τούτοις δημαγωγῶν τὸ πλῆθος ὡς βεβαίαν ἤδη τὴν παρὰ τῶν ὄχλων εὔνοιαν ἐνόμιζε, μετὰ δὲ τὴν τοῦ πατρὸς αὐτοῦ καταλλαγὴν τεσσάρων ἐτῶν ἤδη διεληλυθότων, ἐδεῖτο προσελθὼν εἰς Γιβρῶνα συγχωρῆσαι πορευθέντι θυσίαν ἀποδοῦναι τῷ θεῷ· φεύγοντα γὰρ αὐτὸν εὔξασθαι. τοῦ δὲ Δαυίδου τὴν ἀξίωσιν ἐφέντος πορεύεται, καὶ πολὺς ἐπισυνέρρευσεν ὄχλος ἐπὶ πολλοὺς αὐτοῦ διαπέμψαντος.Παρῆν δὲ καὶ ὁ Δαυίδου σύμβουλος ὁ Γελμωναῖος Ἀχιτόφελος καὶ διακόσιοί τινες ἐξ αὐτῶν Ἱεροσολύμων οὐκ εἰδότες μὲν τὴν ἐπιχείρησιν, ὡς δʼ ἐπὶ θυσίαν μετεσταλμένοι· καὶ βασιλεὺς ὑπὸ πάντων ἀποδείκνυται τοῦτο γενέσθαι στρατηγήσας.ὡς δʼ ἀπηγγέλη ταῦτα Δαυίδῃ καὶ παρʼ ἐλπίδας αὐτῷ τὰ παρὰ τοῦ παιδὸς ἠκούσθη, δείσας ἅμα καὶ τῆς ἀσεβείας καὶ τῆς τόλμης αὐτὸν θαυμάσας, ὅτι μηδὲ τῆς ἐπὶ τοῖς ἡμαρτημένοις συγγνώμης ἐμνημόνευσεν, ἀλλʼ ἐκείνων πολὺ χείροσι καὶ παρανομωτέροις ἐπεβάλετο βασιλείᾳ πρῶτον μὲν ὑπὸ θεοῦ οὐ δεδομένῃ, δεύτερον δὲ ἐπʼ ἀφαιρέσει τοῦ γεγεννηκότος, ἔγνω φεύγειν εἰς τὰ πέραν τοῦ Ἰορδάνου.καὶ συγκαλέσας τῶν φίλων τοὺς ἐπιτηδειοτάτους καὶ περὶ τῆς τοῦ παιδὸς ἀπονοίας κοινολογησάμενος αὐτοῖς καὶ περὶ πάντων ἐπιτρέψας κριτῇ τῷ θεῷ, καταλιπὼν τὰ βασίλεια φυλάσσειν δέκα παλλακίσιν ἀπῆρεν ἐκ τῶν Ἱεροσολύμων, τοῦ τε ἄλλου πλήθους αὐτῷ συνεξορμήσαντος καὶ τῶν ἑξακοσίων ὁπλιτῶν, οἳ καὶ τῆς πρώτης φυγῆς ἐκοινώνουν, ὅτʼ ἔζη Σαοῦλος.τὸν δὲ Ἀβιάθαρον καὶ Σάδωκον τοὺς ἀρχιερεῖς συναπαίρειν διεγνωκότας καὶ Λευίτας ἅπαντας μετὰ τῆς κιβωτοῦ μένειν ἔπεισεν, ὡς τοῦ θεοῦ καὶ μὴ μετακομιζομένης αὐτῆς ῥυσομένου.ἐνετείλατο δʼ ἕκαστα τῶν γινομένων λάθρα διαγγέλλειν αὐτῷ· πιστοὺς δʼ ἔσχε πρὸς πάντα διακόνους παῖδας Ἀχίμανον μὲν Σαδώκου Ἰωνάθην δὲ Ἀβιαθάρου. Ἔθις δʼ ὁ Γιτταῖος συνεξώρμησεν αὐτῷ βιασάμενος τὴν Δαυίδου βούλησιν, μένειν γὰρ αὐτὸν ἀνέπειθε, καὶ διὰ τοῦτο μᾶλλον εὔνους αὐτῷ κατεφάνη.ἀναβαίνοντος δʼ αὐτοῦ διὰ τοῦ Ἐλαιῶνος ὄρους γυμνοῖς τοῖς ποσὶ καὶ πάντων σὺν αὐτῷ δακρυόντων, ἀγγέλλεται καὶ ὁ Ἀχιτόφελος συνὼν τῷ Ἀψαλώμῳ καὶ τὰ τούτου φρονῶν. ἐπέτεινε δʼ αὐτῷ τὸ λυπηρὸν τοῦτʼ ἀκουσθέν, καὶ τὸν θεὸν ἐπεκαλεῖτο δεόμενος ἀπαλλοτριῶσαι τὴν Ἀψαλώμου διάνοιαν πρὸς τὸν Ἀχιτόφελον. ἐδεδίει γάρ, μὴ τἀναντία συμβουλεύων πείσειεν αὐτὸν ἀνὴρ ὢν φρενήρης καὶ συνιδεῖν τὸ λυσιτελὲς ὀξύτατος.γενόμενος δʼ ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἀπεσκόπει τὴν πόλιν καὶ μετὰ πολλῶν δακρύων ὡς ἂν βασιλείας ἐκπεσὼν ηὔχετο τῷ θεῷ· συνήντησε δʼ αὐτῷ φίλος ἀνὴρ καὶ βέβαιος Χουσὶς ὄνομα.τοῦτον ὁρῶν τὴν ἐσθῆτα κατερρηγμένον καὶ τὴν κεφαλὴν σποδοῦ πλήρη καὶ θρηνοῦντα τὴν μεταβολὴν παρηγορεῖ καὶ παύσασθαι τῆς λύπης παρακαλεῖ καὶ τέλος ἱκέτευσεν ἀπελθόντα πρὸς Ἀψάλωμον ὡς τὰ ἐκείνου φρονοῦντα τά τε ἀπόρρητα τῆς διανοίας αὐτοῦ κατανοεῖν καὶ ταῖς Ἀχιτοφέλου συμβουλίαις ἀντιπράσσειν· οὐ γὰρ τοσοῦτον ὠφελήσειν αὐτῷ συνερχόμενον, ὅσον παρʼ ἐκείνῳ γενόμενον. καὶ ὁ μὲν πεισθεὶς τῷ Δαυίδῃ, καταλιπὼν αὐτὸν ἧκεν εἰς Ἱεροσόλυμα· ἀφικνεῖται δʼ εἰς αὐτὰ μετʼ οὐ πολὺ καὶ Ἀψάλωμος.Ὀλίγον δὲ τῷ Δαυίδῃ προελθόντι Σιβᾶς ὁ τοῦ Μεμφιβόσθου δοῦλος συνήντησεν, ὃν προνοησόμενον ἀπεστάλκει τῶν κτήσεων ἃς δεδώρητο τῷ Ἰωνάθου τοῦ Σαούλου παιδὸς υἱῷ, μετὰ ζεύγους ὄνων καταπεφορτισμένων τοῖς ἐπιτηδείοις, ἐξ ὧν ἐκέλευσε λαμβάνειν ὧν αὐτός τε καὶ οἱ σὺν αὐτῷ δέοιντο.πυνθανομένου δέ, ποῦ καταλέλοιπε τὸν Μεμφίβοσθον, ἐν Ἱεροσολύμοις ἔλεγε προσδοκῶντα χειροτονηθήσεσθαι βασιλέα διὰ τὴν ὑπάρχουσαν ταραχὴν εἰς μνήμην ὧν εὐηργέτησεν αὐτοὺς Σαοῦλος. ἀγανακτήσας δʼ ἐπὶ τούτῳ πάνθʼ ὅσα τῷ Μεμφιβόσθῳ παρεχώρησε Σιβᾷ χαρίζεται πολὺ γὰρ δικαιότερον αὐτὸν ἐκείνου ταῦτʼ ἔχειν ἐπέγνωκε· καὶ ὁ μὲν Σιβᾶς περιχαρὴς ἦν.Δαυίδῃ δὲ γενομένῳ κατὰ Χώρανον τόπον οὕτως καλούμενον ἐπέρχεται τοῦ Σαούλου συγγενὴς Σαμούις μὲν ὄνομα υἱὸς δὲ Γηρᾶ, καὶ λίθοις τε ἔβαλλεν αὐτὸν καὶ ἐκακηγόρει. περιστάντων δὲ τῶν φίλων καὶ σκεπόντων ἔτι μᾶλλον ὁ Σαμούις βλασφημῶν διετέλει, μιαιφόνον καὶ πολλῶν ἀρχηγὸν κακῶν ἀποκαλῶν.ἐκέλευε δὲ καὶ τῆς γῆς ὡς ἐναγῆ καὶ ἐπάρατον ἐξιέναι, καὶ τῷ θεῷ χάριν ὡμολόγει τῆς βασιλείας αὐτὸν ἀφελομένῳ καὶ διὰ παιδὸς ἰδίου τὴν ὑπὲρ ὧν ἥμαρτεν εἰς τὸν αὑτοῦ δεσπότην δίκην αὐτὸν εἰσπραξαμένῳ. πάντων δʼ ἐπʼ αὐτὸν ἠρεθισμένων ὑπʼ ὀργῆς καὶ μάλιστα Ἀβεσσαίου διαχρήσασθαι βουλομένου τὸν Σαμούιν Δαυίδης αὐτὸν τῆς ὀργῆς ἐπέσχε,μὴ τοῖς παροῦσι κακοῖς ἑτέραν προσεξεργασώμεθα, φησί, καινοτέραν ἀφορμήν· οὐ γὰρ δὴ τοῦ προσλυσσῶντός μοι τούτου κυνὸς αἰδώς τις ἢ φροντὶς ὑπέρχεται, τῷ θεῷ δὲ εἴκω, διʼ ὃν οὗτος ἐφʼ ἡμᾶς ἀπενοήθη. θαυμαστὸν δʼ οὐδὲν ὑπὸ τούτου με ταῦτα πάσχειν, ὅπου γε καὶ παιδὸς ἀσεβοῦς πεπείραμαι. ἀλλʼ ἔσται τις οἶκτος ἡμῖν ἐκ θεοῦ καὶ κρατήσομεν τῶν ἐχθρῶν τούτου θελήσαντος.ἤνυεν οὖν τὴν ὁδὸν οὐ φροντίζων τοῦ Σαμούι παρὰ τὸ ἕτερον μέρος τοῦ ὄρους διατρέχοντος καὶ πολλὰ κακηγοροῦντος· παραγενόμενος δʼ ἐπὶ τὸν Ἰόρδανον ἀνελάμβανε τοὺς ἰδίους ἐνταῦθα κεκοπωμένους.