὸν Ἀχιμᾶν ὁ σκοπὸς ἤδη ἐγγὺς γεγενημένον τὸν Σαδώκου παῖδα τοῦ ἀρχιερέως προστρέχειν ἐσήμαινεν. ὁ δὲ Δαυίδης περιχαρὴς γενόμενος ἀγαθῶν ἄγγελον τοῦτον ἔφησεν εἶναι καί τι τῶν εὐκταίων αὐτῷ φέρειν ἀπὸ τῆς μάχης.Καὶ μεταξὺ ταῦτα λέγοντος τοῦ βασιλέως φανεὶς ὁ Ἀχιμᾶς προσκυνεῖ τὸν βασιλέα, καὶ πυθομένῳ περὶ τῆς μάχης νίκην εὐαγγελίζεται καὶ κράτος. ἐρομένῳ δʼ εἴ τι καὶ περὶ τοῦ παιδὸς ἔχοι λέγειν αὐτὸς μὲν ἔφασκεν εὐθὺς ὁρμῆσαι πρὸς αὐτὸν τῆς τροπῆς τῶν πολεμίων γενομένης, ἀκοῦσαι δὲ μεγάλης φωνῆς διωκόντων τὸν Ἀψάλωμον καὶ πλεῖον τούτου μηδὲν δεδυνῆσθαι μαθεῖν διὰ τὸ πεμφθέντα ὑπὸ Ἰωάβου δηλῶσαι τὴν νίκην ἐπείγεσθαι.παραγενομένου δὲ τοῦ Χουσὶ καὶ προσκυνήσαντος καὶ τὴν νίκην σημήναντος, περὶ τοῦ παιδὸς αὐτὸν ἀνέκρινεν. ὁ δʼ ἐχθροῖς, εἶπε, τοῖς σοῖς οἷα συμβέβηκεν Ἀψαλώμῳ γένοιτο.οὗτος ὁ λόγος οὐδὲ τὴν ἐπὶ τῇ νίκῃ χαρὰν εἴασεν οὔτʼ αὐτῷ μεῖναι μεγίστην οὖσαν οὔτε τοῖς στρατιώταις· αὐτὸς μὲν γὰρ ἀναβὰς ἐπὶ τὸ ὑψηλότατον τῆς πόλεως ἀπεκλαίετο τὸν υἱὸν τυπτόμενος τὰ στέρνα καὶ τὴν κεφαλὴν σπαραττόμενος καὶ παντοίως αὑτὸν αἰκιζόμενος καὶ τέκνον, ἐκβοῶν, εἴθε μοι τὸν θάνατον ἐπελθεῖν ἐγένετο καὶ ἅμα σοι τελευτῆσαι · φύσει γὰρ ὢν φιλόστοργος πρὸς ἐκεῖνον μᾶλλον συμπαθῶς εἶχεν.ἡ στρατιὰ δὲ καὶ Ἰώαβος ἀκούσαντες, ὅτι πενθεῖ τὸν υἱὸν οὕτως ὁ βασιλεύς, ᾐσχύνθησαν μετὰ τοῦ τῶν νενικηκότων σχήματος εἰσελθεῖν εἰς τὴν πόλιν, κατηφεῖς δὲ καὶ δεδακρυμένοι πάντες ὡς ἀφʼ ἥττης παρῆλθον.κατακαλυψαμένου δὲ τοῦ βασιλέως καὶ στένοντος τὸν υἱὸν εἴσεισι πρὸς αὐτὸν Ἰώαβος καὶ παρηγορῶν ὦ δέσποτα, φησί, λανθάνεις διαβάλλων σαυτὸν οἷς ποιεῖς, ὅτι τοὺς μὲν ἀγαπῶντάς σε καὶ περὶ σοῦ κινδυνεύοντας καὶ σαυτὸν καὶ τὴν σὴν γενεὰν δοκεῖς μισεῖν, στέργειν δὲ τοὺς ἐχθροτάτους καὶ ποθεῖν οὐκέτʼ ὄντας, οἳ δίκῃ τεθνήκασιν·εἰ γὰρ Ἀψάλωμος ἐκράτησε καὶ τὴν βασιλείαν βεβαίως κατέσχεν, οὐδενὸς ἂν ἡμῶν ὑπελείφθη λείψανον, ἀλλὰ πάντες ἂν ἀπὸ σοῦ καὶ τῶν σῶν ἀρξάμενοι τέκνων ἀπωλώλειμεν οἰκτρῶς, οὐ κλαιόντων ἡμᾶς τῶν πολεμίων ἀλλὰ καὶ χαιρόντων καὶ τοὺς ἐλεοῦντας ἐπὶ τοῖς κακοῖς κολαζόντων. σὺ δʼ οὐκ αἰσχύνῃ ταῦτα ποιῶν ἐπὶ μᾶλλον ἐχθρῷ, ὅτι σὸς υἱὸς ὢν ἀσεβὴς οὕτως ἐγένετο.παυσάμενος οὖν τῆς ἀδίκου λύπης προελθὼν ὄφθητι τοῖς σαυτοῦ στρατιώταις καὶ τῆς νίκης αὐτοῖς καὶ τῆς περὶ τοὺς ἀγῶνας προθυμίας εὐχαρίστησον. ὡς ἐγὼ τήμερον, ἂν ἐπιμένῃς τοῖς ἄρτι πραττομένοις, ἀναπείσας ἀποστῆναί σου τὸν λαὸν καὶ τὴν βασιλείαν ἑτέρῳ παραδοῦναι, τότε σοι πικρότερον καὶ ἀληθὲς ποιήσω τὸ πένθος.