ἡ δὲ καθιμήσασα τοὺς νεανίσκους εἰς φρέαρ καὶ πλάκας ἄνωθεν ἐρίων ἐρίων ἐπιβαλοῦσα, ὡς ἧκον οἱ διώκοντες αὐτοὺς καὶ περὶ αὐτῶν ἀνέκριναν εἰ θεάσαιτο, ἰδεῖν οὐκ ἠρνήσατο, πιόντας γὰρ παρʼ αὐτῇ πάλιν ἀπελθεῖν, εἰ μέντοι γε συντόνως διώξουσι καταλήψεσθαι προύλεγεν. ὡς δʼ ἐπὶ πολὺ διώξαντες οὐ κατέλαβον, ἀνέστρεψαν εἰς τοὐπίσω.θεασαμένη δʼ αὐτοὺς ἀναζεύξαντας ἡ γυνὴ καὶ μηδένα φόβον τοῖς νεανίσκοις ἀπʼ αὐτῶν ἔτι συλλήψεως εἶναι, ἀνιμήσασα τὴν προκειμένην ὁδὸν ἀνύειν παρεκελεύσατο· καὶ πολλῇ σπουδῇ καὶ τάχει χρησάμενοι περὶ τὴν ὁδοιπορίαν ἧκον πρὸς Δαυίδην καὶ πάντʼ ἀκριβῶς ἐδήλωσαν τὰ παρʼ Ἀψαλώμου βεβουλευμένα. ὁ δὲ διαβῆναι τὸν Ἰόρδανον τοὺς μεθʼ ἑαυτοῦ προσέταξεν ἤδη νυκτὸς οὔσης καὶ μηδὲν ὀκνεῖν διʼ αὐτήν.Ἀχιτόφελος δὲ τῆς γνώμης αὐτοῦ παρευδοκιμηθείσης ἐπιβὰς τοῦ κτήνους ἐξώρμησεν εἰς Γελμὼν τὴν πατρίδα· καὶ συγκαλέσας τοὺς οἰκείους ἅπαντας ἃ συνεβούλευσεν Ἀψαλώμῳ ταῦτʼ αὐτοῖς διεξῆλθε, καὶ ὡς οὐ πεισθεὶς φανερός ἐστιν οὐκ εἰς μακρὰν ἀπολούμενος· Δαυίδην δὲ κρατήσειν ἔλεγεν καὶ ἐπανήξειν ἐπὶ τὴν βασιλείαν.ἄμεινον οὖν ἔφησεν εἶναι τοῦ ζῆν αὑτὸν ἐξαγαγεῖν ἐλευθέρως καὶ μεγαλοφρόνως ἢ παρασχεῖν αὑτὸν εἰς κόλασιν Δαυίδῃ, καθʼ οὗ πάντα συνέπραττεν Ἀψαλώμῳ. ταῦτα διαλεχθεὶς καὶ παρελθὼν εἰς τὸ μυχαίτατον τῆς οἰκίας ἀνήρτησεν ἑαυτόν. καὶ τὸν μὲν Ἀχιτόφελον τοιούτου θανάτου δικαστὴν αὑτῷ γενόμενον καθελόντες ἐκ τῆς ἀγχόνης ἐκήδευσαν οἱ προσήκοντες.ὁ δὲ Δαυίδης διαβὰς τὸν Ἰόρδανον, καθὼς προειρήκαμεν, εἰς Παρεμβολὰς καλλίστην καὶ ὀχυρωτάτην πόλιν παραγίνεται· δέχονται δὲ αὐτὸν ἀσμενέστατα πάντες οἱ πρῶτοι τῆς χώρας κατά τε αἰδῶ τῆς τότε φυγῆς καὶ κατὰ τιμὴν τῆς προτέρας εὐπραγίας. ἦσαν δὲ οὗτοι Βερζελαῖος ὁ Γαλαδίτης καὶ Σειφὰρ ὁ τῆς Ἀμμανίτιδος δυνάστῃς καὶ Μάχειρος ὁ τῆς Γαλαδίτιδος χώρας πρῶτος.οὗτοι πᾶσαν αὐτῷ καὶ τοῖς ἐκείνου τῶν ἐπιτηδείων ἐκτένειαν παρέσχον, ὡς μήτε κλίνας ἐπιλιπεῖν ἐστρωμένας μήτε ἄρτους καὶ οἶνον, ἀλλὰ καὶ θυμάτων ἀφθονίαν χορηγῆσαι καὶ τῶν εἰς ἀνάπαυσιν ἤδη κεκοπωμένοις καὶ τροφὴν χρησίμων εὐπορίαν διαρκῆ παρασχεῖν.Καὶ οἱ μὲν ἐν τούτοις ἦσαν· Ἀψάλωμος δʼ ἀθροίσας μεγάλην στρατιὰν τῶν Ἑβραίων ἐπὶ τὸν πατέρα καὶ διαβὰς τὸν Ἰόρδανον ποταμὸν οὐ πόρρω κατέζευξε τῶν Παρεμβολῶν ἐν τῇ Γαλαδιτῶν χώρᾳ, καταστήσας στρατηγὸν πάσης τῆς δυνάμεως Ἀμασᾶν εἰς τὴν Ἰωάβου τάξιν τοῦ συγγενοῦς αὐτοῦ· πατρὸς μὲν γὰρ ἦν Ἰεθράου μητρὸς δὲ Ἀβιγαίας, αὕτη δὲ καὶ Σουρία ἡ Ἰωάβου μήτηρ ἀδελφαὶ ἦσαν Δαυίδου.ὡς δʼ ἐξαριθμήσας τοὺς σὺν αὐτῷ Δαυίδης περὶ τετρακισχιλίους εὗρεν ὄντας, οὐκ ἔγνω μένειν, πότʼ ἐπʼ αὐτὸν Ἀψάλωμος ἔλθῃ, προσθεὶς δὲ τοῖς οὖσι χιλιάρχους καὶ ἑκατοντάρχους καὶ διελὼν εἰς τρία μέρη τὸ μὲν τῷ στρατηγῷ παρέδωκεν Ἰωάβῳ, τὸ δὲ τῷ ἀδελφῷ αὐτοῦ Ἀβεσσαίῳ, τὴν δὲ τρίτην μοῖραν ἐνεχείρισεν Ἐσθαίῳ συνήθει μὲν ὄντι καὶ φίλῳ ἐκ δὲ τῆς Γιττῶν πόλεως ὑπάρχοντι.βουλόμενον δὲ συνεκστρατεύειν αὐτὸν οὐκ εἴασαν οἱ φίλοι γνώμῃ κατασχόντες σοφωτάτῃ· νικηθέντες μὲν γὰρ σὺν αὐτῷ πᾶσαν ἀποβαλεῖν ἐλπίδα χρηστὴν ἔφασκον, ἂν δὲ ἡττηθέντες ἑνὶ μέρει τῆς δυνάμεως τῷ λοιπῷ πρὸς αὐτὸν φύγωσιν ἀμείνονα παρασκευάσειν αὐτὸν ἰσχύν· ὑπονοήσειν δὲ καὶ τοὺς πολεμίους εἰκός ἐστιν ἄλλο μετʼ αὐτοῦ στράτευμα εἶναι.πεισθεὶς δὲ τῇ συμβουλίᾳ ταύτῃ μένειν μὲν αὐτὸς ἐν ταῖς Παρεμβολαῖς ἔκρινεν, ἐκπέμπων δὲ τοὺς φίλους καὶ τοὺς στρατηγοὺς ἐπὶ τὸν πόλεμον παρεκάλει προθυμίαν ἐναποδείξασθαι καὶ πίστιν καὶ μνήμην, εἴ τινος τῶν μετρίως ἐχόντων παρʼ αὐτοῦ ἔτυχον· φείσασθαι δὲ καὶ τοῦ παιδὸς Ἀψαλώμου κρατήσαντας ἠντιβόλει, μὴ κακὸν αὑτὸν ἐργάσηταί τι τελευτήσαντος αὐτοῦ. καὶ ὁ μὲν νίκην αὐτοῖς ἐπευξάμενος ἐκπέμπει τὴν στρατιάν.Ἰωάβου δὲ παρατάξαντος τὴν δύναμιν ἀντικρὺ τῶν πολεμίων ἐν πεδίῳ μεγάλῳ ἐξόπισθεν περιβεβλημένῳ δρυμὸν ἀντεξάγει τὴν στρατιὰν καὶ Ἀψάλωμος. καὶ συμβολῆς γενομένης ἔργα μεγάλα χειρῶν τε καὶ τόλμης παρʼ ἀμφοτέρων ἐπεδείκνυτο, τῶν μὲν ὑπὲρ τοῦ τὴν βασιλείαν ἀπολαβεῖν Δαυίδην παρακινδυνευόντων καὶ πάσῃ προθυμίᾳ χρωμένων, τῶν δʼ ἵνα μὴ ταύτην Ἀψάλωμος ἀφαιρεθῇ καὶ δῷ τῷ πατρὶ δίκας κολασθεὶς ἀνθʼ ὧν ἐτόλμησεν οὐδὲν ὀκνούντων οὔτε ποιεῖν οὔτε πάσχειν,ἔτι δὲ τῶν μὲν πλειόνων ἵνα μὴ κρατηθῶσιν ὑπὸ τῶν σὺν Ἰωάβῳ καὶ τοῖς σὺν αὐτῷ στρατηγοῖς ὄντων ὀλίγων, αἰσχύνην γὰρ αὐτοῖς τοῦτο εἶναι μεγίστην, τῶν δὲ Δαυίδου στρατιωτῶν ἵνα τοσούτων μυριάδων κρατήσωσι φιλοτιμουμένων, ἔρις ἐγένετο καρτερά, καὶ νικῶσιν οἱ Δαυίδου ῥώμῃ τε προύχοντες καὶ τῇ τῶν πολεμικῶν ἐπιστήμῃ.φεύγοντας δὲ διὰ δρυμῶν καὶ φαράγγων ἑπόμενοι τοὺς μὲν ἐλάμβανον πολλοὺς δὲ ἀνῄρουν, ὡς φεύγοντας πεσεῖν πλείονας ἢ μαχομένους· ἔπεσον γὰρ ὡς δισμύριοι ἐπʼ ἐκείνης τῆς ἡμέρας. οἱ δὲ τοῦ Δαυίδου πάντες ὥρμησαν ἐπὶ τὸν Ἀψάλωμον· φανερὸς γὰρ αὐτοῖς ὑπό τε τοῦ κάλλους καὶ τοῦ μεγέθους ἐγένετο.δείσας δέ, μὴ καταλάβωσιν αὐτὸν οἱ πολέμιοι, ἐπιβὰς τῆς ἡμιόνου τῆς βασιλικῆς ἔφευγε· φερόμενος δὲ μετὰ ῥύμης καὶ ὑπὸ τοῦ σάλου καὶ τῆς κινήσεως κοῦφος ὤν, ἐμπλακείσης αὐτῷ τῆς κόμης τραχεῖ δένδρῳ μεγάλοις ἐπὶ πολὺ κλάδοις ἐκτεταμένῳ παραδόξως ἀνακρεμνᾶται. καὶ τὸ μὲν κτῆνος ὑπʼ ὀξύτητος ὡς ἐπικείμενον τὸν δεσπότην ἔτι φέρον ἐχώρει προσωτέρω, ὁ δʼ ἐκ τῶν κλάδων αἰωρούμενος ἐκρατεῖτο τοῖς πολεμίοις.