ὁ δὲ Σαμᾶ τοῦ ἀδελφοῦ αὐτοῦ παῖς Ἰωνάθης ἀνεῖναί τι τῆς λύπης παρεκάλει καὶ περὶ μὲν τῶν ἄλλων μὴ πιστεύειν ὡς τεθνᾶσιν, οὐδὲ γὰρ αἰτίαν εὑρίσκειν ὑπολαμβάνειν, περὶ δʼ Ἀμνῶνος ἐξετάζειν ἔφη δεῖν· εἰκὸς γὰρ διὰ τὴν Θημάρης ὕβριν ἀποτολμῆσαι τὸν Ἀψάλωμον τὴν ἀναίρεσιν τὴν ἐκείνου.μεταξὺ δὲ κτύπος ἵππων καὶ θόρυβος προσιόντων τινῶν αὐτοὺς ἐπέστρεψεν· ἦσαν δʼ οἱ τοῦ βασιλέως παῖδες οἱ διαδράντες ἀπὸ τῆς ἑστιάσεως. ὑπαντᾷ δʼ αὐτοῖς ὁ πατὴρ θρηνοῦσι λυπούμενος καὶ παρʼ ἐλπίδας ὁρῶν οὓς ἀκηκόει μικρὸν ἔμπροσθεν ἀπολωλότας.ἦν δὲ παρὰ πάντων δάκρυα καὶ στόνος, τῶν μὲν ὡς ἐπʼ ἀδελφῷ τετελευτηκότι, τοῦ δὲ βασιλέως ὡς ἐπὶ παιδὶ κατεσφαγμένῳ. φεύγει δʼ Ἀψάλωμος εἰς Γεσσούραν πρὸς τὸν πάππον τὸν πρὸς μητρὸς δυναστεύοντα τῆς ἐκεῖ χώρας, καὶ τρισὶν ὅλοις ἔτεσι παρʼ αὐτῷ καταμένει.Τοῦ δὲ Δαυίδου προαίρεσιν ἔχοντος ἐπὶ τὸν υἱὸν Ἀψάλωμον πέμπειν, οὐκ ἐπὶ τιμωρίᾳ κατελευσόμενον, ἀλλʼ ὅπως εἴη σὺν αὐτῷ, καὶ γὰρ τὰ τῆς ὀργῆς ὑπὸ τοῦ χρόνου λελωφήκει, πρὸς τοῦτο μᾶλλον αὐτὸν Ἰώαβος ὁ ἀρχιστράτηγος παρώρμησε·γύναιον γάρ τι τὴν ἡλικίαν ἤδη προβεβηκὸς ἐποίησεν αὐτῷ προσελθεῖν ἐν σχήματι πενθίμῳ, ὡς παίδων ἐπὶ τῆς ἀγροικίας αὐτῇ διενεχθέντων καὶ πρὸς φιλονεικίαν τραπέντων οὐδενὸς τοῦ καταπαῦσαι δυναμένου παραφανέντος ἔλεγεν ὑπὸ θατέρου τὸν ἕτερον πληγέντα ἀποθανεῖν·ἠξίου τε τῶν συγγενῶν ἐπὶ τὸν ἀνῃρηκότα ὡρμηκότων καὶ ζητούντων αὐτὸν ἀνελεῖν, χαρίσασθαι τὴν σωτηρίαν αὐτῇ τοῦ παιδὸς καὶ μὴ τὰς ἐπιλοίπους τῆς γηρωκομίας ἐλπίδας προσαφαιρεθῆναι· τοῦτο δʼ αὐτῇ κωλύσαντα τοὺς βουλομένους ἀποκτεῖναι τὸν υἱὸν αὐτῆς παρέξειν· οὐ γὰρ ἐφέξειν ἐκείνους ἄλλῳ τινὶ τῆς σπουδῆς ἢ τῷ παρʼ αὐτοῦ φόβῳ.τοῦ δὲ συγκαταινέσαντος οἷς τὸ γύναιον ἱκέτευσεν, ὑπολαβὸν πάλιν πρὸς τὸν βασιλέα χάρις μέν, εἶπεν, ἤδη σου τῇ χρηστότητι κατοικτείραντός μου τὸ γῆρας καὶ τὴν παρὰ μικρὸν ἀπαιδίαν, ἀλλʼ ἵνα βέβαια τὰ παρὰ τῆς σῆς μοι ᾖ φιλανθρωπίας, τῷ σαυτοῦ παιδὶ πρῶτον καταλλάγηθι καὶ τὴν πρὸς αὐτὸν ὀργὴν ἄφες·πῶς γὰρ ἂν πεισθείην ἐμοί σε ταύτην ἀληθῶς δεδωκέναι τὴν χάριν αὐτοῦ σοῦ μέχρι νῦν ἐφʼ ὁμοίοις ἀπεχθανομένου τῷ παιδί;τελέως δʼ ἀνόητον εἶναι προσθεῖναι τῷ παρὰ γνώμην ἀποθανόντι υἱῷ ἄλλον ἑκουσίως. συνίησι δὲ ὁ βασιλεὺς ὑπόβλητον οὖσαν τὴν σκῆψιν ἐξ Ἰωάβου καὶ τῆς τούτου σπουδῆς· καὶ ἐπειδὴ παρὰ τῆς πρεσβύτιδος πυθόμενος οὕτως ἔχον τἀληθὲς ἔμαθε, προσκαλεσάμενος τὸν Ἰώαβον ἐπιτυχεῖν τε τοῦ προκειμένου κατὰ νοῦν ἔφασκε καὶ τὸν Ἀψάλωμον ἄγειν ἐκέλευεν· οὐ γὰρ ἔτι χαλεπῶς ἔχειν πρὸς αὐτόν, ἀλλʼ ἤδη τὴν ὀργὴν καὶ τὸν θυμὸν ἀφεικέναι.ὁ δὲ προσκυνήσας τὸν βασιλέα καὶ τοὺς λόγους ἀσπασάμενος ἐξώρμησεν εἰς τὴν Γεσσούραν παραυτίκα καὶ τὸν Ἀψάλωμον παραλαβὼν ἧκεν εἰς Ἱεροσόλυμα.Προέπεμψε δὲ ὁ βασιλεὺς πρόσθεν πρὸς τὸν υἱόν, ἤκουσε γὰρ παραγενόμενον, καὶ πρὸς ἑαυτὸν ἐκέλευσε χωρεῖν· οὔπω γὰρ οὕτως ἔχειν ὥστʼ εὐθὺς ἰδεῖν κατελθόντα. καὶ ὁ μὲν τοῦτο τοῦ πατρὸς κελεύσαντος ἐξέκλινε τὴν ὄψιν αὐτοῦ καὶ διετέλει τῆς παρὰ τῶν οἰκείων θεραπείας τυγχάνων.οὐκ ἐπιβέβλαπτο δʼ εἰς τὸ κάλλος ὑπό τε τῆς λύπης καὶ τοῦ μὴ τυγχάνειν τῆς προσηκούσης ἐπιμελείας υἱῷ βασιλέως, ἀλλʼ ἔτι γὰρ ἐξεῖχε καὶ διέπρεπε πᾶν τῷ τε εἴδει καὶ τῷ μεγέθει τοῦ σώματος καὶ τοὺς ἐν πολλῇ τρυφῇ διαιτωμένους ὑπερέβαλλε. τοσοῦτον μέντοι γε ἦν τὸ βάθος τῆς κόμης, ὡς μόλις αὐτὴν ἡμέραις ἀποκείρειν ὀκτὼ σταθμὸν ἕλκουσαν σίκλους διακοσίους· οὗτοι δʼ εἰσὶ πέντε μναῖ.διέτριψε μέντοι γε ἐν Ἱεροσολύμοις ἔτη δύο τριῶν μὲν ἀρρένων πατὴρ γενόμενος μιᾶς δὲ θυγατρὸς τὴν μορφὴν ἀρίστης, ἣν ὁ Σολόμωνος υἱὸς Ῥοβόαμος ὕστερον λαμβάνει, καὶ γίνεται παιδίον ἐξ αὐτῆς Ἀβίας ὄνομα.πέμψας δʼ αὐτὸς Ἀψάλωμος πρὸς Ἰώαβον ἐδεῖτʼ αὐτοῦ τελέως καταπραῧναι τὸν πατέρα καὶ δεηθῆναι, ὅπως αὐτῷ συγχωρήσῃ πρὸς αὐτὸν ἐλθόντι θεάσασθαί τε καὶ προσειπεῖν. καταμελήσαντος δὲ Ἰωάβου τῶν ἰδίων τινὰς ἀποστείλας τὴν ὁμοροῦσαν αὐτῷ χώραν ἐπυρπόλησεν. ὁ δὲ τὸ πραχθὲν μαθὼν ἧκε πρὸς τὸν Ἀψάλωμον ἐγκαλῶν τε αὐτῷ καὶ τὴν αἰτίαν πυνθανόμενος.ὁ δέ στρατήγημα τοῦτʼ, εἶπεν, εὗρον ἀγαγεῖν σε πρὸς ἡμᾶς δυνάμενον ἀμελοῦντα τῶν ἐντολῶν, ἃς ἵνα μοι τὸν πατέρα διαλλάξῃς ἐποιούμην. καὶ δὴ δέομαί σου παρόντος ἡμερῶσαί μοι τὸν γεγεννηκότα· ὡς ἔγωγε δεινοτέραν τῆς φυγῆς κρίνω τὴν κάθοδον ἔτι τοῦ πατρὸς ἐν ὀργῇ μένοντος.πεισθεὶς δʼ ὁ Ἰώαβος καὶ τὴν ἀνάγκην αὐτοῦ κατοικτείρας ἐμεσίτευσε πρὸς τὸν βασιλέα καὶ διαλεχθεὶς περὶ τοῦ παιδὸς οὕτως αὐτὸν ἡδέως διατίθησιν, ὡς εὐθέως καλέσαι πρὸς αὑτόν. τοῦ δὲ ῥίψαντος αὑτὸν ἐπὶ τοὔδαφος καὶ συγγνώμην αἰτουμένου τῶν ἡμαρτημένων ἀνίστησί τε καὶ τῶν γεγονότων ἀμνηστίαν ἐπαγγέλλεται.Ὁ δὲ Ἀψάλωμος τοιούτων αὐτῷ τῶν παρὰ τοῦ πατρὸς ἀποβάντων πολλοὺς μὲν ἵππους ἐν ὀλίγῳ πάνυ χρόνῳ πολλὰ δʼ ἅρματα ἐκέκτητο, καὶ ὁπλοφόροι περὶ αὐτὸν ἦσαν πεντήκοντα·καθʼ ἑκάστην δʼ ἡμέραν ὄρθριος πρὸς τὰ βασίλεια παρεγίνετο καὶ τοῖς ἐπὶ τὰς κρίσεις ἥκουσι καὶ ἐλαττουμένοις πρὸς ἡδονὴν ὁμιλῶν, ὡς παρὰ τὸ μὴ συμβούλους ἀγαθοὺς εἶναι τῷ πατρὶ τάχʼ αὐτῷ καὶ ἀδίκως ἐπταικότων τῶν περὶ τὴν κρίσιν, εὔνοιαν αὑτῷ παρὰ πάντων κατεσκεύαζε λέγων, ὡς αὐτὸς ἂν εἰ ταύτην εἶχε τὴν ἐξουσίαν πολλὴν αὐτοῖς ἐβράβευσεν εὐνομίαν.