καὶ δὴ τοιοῦτόν τινα τρόπον περὶ οὗ καὶ τί φρονεῖ ποιῆσαι σαφὲς αὐτῷ παρεκάλει· δύο γάρ, ἔφησεν, ἄνδρες τὴν αὐτὴν κατῴκουν πόλιν, ὧν ὁ μὲν πλούσιος ἦν καὶ πολλὰς εἶχεν ἀγέλας ὑποζυγίων τε καὶ θρεμμάτων καὶ βοῶν, τῷ πένητι δʼ ἀμνὰς ὑπῆρχε μία.ταύτην μετὰ τῶν τέκνων αὐτοῦ ἀνέτρεφε συνδιαιρούμενος αὐτῇ τὰ σιτία καὶ φιλοστοργίᾳ πρὸς αὐτὴν χρώμενος ᾗ τις ἂν χρήσαιτο καὶ πρὸς θυγατέρα. ξένου δʼ ἐπελθόντος τῷ πλουσίῳ τῶν μὲν ἰδίων οὐδὲν ἠξίωσεν ἐκεῖνος βοσκημάτων καταθύσας εὐωχῆσαι τὸν φίλον, πέμψας δὲ τὴν ἀμνάδα τοῦ πένητος ἀπέσπασε, καὶ ταύτην παρασκευάσας εἱστίασε τὸν ξένον.σφόδρα ἐλύπησεν ὁ λόγος οὗτος τὸν βασιλέα καὶ πονηρὸν πρὸς τὸν Νάθαν τὸν ἄνθρωπον ἐκεῖνον, ὃς δὴ τοῦτο τὸ ἔργον ἐτόλμησεν, ἀπεφήνατο καὶ τετραπλὴν ἀποτῖσαι τὴν ἀμνάδα δίκαιον εἶναι καὶ πρὸς τούτῳ θανάτῳ κολασθῆναι. Νάθας δʼ ὑποτυχὼν αὐτὸν ἔλεγεν ἐκεῖνον εἶναι τὸν ἄξιον ταῦτα παθεῖν ὑφʼ ἑαυτοῦ κεκριμένον τολμήσαντα μέγα καὶ δεινὸν ἔργον.ἀνεκάλυπτε δʼ αὐτῷ καὶ παρεγύμνου τὴν ὀργὴν τοῦ θεοῦ ποιήσαντος μὲν αὐτὸν βασιλέα πάσης τῆς Ἑβραίων δυνάμεως καὶ τῶν ἐν κύκλῳ πάντων ἐθνῶν πολλῶν καὶ μεγάλων κύριον, ῥυσαμένου δʼ ἔτι πρὸ τούτων ἐκ τῶν Σαούλου χειρῶν, δόντος δʼ αὐτῷ καὶ γυναῖκας ἃς δικαίως καὶ νομίμως ἠγάγετο, καταφρονηθέντος δʼ ὑπʼ αὐτοῦ καὶ ἀσεβηθέντος, ὃς ἀλλοτρίαν τε γήμας ἔχει γυναῖκα καὶ τὸν ἄνδρα αὐτῆς ἀποκτείνειεν ἐκδοὺς τοῖς πολεμίοις·δώσειν οὖν αὐτὸν ἀντὶ τούτων δίκας τῷ θεῷ καὶ βιασθήσεσθαι μὲν αὐτοῦ τὰς γυναῖκας ὑφʼ ἑνὸς τῶν παίδων, ἐπιβουλευθήσεσθαι δὲ καὶ αὐτὸν ὑπʼ ἐκείνου, καὶ τὸ ἁμάρτημα τοῦτο κρύφα δράσαντα φανερὰν τὴν ἐπʼ αὐτῷ δίκην ὑφέξειν· τεθνήξεσθαι δὲ καὶ τὸν παῖδά σοι παραχρῆμα τὸν ἐξ αὐτῆς γεγενημένον.ταραχθέντος δʼ ἐπὶ τούτοις τοῦ βασιλέως καὶ συσχεθέντος ἱκανῶς καὶ μετὰ δακρύων καὶ λύπης ἀσεβῆσαι λέγοντος, ἦν γὰρ ὁμολογουμένως θεοσεβὴς καὶ μηδὲν ἁμαρτὼν ὅλως περὶ τὸν βίον ἢ τὰ περὶ τὴν Οὐρία γυναῖκα, ᾤκτειρεν ὁ θεὸς καὶ διαλλάττεται φυλάξειν αὐτῷ καὶ τὴν ζωὴν καὶ τὴν βασιλείαν ἐπαγγειλάμενος· μετανοοῦντι γὰρ περὶ τῶν γεγενημένων οὐκέτι χαλεπῶς ἔχειν ἔφασκε. καὶ Νάθας μὲν ταῦτα τῷ βασιλεῖ προφητεύσας οἴκαδε ἐπανῆλθε.Τῷ δʼ ἐκ τῆς Οὐρία γυναικὸς γενομένῳ παιδὶ Δαυίδῃ νόσον ἐνσκήπτει χαλεπὴν τὸ θεῖον, ἐφʼ ᾗ δυσφορῶν ὁ βασιλεὺς τροφὴν μὲν ἐφʼ ἡμέρας ἑπτὰ καίτοι γε ἀναγκαζόντων τῶν οἰκείων οὐ προσηνέγκατο, μέλαιναν δὲ περιθέμενος ἐσθῆτα πεσὼν ἐπὶ σάκκου κατὰ γῆς ἔκειτο τὸν θεὸν ἱκετεύων ὑπὲρ τῆς τοῦ παιδὸς σωτηρίας· σφόδρα γὰρ ἔστεργεν αὐτοῦ τὴν μητέρα.τῇ δʼ ἑβδόμῃ τῶν ἡμερῶν τελευτήσαντος τοῦ παιδὸς οὐκ ἐτόλμων τῷ βασιλεῖ τοῦτο μηνύειν οἱ θεράποντες λογιζόμενοι, μὴ γνοὺς ἔτι μᾶλλον ἀπόσχηται καὶ τροφῆς καὶ τῆς ἄλλης ἐπιμελείας ὡς ἂν ἐπὶ ποθεινοῦ τέκνου τετελευτηκότος, ὅτε καὶ νοσοῦντος οὕτως ὑπὸ τῆς λύπης ἑαυτὸν ἐκάκου.ταραττομένων δʼ αἰσθόμενος τῶν οἰκετῶν ὁ βασιλεὺς καὶ ταῦτα πασχόντων, ἃ μάλιστα συγκρύψαι τι θέλουσι συμβαίνει, συνεὶς ὅτι τέθνηκεν ὁ παῖς προσφωνήσας ἕνα τῶν οἰκετῶν καὶ μαθὼν τἀληθὲς ἀνίσταται καὶ λουσάμενος καὶ λαβὼν ἐσθῆτα λευκὴν εἰς τὴν σκηνὴν τοῦ θεοῦ παραγίνεται,καὶ κελεύσας δεῖπνον αὑτῷ παραθεῖναι πολλὴν ἐπὶ τῷ παραλόγῳ τοῖς τε συγγενέσι καὶ τοῖς οἰκέταις ἔκπληξιν παρεῖχεν, ὅτι μηδὲν τούτων ἐπὶ νοσοῦντι τῷ παιδὶ ποιήσας πάνθʼ ὁμοῦ τετελευτηκότος ἔπραττε. τήν τε αἰτίαν, δεηθέντες ἐπιτρέψαι πρῶτον αὐτοῖς πυθέσθαι, παρεκάλουν εἰπεῖν τῶν γεγενημένων.ὁ δὲ ἀμαθεῖς εἰπὼν αὐτοὺς ἐδίδασκεν, ὡς ἔτι μὲν ζῶντος τοῦ παιδὸς ἔχων ἐλπίδα σωτηρίας αὐτοῦ δεόντως πάντʼ ἐποίει τὸν θεὸν ἡγούμενος τούτοις εὐμενῆ καταστήσειν, ἀποθανόντος δʼ οὐκέτι χρείαν εἶναι λύπης ματαίας. ταῦτʼ εἰπόντος ἐπῄνεσαν τὴν σοφίαν καὶ τὴν διάνοιαν τοῦ βασιλέως. συνελθὼν δὲ τῇ γυναικὶ Βεεθσαβῇ ἔγκυον αὐτὴν ἐποίησε, καὶ γεννησαμένης ἄρρεν παιδίον Σολόμωνα τοῦτον προσηγόρευσεν, οὕτως Νάθα τοῦ προφήτου κελεύσαντος.Ἰώαβος δὲ τῇ πολιορκίᾳ τοὺς Ἀμμανίτας ἰσχυρῶς ἐκάκου τῶν τε ὑδάτων αὐτοὺς ἀποτεμνόμενος καὶ τῆς τῶν ἄλλων εὐπορίας, ὡς πάνυ ταλαιπωρεῖν ἐνδείᾳ ποτοῦ καὶ τροφῆς. ἐξ ὀλίγου γὰρ φρέατος ἤρτηντο καὶ ταμείας ὡς μὴ τελέως αὐτοὺς ἐπιλιπεῖν τὴν πηγὴν δαψιλέστερον χρωμένους.γράφει δὴ τῷ βασιλεῖ ταῦτα δηλῶν καὶ παρακαλῶν αὐτὸν ἐπὶ τὴν αἵρεσιν τῆς πόλεως ἐλθεῖν, ἵνα τὴν νίκην αὐτὸς ἐπιγραφῇ. ταῦτα Ἰωάβου γράψαντος ἀποδεξάμενος αὐτὸν τῆς εὐνοίας καὶ τῆς πίστεως ὁ βασιλεὺς παραλαβὼν τὴν σὺν αὐτῷ δύναμιν ἧκεν ἐπὶ τὴν τῆς Ῥαβαθᾶς πόρθησιν, καὶ κατὰ κράτος ἑλὼν διαρπάσαι τοῖς στρατιώταις ἐφῆκεν.αὐτὸς δὲ τὸν τοῦ βασιλέως τῶν Ἀμμανιτῶν λαμβάνει στέφανον ἕλκοντα χρυσοῦ τάλαντον καὶ πολυτελῆ λίθον ἔχοντα ἐν μέσῳ σαρδόνυχος· ἐφόρει δʼ αὐτὸν ἐπὶ τῆς κεφαλῆς διαπαντὸς Δαυίδης. πολλὰ δὲ καὶ ἄλλα σκῦλα λαμπρὰ καὶ πολύτιμα εὗρεν ἐν τῇ πόλει· τοὺς δʼ ἄνδρας αἰκισάμενος διέφθειρε. ταὐτὰ δὲ καὶ τὰς ἄλλας τῶν Ἀμμανιτῶν πόλεις διέθηκεν ἑλὼν αὐτὰς κατὰ κράτος.