Ἀναστρέψαντος δὲ εἰς Ἱεροσόλυμα τοῦ βασιλέως πταῖσμα αὐτοῦ τὴν οἰκίαν ἐξ αἰτίας τοιαύτης καταλαμβάνει· θυγάτηρ γὰρ ἦν αὐτῷ παρθένος μὲν ἔτι τὸ δὲ κάλλος εὐπρεπής, ὡς ἁπάσας ὑπερβάλλειν τὰς εὐμορφοτάτας γυναῖκας, Θήμαρ ὄνομα, τῆς δʼ αὐτῆς Ἀψαλώμῳ μητρὸς κεκοινωνηκυῖα.ταύτης ὁ πρεσβύτατος τῶν Δαυίδου παίδων Ἀμνὼν ἐρασθείς, ὡς οὔτε διὰ τὴν παρθενίαν αὐτῆς οὔτε διὰ τὴν φυλακὴν τυχεῖν τῆς ἐπιθυμίας ἐδύνατο χαλεπῶς διέκειτο, καὶ τό τε σῶμα τῆς ὀδύνης αὐτὸν κατεσθιούσης κατισχναίνετο καὶ τὴν χρόαν μετέβαλλε.δῆλος δὲ γίνεται ταῦτα πάσχων Ἰωνάθῃ τινὶ συγγενεῖ καὶ φίλῳ· συνετὸς δʼ ἦν οὗτος ἐν τοῖς μάλιστα καὶ τὴν διάνοιαν ὀξύς. ὁρῶν οὖν καθʼ ἑκάστην πρωίαν τὸν Ἀμνῶνα μὴ κατὰ φύσιν ἔχοντα τῷ σώματι προσελθὼν ἠρώτα φράσαι τὴν αἰτίαν αὐτῷ, εἰκάζειν μέντοι γε οὕτως ἔλεγεν ἐξ ἐρωτικῆς αὐτὸν ἔχειν ἐπιθυμίας.τοῦ δὲ Ἀμνῶνος ὁμολογήσαντος τὸ πάθος ὅτι τῆς ἀδελφῆς ἐρᾷ τυγχανούσης ὁμοπατρίας, ὁδὸν αὐτῷ καὶ μηχανὴν εἰς τὸ περιγενέσθαι τῶν εὐκταίων ὑπέθετο· νόσον γὰρ ὑποκρίνασθαι παρῄνεσεν, ἐλθόντα δὲ πρὸς αὐτὸν τὸν πατέρα πέμψαι τὴν ἀδελφὴν αὐτῷ διακονησομένην ἐκέλευσε παρακαλέσαι· ῥᾴω γὰρ ἔσεσθαι καὶ ταχέως ἀπαλλαγήσεσθαι τῆς νόσου τούτου γενομένου.πεσὼν οὖν ὁ Ἀμνὼν ἐπὶ τὴν κλίνην νοσεῖν προσεποιήσατο κατὰ τὰς Ἰωνάθου ὑποθήκας. παραγενομένου δὲ τοῦ πατρὸς καὶ σκεπτομένου πῶς ἔχοι, τὴν ἀδελφὴν ἐδεῖτο πέμψαι πρὸς αὐτόν· ὁ δʼ εὐθὺς ἐκέλευσεν ἀχθῆναι. ἡκούσῃ δὲ προσέταξεν ἄρτους αὐτῷ ποιῆσαι τηγανιστοὺς αὐτουργῷ γενομένῃ· προσοίσεσθαι γὰρ ἥδιον ἐκ τῶν ἐκείνης χειρῶν.ἡ δʼ ἐμβλέποντος τἀδελφοῦ φυράσασα τὸ ἄλευρον καὶ πλάσασα κολλυρίδας καὶ τηγανίσασα προσήνεγκεν αὐτῷ· ὁ δὲ τότε μὲν οὐκ ἐγεύσατο, προσέταξε δὲ τοῖς οἰκέταις παραιτήσασθαι πάντας πρὸ τοῦ δωματίου· βούλεσθαι γὰρ ἀναπαύσασθαι θορύβου καὶ ταραχῆς ἀπηλλαγμένος.ὡς δὲ τὸ κελευσθὲν ἐγένετο, τὴν ἀδελφὴν ἠξίωσεν εἰς τὸν ἐνδοτέρω τὸ δεῖπνον οἶκον αὐτῷ παρενεγκεῖν· ποιησάσης δὲ τοῦτο τῆς κόρης λαβόμενος αὐτῆς συνελθεῖν αὐτῷ πείθειν ἐπειρᾶτο. ἀνακραγοῦσα δʼ ἡ παῖς ἀλλὰ μὴ σύ γε τοῦτο βιάσῃ με μηδὲ ἀσεβήσῃς, εἶπεν, ἀδελφέ, τοὺς νόμους παραβὰς καὶ δεινῇ περιβαλὼν σαυτὸν αἰσχύνῃ· παῦσαι δʼ οὕτως ἀδίκου καὶ μιαρᾶς ἐπιθυμίας, ἐξ ἧς ὀνείδη καὶ κακοδοξίαν ὁ οἶκος ἡμῶν κερδανεῖ.συνεβούλευέ τε περὶ τούτου διαλεχθῆναι τῷ πατρί· συγχωρήσειν γὰρ ἐκεῖνον. ταῦτα δʼ ἔλεγε βουλομένη τὴν ὁρμὴν αὐτοῦ τῆς ὀρέξεως πρὸς τὸ παρὸν διαφυγεῖν. ὁ δʼ οὐ πείθεται, τῷ δὲ ἔρωτι καιόμενος καὶ τοῖς τοῦ πάθους κέντροις μυωπιζόμενος βιάζεται τὴν ἀδελφήν.μῖσος δʼ εὐθέως μετὰ τὴν κορείαν εἰσέρχεται τὸν Ἀμνῶνα καὶ προσλοιδορησάμενος ἐκέλευσεν ἀναστᾶσαν ἀπιέναι. τῆς δὲ χείρω τὴν ὕβριν καὶ διὰ τοῦτο ἀποκαλούσης, εἰ βιασάμενος αὐτὸς μηδʼ ἄχρι νυκτὸς ἐπιτρέπει μεῖναι παραχρῆμα δʼ ἀπαλλάττεσθαι κελεύει ἐν ἡμέρᾳ καὶ φωτί, ἵνα καὶ μάρτυσι τῆς αἰσχύνης περιπέσοι, προσέταξεν αὐτὴν ἐκβαλεῖν τῷ οἰκέτῃ.ἡ δὲ περιαλγὴς ἐπὶ τῇ ὕβρει καὶ τῇ βίᾳ γενομένη περιρρήξασα τὸν χιτωνίσκον, ἐφόρουν γὰρ αἱ τῶν ἀρχαίων παρθένοι χειριδωτοὺς ἄχρι τῶν σφυρῶν πρὸς τὸ μὴ βλέπεσθαι χιτῶνας, καὶ σποδὸν καταχεαμένη τῆς κεφαλῆς ἀπῄει διὰ τῆς πόλεως μέσης βοῶσα καὶ ὀδυρομένη τὴν βίαν.περιτυχὼν δʼ αὐτῇ ὁ ἀδελφὸς Ἀψάλωμος ἀνέκρινε, τίνος αὐτῇ δεινοῦ συμβάντος οὕτως ἔχει, κατειπούσης δʼ αὐτῆς πρὸς αὐτὸν τὴν ὕβριν ἡσυχάζειν καὶ μετρίως φέρειν παρηγόρει καὶ μὴ νομίζειν ὑβρίσθαι φθαρεῖσαν ὑπʼ ἀδελφοῦ. πεισθεῖσα οὖν παύεται τῆς βοῆς καὶ τοῦ πρὸς πολλοὺς τὴν βίαν ἐκφέρειν, καὶ πολὺν χρόνον χηρεύουσα παρὰ Ἀψαλώμῳ τῷ ἀδελφῷ διεκαρτέρησε.Γνοὺς δὲ τοῦθʼ ὁ πατὴρ Δαυίδης τοῖς μὲν πεπραγμένοις ἤχθετο, φιλῶν δὲ τὸν Ἀμνῶνα σφόδρα, πρεσβύτατος γὰρ ἦν αὐτῷ υἱός, μὴ λυπεῖν αὐτὸν ἠναγκάζετο. ὁ δὲ Ἀψάλωμος ἐμίσει χαλεπῶς αὐτὸν καὶ λανθάνων καιρὸν εἰς ἄμυναν αὐτοῦ τῆς ἁμαρτίας ἐπιτήδειον παρεφύλαττεν.ἔτος δʼ ἤδη τοῖς περὶ τὴν ἀδελφὴν αὐτοῦ πταίσμασιν διεληλύθει δεύτερον, καὶ μέλλων ἐπὶ τὴν τῶν ἰδίων κουρὰν ἐξιέναι θρεμμάτων εἰς Βελσεφών, πόλις δʼ ἐστὶν αὕτη τῆς Ἐφράμου κληρουχίας, παρακαλεῖ τὸν πατέρα σὺν καὶ τοῖς ἀδελφοῖς ἐλθεῖν πρὸς αὐτὸν ἐφʼ ἑστίασιν.παραιτησαμένου δʼ ὡς μὴ βαρὺς αὐτῷ γένοιτο, τοὺς ἀδελφοὺς ἀποστεῖλαι παρεκάλεσε. πέμψαντος δὲ τοῖς ἰδίοις ἐκέλευσεν ὁπηνίκʼ ἂν ἴδωσι τὸν Ἀμνῶνα μέθῃ παρειμένον καὶ κάρῳ, νεύσαντος αὐτοῦ φονεύσωσι μηδένα φοβηθέντες.Ὡς δʼ ἐποίησαν τὸ προσταχθὲν ἔκπληξις καὶ ταραχὴ τοὺς ἀδελφοὺς λαμβάνει, καὶ δείσαντες τοῖς αὑτῶν ἐμπηδήσαντες ἵπποις ἐφέροντο πρὸς τὸν πατέρα. φθάσας δέ τις αὐτοὺς ἅπαντας ὑπὸ Ἀψαλώμου πεφονεῦσθαι τῷ πατρὶ προσήγγειλεν.ὁ δʼ ὡς ἐπὶ παισὶν ὁμοῦ τοσούτοις ἀπολωλόσι καὶ τοῦθʼ ὑπʼ ἀδελφοῦ τῆς λύπης κἀπὶ τῷ κτεῖναι δυναμένης δοκοῦντι γινομένης πικρότερον, συναρπαγεὶς ὑπὸ τοῦ πάθους οὔτε τὴν αἰτίαν ἀνέκρινεν οὔτʼ ἄλλο τι μαθεῖν οἷον εἰκὸς τηλικούτου προσηγγελμένου κακοῦ καὶ διʼ ὑπερβολὴν ἀπιστίαν ἔχοντος περιέμεινεν, ἀλλὰ καταρρηξάμενος τὴν ἐσθῆτα καὶ ῥίψας ἑαυτὸν ἐπὶ τὴν γῆν ἔκειτο πενθῶν τοὺς υἱοὺς ἅπαντας καὶ τοὺς ἀποθανεῖν δεδηλωμένους καὶ τὸν ἀνῃρηκότα.