Ἀψαλώμου δὲ καὶ Ἀχιτοφέλου τοῦ συμβούλου παραγενομένων εἰς Ἱεροσόλυμα σὺν ἅπαντι τῷ λαῷ, καὶ ὁ Δαυίδου φίλος ἧκε πρὸς αὐτοὺς καὶ προσκυνήσας αὐτὸν συνηύχετο τὴν βασιλείαν εἰς αἰῶνα καὶ τὸν πάντα παραμεῖναι χρόνον. φήσαντος δʼ ἐκείνου πρὸς αὐτόν, τί δήποτε φίλος ἐν τοῖς μάλιστα τοῦ πατρὸς αὐτοῦ γεγενημένος καὶ πρὸς ἅπαντα πιστὸς εἶναι δόξας οὐ σὺν αὐτῷ νῦν ἐστιν, ἀλλὰ καταλιπὼν ἐκεῖνον μεταβαίη πρὸς αὐτόν, δεξιῶς ἀποκρίνεται καὶ σωφρόνως·εἶπε γὰρ ἕπεσθαι δεῖν αὐτὸν τῷ θεῷ καὶ τῷ παντὶ πλήθει. τούτων οὖν μετὰ σοῦ, ὦ δέσποτα, γεγενημένων εἰκότως ἕπομαι κἀγώ· τὴν γὰρ βασιλείαν ἔλαβες παρὰ τοῦ θεοῦ. τὴν αὐτὴν μέντοι γε πίστιν καὶ εὔνοιαν ἐνδείξομαι πιστευόμενος εἶναι φίλος, ἣν οἶσθά με τῷ πατρί σου παρεσχημένον. ἀγανακτεῖν δʼ οὐδὲν προσῆκε τοῖς παροῦσιν· οὐ γὰρ εἰς ἄλλην οἰκίαν ἡ βασιλεία μεταβέβηκε, μεμένηκε δʼ ἐπὶ τῆς αὐτῆς υἱοῦ παραλαβόντος.ταῦτα λέγων ἔπειθεν· ὕποπτον γὰρ αὐτὸν εἶχε. καὶ καλέσας τὸν Ἀχιτόφελον συνεβουλεύετο αὐτῷ τί δεῖ ποιεῖν· ὁ δὲ παρῄνεσε ταῖς τοῦ πατρὸς αὐτὸν παλλακαῖς συνελθεῖν· ἐκ τούτου γὰρ εἴσεσθαι τὸν λαὸν ἔλεγε πιστεύσαντα, ὡς ἀδιάλλακτά σοι τὰ πρὸς αὐτόν ἐστι, καὶ μετὰ πολλῆς συστρατεύσεσθαι προθυμίας ἐπὶ τὸν πατέρα· μέχρι δεῦρο γὰρ φανερὰν ἔχθραν ἀναλαμβάνειν δεδιέναι προσδοκῶντας ὑμᾶς ὁμονοήσειν.πεισθεὶς δὲ τῇ συμβουλίᾳ κελεύει σκηνὴν αὑτῷ πῆξαι τοὺς οἰκέτας ἐπὶ τοῦ βασιλείου τοῦ πλήθους ὁρῶντος, καὶ παρελθὼν συνέρχεται ταῖς τοῦ πατρὸς παλλακαῖς. ταῦτα δʼ ἐγένετο κατὰ τὴν Νάθα προφητείαν, ἣν τῷ Δαυίδῃ σημαίνων τὴν ἐκ τοῦ παιδὸς ἐσομένην ἐπίθεσιν προεφήτευσε.Ποιήσας δʼ Ἀψάλωμος τὰ παραινεθέντα αὐτῷ ὑπὸ τοῦ Ἀχιτοφέλου δεύτερον αὐτὸν ἠξίου συμβουλεύειν περὶ τοῦ πολέμου τοῦ πρὸς τὸν πατέρα. μυρίους δʼ αὐτὸν ἐπιλέκτους αἰτήσαντος ἐκείνου καὶ τόν τε πατέρα κτενεῖν αὐτοῦ καὶ τοὺς σὺν αὐτῷ ζωοὺς ἀνάξειν ὑποσχομένου καὶ βεβαίαν τότε τὴν βασιλείαν ἔσεσθαι φήσαντος Δαυίδου μηκέτι ζῶντος,ἀρεσθεὶς τῇ γνώμῃ μετακαλεῖται καὶ τὸν Χουσὶν τὸν Δαυίδου ἀρχίφιλον· οὕτως γὰρ αὐτὸν ἐκεῖνος ἐκάλει· καὶ τὴν Ἀχιτοφέλου γνώμην αὐτῷ δηλώσας, τί καὶ αὐτῷ δοκεῖ περὶ αὐτῆς ἐπυνθάνετο. συνιδὼν δʼ, ὅτι γενομένων ὧν Ἀχιτόφελος συνεβούλευσε κινδυνεύσει Δαυίδης συλληφθεὶς ἀποθανεῖν, γνώμην εἰσφέρειν ἐναντίαν ἐπειρᾶτο·οὐ γὰρ ἀγνοεῖς εἶπεν, ὦ βασιλεῦ, τὴν τοῦ πατρὸς καὶ τὴν τῶν συνόντων αὐτῷ ἀνδρείαν, ὅτι καὶ πολλοὺς πολέμους πεπολέμηκε καὶ πάντοτε κρατῶν τῶν ἐχθρῶν ἀπήλλακται. νῦν δὲ εἰκὸς αὐτὸν ἐπὶ στρατοπέδου μένειν· στρατηγῆσαι γὰρ ἱκανώτατος καὶ προϊδεῖν ἀπάτην ἐπερχομένων πολεμίων·ἀλλὰ κατὰ τὴν ἑσπέραν ἀπολιπὼν τοὺς ἰδίους ἢ εἴς τινα τῶν αὐλώνων ἑαυτὸν ἀποκρύψει ἢ πρὸς πέτρᾳ τινὶ λοχήσει· συμβαλόντων δὲ τῶν ἡμετέρων οἱ μὲν ἐκείνου πρὸς μικρὸν ὑποχωρήσουσιν, αὐτοὶ δὲ θαρσήσαντες ὡς τοῦ βασιλέως αὐτοῖς ἐγγὺς ὄντος ἀντιστήσονται, καὶ μεταξὺ τούτων μαχομένων ὁ πατὴρ ἐπιφανεὶς ἐξαίφνης τοῖς μὲν εὐψυχίαν πρὸς τοὺς κινδύνους παρασκευάσει τοὺς δὲ σοὺς καταπλήξεται.παράθου δὴ τοίνυν καὶ τὴν ἐμὴν συμβουλίαν τῷ λογισμῷ καὶ ταῦτʼ ἐπιγνοὺς ἄριστα τὴν μὲν Ἀχιτοφέλου γνώμην παραίτησαι, πέμψας δʼ εἰς πᾶσαν τὴν χώραν τῶν Ἑβραίων παράγγειλον αὐτοῖς τὴν ἐπὶ τὸν πατέρα σου στρατείαν, καὶ παραλαβὼν αὐτὸς τὴν δύναμιν τοῦ πολέμου γίνου στρατηγὸς καὶ μὴ πιστεύσῃς τοῦτον ἑτέρῳ.νικήσειν γὰρ προσδόκα ῥᾳδίως αὐτόν, ἂν ἐν φανερῷ καταλάβῃς ὄντα μετʼ ὀλίγων αὐτὸς πολλὰς ἔχων μυριάδας βουλομένων τὴν περὶ σὲ σπουδὴν ἐπιδείξασθαι καὶ προθυμίαν. ἂν δʼ ὁ πατὴρ αὑτὸν εἰς πολιορκίαν περικλείσῃ, μηχανήμασι καὶ ὀρύγμασιν ὑπονόμοις καθαιρήσομεν ἐκείνην τὴν πόλιν.ταῦτʼ εἰπὼν εὐδοκίμησε μᾶλλον Ἀχιτοφέλου· τῆς γὰρ ἐκείνου γνώμης ἡ τούτου προεκρίθη παρʼ Ἀψαλώμου. θεὸς μέντοι γε ἦν ὁ τούτου τῇ διανοίᾳ τὴν τοῦ Χουσὶ συμβουλίαν συστήσας ἀμείνω εἶναι δοκεῖν.Σπεύσας δὲ πρὸς τοὺς ἀρχιερέας Σάδωκον καὶ Ἀβιάθαρον καὶ τήν τε Ἀχιτοφέλου γνώμην ἐξειπὼν αὐτοῖς καὶ τὴν ἑαυτοῦ καὶ ὅτι δέδοκται τὰ ὑπʼ αὐτοῦ παραινεθέντα πράττειν, ἐκέλευσε μηνύειν πέμψαντας Δαυίδῃ καὶ φανερὰ ποιεῖν τὰ συμβεβουλευμένα καὶ προσπαρακελεύσασθαι ταχέως διαβῆναι τὸν Ἰόρδανον, μὴ μεταγνοὺς ὁ παῖς αὐτοῦ διώκειν ὁρμήσῃ καὶ πρὶν ἐν ἀσφαλείᾳ γένηται φθάσας καταλάβῃ.οἱ δὲ ἀρχιερεῖς ἐξεπίτηδες τοὺς υἱοὺς ἔξω τῆς πόλεως κεκρυμμένους εἶχον, ὅπως διακομίσωσι πρὸς τὸν Δαυίδην τὰ πραττόμενα· πέμψαντες οὖν πιστὴν θεραπαινίδα πρὸς αὐτοὺς φέρουσαν τὰ βεβουλευμένα ὑπὸ τοῦ Ἀψαλώμου προσέταξαν μετὰ σπουδῆς ταῦτα Δαυίδῃ σημαίνειν.οἱ δʼ οὐδὲν εἰς ἀναβολὰς καὶ μέλλησιν ὑπερέθεντο, λαβόντες δὲ τὰς τῶν πατέρων ἐντολὰς εὐσεβεῖς ἅμα καὶ πιστοὶ γίνονται διάκονοι· καὶ τῆς ὑπηρεσίας τὸ τάχος καὶ τὴν ὀξύτητα κρίναντες ἄριστα εἶναι ἠπείγοντο συμβαλεῖν Δαυίδῃ.γενομένους δʼ αὐτοὺς ἀπὸ σταδίων τῆς πόλεως δύο θεῶνταί τινες ἱππεῖς καὶ διαβάλλουσι πρὸς τὸν Ἀψάλωμον· ὁ δʼ εὐθὺς ἔπεμψε τοὺς συλληψομένους. νοήσαντες δὲ τοῦτο οἱ τῶν ἀρχιερέων παῖδες ἐκτραπέντες τῆς ὁδοῦ παραχρῆμα εἰς κώμην τινὰ τῶν Ἱεροσολύμων οὐκ ἄπωθεν αὑτοὺς ἔδωκαν, Βοκχόρης ἦν ὄνομα τῇ πόλει, καὶ γυναικὸς ἐδεήθησάν τινος κρύψαι καὶ παρασχεῖν αὐτοῖς τὴν ἀσφάλειαν.